Humanitext Reader

ストラボン · 地理誌 §8.6.16-8.6.18

アイギナ島の歴史とアルゴス・スパルタの盛衰

266 / 577 箇所 · ギリシア語

要旨

アイギナ島の地理、歴史、住民の起源、貨幣鋳造の始まりについて説明したのち、ホメロスにおける地名記述の地理的順序の特徴やその他の未言及の土地に触れ、最後にペロポネソスの中心都市であるアルゴスとスパルタの盛衰について簡潔に概説する。

§8.6.16Αἴγινα δʼ ἔστι μὲν καὶ τόπος τις τῆς Ἐπιδαυρίας, ἔστι δὲ καὶ νῆσος πρὸ τῆς ἠπείρου ταύτης, ἣν ἐν τοῖς ἀρτίως παρατεθεῖσιν ἔπεσι βούλεται φράζειν ὁ ποιητής·
アイギナはエピダウロス領のある場所の名でもあるが、この本土の前に位置する島でもある。 詩人が先ほど引用された詩句の中で指し示そうとしているのはこれである。
διὸ καὶ γράφουσί τινες νῆσόν τʼ Αἴγιναν ἀντὶ τοῦ οἵ τʼ ἔχον Αἴγιναν, διαστελλόμενοι τὴν ὁμωνυμίαν.
それゆえ、ある人々は同名の混同を区別するために、「そしてアイギナ島を」と、「またアイギナを領有していた人々」の代わりに書くのである。
ὅτι μὲν οὖν τῶν σφόδρα γνωρίμων ἐστὶν ἡ νῆσος, τί δεῖ λέγειν;
したがって、この島が極めて高名なものの一つであることについて、何を語る必要があろうか。
ἐντεῦθεν γὰρ Αἰακός τε λέγεται καὶ οἱ ἀπʼ αὐτοῦ.
というのも、アイアコスおよび彼の子孫たちがここ出身であると言われているからである。
αὕτη δʼ ἐστὶν ἡ καὶ θαλαττοκρατήσασά ποτε καὶ περὶ πρωτείων ἀμφισβητήσασα πρὸς Ἀθηναίους ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ κατὰ τὰ Περσικά.
そして、この島こそが、かつて海上覇権を握り、ペルシア戦争の際のサラミスの海戦において、アテナイ人たちと首位の栄誉を争った島である。
λέγεται δὲ σταδίων ἑκατὸν ὀγδοήκοντα ὁ κύκλος τῆς νήσου, πόλιν δʼ ὁμώνυμον ἔχει τετραμμένην πρὸς λίβα·
この島の周囲は180スタディオンと言われており、南西に向いた同名の都市を持っている。
περιέχουσι δʼ αὐτὴν ἥ τε Ἀττικὴ καὶ ἡ Μεγαρὶς καὶ τῆς Πελοποννήσου τὰ μέχρι Ἐπιδαύρου, σχεδόν τι ἑκατὸν σταδίους ἑκάστη διέχουσα·
アッティカ、メガリス、そしてエピダウロスに至るペロポネソスの一部がこれを囲んでおり、それぞれ約100スタディオン離れている。
τὸ δὲ ἑωθινὸν μέρος καὶ τὸ νότιον πελάγει κλύζεται τῷ τε Μυρτῴῳ καὶ τῷ Κρητικῷ·
東と南の部分は、ミュルトス海とクレタ海によって洗われている。
νησίδια δὲ περίκειται πολλὰ μὲν πρὸς τῇ ἠπείρῳ, Βέλβινα δὲ πρὸς τὸ πέλαγος ἀνατείνουσα.
多くの小島が本土の近くに横たわっているが、ベルビナ島は外海に向かって突き出ている。
ἡ δὲ χώρα αὐτῆς κατὰ βάθους μὲν γεώδης ἐστί, πετρώδης δʼ ἐπιπολῆς καὶ μάλιστα ἡ πεδιάς·
その土地は、深部では土壌があるが、地表、特に平野部では岩がちである。
διόπερ ψιλὴ πᾶσά ἐστι, κριθοφόρος δὲ ἱκανῶς.
それゆえ全体として樹木がなく禿げているが、大麦を十分に産する。
Μυρμιδόνας δὲ κληθῆναί φασιν οὐχ ὡς ὁ μῦθος τοὺς Αἰγινήτας, ὅτι λοιμοῦ μεγάλου συμπεσόντος οἱ μύρμηκες ἄνθρωποι γένοιντο κατʼ εὐχὴν Αἰακοῦ, ἀλλʼ ὅτι μυρμήκων τρόπον ὀρύττοντες τὴν γῆν ἐπισπείροιεν ἐπὶ τὰς πέτρας, ὥστʼ ἔχειν γεωργεῖν, ἐν δὲ τοῖς ὀρύγμασιν οἰκεῖν φειδόμενοι πλίνθων.
アイギナ人がミルミドン人と呼ばれるようになったのは、神話が語るように、大疫病が発生したときにアイアコスの祈りによって蟻が人間になったからではなく、彼らが蟻のように土地を掘り起こして岩の上に土を蒔いて耕作できるようにし、日干しレンガを節約するためにその掘り穴に住んだからだと言われている。
ὠνομάζετο δʼ Οἰνώνη πάλαι ἐπῴκησαν δʼ αὐτὴν Ἀργεῖοι καὶ Κρῆτες καὶ Ἐπιδαύριοι καὶ Δωριεῖς, ὕστερον δὲ κατεκληρούχησαν τὴν νῆσον Ἀθηναῖοι·
古くはオイノネと呼ばれていた。 アルゴス人、クレタ人、エピダウロス人、ドリス人がここに植民し、のちにアテナイ人がこの島を分配地とした。
ἀφελόμενοι δὲ Λακεδαιμόνιοι τοὺς Ἀθηναίους τὴν νῆσον ἀπέδοσαν τοῖς ἀρχαίοις οἰκήτορσιν.
しかし、ラケダイモン人がアテナイ人から島を奪い取り、元の住民に返還した。
ἀποίκους δʼ ἔστειλαν Αἰγινῆται εἴς τε Κυδωνίαν τὴν ἐν Κρήτῃ καὶ εἰς Ὀμβρικούς.
アイギナ人はクレタのクドニアおよびオンブリコイ人のもとに植民を送り出した。
Ἔφορος δʼ ἐν Αἰγίνῃ ἄργυρον πρῶτον κοπῆναί φησιν ὑπὸ Φείδωνος·
エポロスは、アイギナにおいて最初にフェイドンによって銀貨が鋳造されたと述べている。
ἐμπόριον γὰρ γενέσθαι, διὰ τὴν λυπρότητα τῆς χώρας τῶν ἀνθρώπων θαλαττουργούντων ἐμπορικῶς, ἀφʼ οὗ τὸν ῥῶπον Αἰγιναίαν ἐμπολὴν λέγεσθαι.
というのも、土地が不毛であるために、人々が商業的に海上労働に従事したことで交易地となり、その結果、小間物が「アイギナの貨物」と呼ばれるようになったからである。
§8.6.17ὁ δὲ ποιητὴς ἔνια μὲν χωρία λέγει συνεχῶς ὥσπερ καὶ κεῖται " οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα " " οἳ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε Ἑρμιόνην τʼ Ἀσίνην τε Τροιζῆνʼ Ἠιόνας τε.
ところで、詩人はある場所を、実際に位置している通りに連続して述べている。 「ウリエとアウリスを領有していた人々」あるいは、「またアルゴスとティリュンスを領有していた人々、ヘルミオネとアシネ、トロイゼンとエイオナイ」しかし、時には順序通りではなく述べる。
" ἄλλοτε δʼ οὐχ ὡς ἔστι τῇ τάξει " σχοῖνόν τε Σκῶλόν τε Θέσπειαν Γραῖάν τε.
「スコイノス、スコロス、テスペイア、グライア」また、本土にある場所を島々と一緒に述べることもある。
" τά τʼ ἐν ἠπείρῳ ταῖς νήσοις συμφράζει " οἵ ῥʼ Ἰθάκην εἶχον, καὶ Κροκύλειʼ ἐνέμοντο. " τὰ γὰρ Κροκύλεια ἐν τοῖς Ἀκαρνᾶσιν.
「イタケを領有し、クロキュレイアを治めていた人々」というのも、クロキュレイアはアカルナニア人の間にあるからである。
οὕτω δὲ καὶ νῦν τῇ Αἰγίνῃ τὸν Μάσητα συνῆψεν ὄντα τῆς Ἀργολικῆς ἠπείρου.
このように今回もまた、アルゴリスの本土にあるマセスをアイギナに結びつけたのである。
Θυρέας δὲ Ὅμηρος μὲν οὐκ ὠνόμασεν, οἱ δʼ ἄλλοι θρυλοῦσι·
テュレアについては、ホメロスは名指さなかったが、他の人々はよく噂にのぼらせている。
περὶ ὧν Ἀργείοις καὶ Λακεδαιμονίοις συνέστη ἀγὼν τριακοσίοις πρὸς τριακοσίους·
これをめぐって、アルゴス人とラケダイモン人の間で、300対300の闘争が起こった。
ἐνίκων δὲ Λακεδαιμόνιοι στρατηγοῦντος Ὀθρυάδα·
オトリュアデスが指揮するラケダイモン人が勝利した。
εἶναι δέ φησι τὸ χωρίον τοῦτο Θουκυδίδης ἐν τῇ Κυνουρίᾳ κατὰ τὴν μεθορίαν τῆς Ἀργείας καὶ τῆς Λακωνικῆς.
トゥキュディデスはこの地がクヌリア地方にあり、アルゴス領とラコニア領の境界付近に位置していると述べている。
εἰσὶ δὲ καὶ Ὑσίαι τόπος γνώριμος τῆς Ἀργολικῆς καὶ Κεγχρεαί, αἳ κεῖνται ἐπὶ τῇ ὁδῷ τῇ ἐκ Τεγέας εἰς Ἄργος διὰ τοῦ Παρθενίου ὄρους.
また、アルゴス領の有名な場所としてヒュシアイもあり、ケンクレアイもあるが、これらはパルテニオン山を経由してテゲアからアルゴスへ至る道沿いに位置している。
Ὅμηρος δʼ αὐτὰς οὐκ οἶδεν.
しかしホメロスはこれらを知らない。
§8.6.18τῶν κατὰ Πελοπόννησον πόλεων ἐνδοξόταται γεγόνασι καὶ μέχρι νῦν εἰσιν Ἄργος τε Σπάρτη τε, διὰ δὲ τὸ πολυθρύλητον ἥκιστα δεῖ μακρολογεῖν περὶ αὐτῶν·
ペロポネソスの都市のうちで、最も栄光に満ちており、現在もなおそうであるのはアルゴスとスパルタである。 しかし、あまりにも語り尽くされているため、それらについて長々と語る必要はほとんどない。
τὰ γὰρ ὑπὸ πάντων εἰρημένα λέγειν δόξομεν.
というのも、万人が語ったことを繰り返すように思われるだろうからである。
τὸ παλαιὸν μὲν οὖν ηὐδοκίμει τὸ Ἄργος μᾶλλον, ὕστερον δὲ καὶ μέχρι παντὸς ὑπερεβάλοντο Λακεδαιμόνιοι καὶ διετέλεσαν τὴν αὐτονομίαν φυλάττοντες, πλὴν εἴ τί που μικρὸν προσπταίειν αὐτοὺς συνέβαινεν.
古くはアルゴスの方がより名声が高かったが、のちには、そして最後まで、ラケダイモン人がこれを超越し、彼らの自立を守り通した。 ただし、どこかで何かしら小さなつまずきを経験することがあったとしても。
Ἀργεῖοι δὲ Πύρρον μὲν οὐκ ἐδέξαντο (ἀλλὰ καὶ πρὸ τοῦ τείχους ἔπεσε γρᾳδίου τινός, ὡς ἔοικε, κεραμίδα ἀφέντος ἄνωθεν ἐπὶ τὴν κεφαλήν) ὑπʼ ἄλλοις δʼ ἐγένοντο βασιλεῦσι, μετασχόντες δὲ τοῦ τῶν Ἀχαιῶν συστήματος σὺν ἐκείνοις εἰς τὴν τῶν Ῥωμαίων ἐξουσίαν ἦλθον, καὶ νῦν συνέστηκεν ἡ πόλις δευτερεύουσα τῇ τάξει μετὰ τὴν Σπάρτην.
アルゴス人はピュロスを受け入れなかった(むしろ彼は城壁の前で、どうやらある老婆が上から頭の上に瓦を投げ落としたことによって倒れたのである)。 そして彼らは他の王たちの支配下に置かれ、アカイア人の同盟に参加し、彼らとともにローマ人の支配下に入った。 そして今や、この都市はスパルタに次ぐ第二の地位にあるものとして存続している。

語釈・文法注

  1. p.532νῆσόν τʼ Αἴγιναν — ホメロス『イリアス』第2巻562行において、本土エピダウロス領のアイギナとアイギナ島が同名(ホモニミアー)であるため、混同を避けるために「アイギナを(領有していた人々)」という表現の代わりに「アイギナ島を」という校訂・異本が提案された背景を示している。
  2. p.532ἀφελόμενοι δὲ Λακεδαιμόνιοι τοὺς Ἀθηναίους τὴν νῆσον — 奪取を表す動詞 `ἀφαιρέω`(奪う)が「人」と「物」の二つの対格をとる二重対格構文。ここでは `τοὺς Ἀθηναίους` が奪われる対象(アテナイ人から)、`τὴν νῆσον` が奪われる物(島を)に対応する。
  3. p.533τά τʼ ἐν ἠπείρῳ ταῖς νήσοις συμφράζει — 動詞 `συμφράζει` の主語は先立って言及されている `ὁ ποιητής`(詩人)。`τά ἐν ἠπείρῳ`(本土にあるもの)が対格目的語であり、`ταῖς νήσοις`(島々と一緒に)は随伴を示す与格として係る。
  4. p.534πλὴν εἴ τί που μικρὸν προσπταίειν αὐτοὺς συνέβαινεν — 非人称動詞 `συνέβαινεν`(〜ということが起こった)が、対格不定詞句 `προσπταίειν αὐτοὺς`(彼ら[スパルタ人]がつまずくこと)を意味上の主語として取っている構文。過去の一般的な事実についての限定や譲歩を表す従属節を形成する。

この箇所を引用する

ストラボン, 地理誌 §8.6.16-8.6.18. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.6.16-8.6.18

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。