Humanitext Reader

斯特拉波 · 地理学 §8.6.19-8.6.20

迈锡尼的衰落与地峡科林斯的繁荣

第 267 段,共 577 段 · 希腊语

内容简介

本节详述了船只目录中迈锡尼统治下的地点,叙述了迈锡尼的毁灭及其与阿哥斯的同义混用,随后阐释了科林斯凭借地峡双港的战略优势积累巨额财富的历史及相关逸事。

§8.6.19ἑξῆς δὲ λέγωμεν περὶ τῶν ὑπὸ Μυκήναις καὶ τῷ Ἀγαμέμνονι τεταγμένων τόπων ἐν τῷ καταλόγῳ τῶν νεῶν· ἔχει δʼ οὕτω τὰ ἔπη " οἳ δὲ Μυκήνας εἶχον, ἐυκτίμενον πτολίεθρον, ἀφνειόν τε Κόρινθον ἐυκτιμένας τε Κλεωνάς, Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν, οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν Πελλήνην τʼ εἶχον, ἠδʼ Αἴγιον ἀμφενέμοντο, αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν.
接下来,让我们谈谈船只目录中位于迈锡尼和阿伽门农统治下的地方;诗句如下: “那些占有迈锡尼这所建造完好的城堡、以及富裕的科林斯和建造完好的克莱奥奈的人,他们耕作着奥尔内亚伊和可爱的阿拉伊叙雷阿,以及西库翁——阿德拉斯托斯最早在此称王;还有那些占有许佩雷西亚和险峻的戈诺埃萨、以及佩莱内的人,他们居住在埃吉翁周围,以及整个沿岸地带和宽阔的赫利刻周围。
" αἱ μὲν οὖν Μυκῆναι νῦν οὐκέτʼ εἰσίν, ἔκτισε δʼ αὐτὰς Περσεύς, διεδέξατο δὲ Σθένελος, εἶτʼ Εὐρυσθεύς· οἱ δʼ αὐτοὶ καὶ τοῦ Ἄργους ἦρξαν.
” 如今,迈锡尼已不复存在;它是珀耳修斯建立的,斯塞内洛斯继承了他,然后是欧律斯透斯;这些人也同样统治了阿哥斯。
Εὐρυσθεὺς μὲν οὖν στρατεύσας εἰς Μαραθῶνα ἐπὶ τοὺς Ἡρακλέους παῖδας καὶ Ἰόλαον βοηθησάντων Ἀθηναίων ἱστορεῖται πεσεῖν ἐν τῇ μάχῃ, καὶ τὸ μὲν ἄλλο σῶμα Γαργηττοῖ ταφῆναι, τὴν δὲ κεφαλὴν χωρὶς ἐν Τρικορύνθῳ, ἀποκόψαντος αὐτὴν Ἰολάου περὶ τὴν κρήνην τὴν Μακαρίαν ὑπὸ ἁμαξιτόν· καὶ ὁ τόπος καλεῖται Εὐρυσθέως κεφαλή.
据记载,欧律斯透斯在雅典人的援助下,率军前往马拉松讨伐赫拉克勒斯的孩子们和伊奥拉奥斯,并在战斗中阵亡;其躯干葬于加尔格托斯,而头部则单独葬于特里科林索斯,因为伊奥拉奥斯在车道旁边的马卡里亚泉附近将他的头砍了下来;该地因此被称为“欧律斯透斯之头”。
αἱ δὲ Μυκῆναι μετέπεσον εἰς τοὺς Πελοπίδας ὁρμηθέντας ἐκ τῆς Πισάτιδος, εἶτʼ εἰς τοὺς Ἡρακλείδας καὶ τὸ Ἄργος ἔχοντας.
此后,迈锡尼落入从皮萨蒂斯出发的珀罗普斯后裔之手,随后又归于赫拉克勒斯后裔及占有阿哥斯的人。
μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀργεῖοι μετὰ Κλεωναίων καὶ Τεγεατῶν ἐπελθόντες ἄρδην τὰς Μυκήνας ἀνεῖλον καὶ τὴν χώραν διενείμαντο.
但在萨拉米斯海战之后,阿哥斯人与克莱奥奈人和特格阿人一同袭来,将迈锡尼彻底摧毁,并瓜分了其领土。
διὰ δὲ τὴν ἐγγύτητα τὰς δύο πόλεις ὡς μίαν οἱ τραγικοὶ συνωνύμως προσαγορεύουσιν, Εὐριπίδης δὲ καὶ ἐν τῷ αὐτῷ δράματι τοτὲ μὲν Μυκήνας καλῶν τοτὲ δʼ Ἄργος τὴν αὐτὴν πόλιν, καθάπερ ἐν Ἰφιγενείᾳ καὶ Ὀρέστῃ.
由于两地邻近,悲剧诗人将这两个城市同义地称为一个,欧里庇得斯甚至在同一部剧作中,有时将同一座城市称为迈锡尼,有时称为阿哥斯,例如在《伊菲革涅亚》和《俄瑞斯忒斯》中。
Κλεωναὶ δʼ εἰσὶ πόλισμα ἐπὶ τῇ ὁδῷ κείμενον τῇ ἐξ Ἄργους εἰς Κόρινθον ἐπὶ λόφου περιοικουμένου πανταχόθεν καὶ τετειχισμένου καλῶς, ὥστʼ οἰκείως εἰρῆσθαί μοι δοκεῖ τὸ ἐυκτιμένας Κλεωνάς.
克莱奥奈是位于从阿哥斯到科林斯道路旁的一座小镇,坐落在一个四周有人居住且筑有良好城墙的山丘上,因此在我看来,荷马使用“建造完好的克莱奥奈”这一称呼是极为妥当的。
ἐνταῦθα δὲ καὶ ἡ Νεμέα μεταξὺ Κλεωνῶν καὶ Φλιοῦντος καὶ τὸ ἄλσος, ἐν ᾧ καὶ τὰ Νέμεα συντελεῖν ἔθος τοῖς Ἀργείοις, καὶ τὰ περὶ τὸν Νεμεαῖον λέοντα μυθευόμενα, καὶ ἡ Βέμβινα κώμη·
这里还有位于克莱奥奈和弗利乌斯之间的内梅亚,以及那片圣林,阿哥斯人习惯在其中举行内梅亚竞技会,这里也是关于内梅亚狮子神话的发生地,还有本比纳村。
διέχουσι δʼ αἱ Κλεωναὶ τοῦ μὲν Ἄργους σταδίους ἑκατὸν εἴκοσι, Κορίνθου δὲ ὀγδοήκοντα.
克莱奥奈距离阿哥斯一百二十斯塔迪翁,距离科林斯八十斯塔迪翁。
καὶ ἡμεῖς ἀπὸ τοῦ Ἀκροκορίνθου κατωπτεύσαμεν τὸ κτίσμα.
我们自己也曾从阿克罗科林斯俯瞰过这座城镇的遗迹。
§8.6.20ὁ δὲ Κόρινθος ἀφνειὸς μὲν λέγεται διὰ τὸ ἐμπόριον, ἐπὶ τῷ Ἰσθμῷ κείμενος καὶ δυεῖν λιμένων κύριος, ὧν ὁ μὲν τῆς Ἀσίας ὁ δὲ τῆς Ἰταλίας ἐγγύς ἐστι καὶ ῥᾳδίας ποιεῖ τὰς ἑκατέρωθεν ἀμοιβὰς τῶν φορτίων πρὸς ἀλλήλους τοῖς τοσοῦτον ἀφεστῶσιν.
而科林斯因其贸易而被称作富裕,它坐落在地峡之上,掌控着两个港口,其中一个靠近亚洲,另一个靠近意大利;它使相距如此遥远的两地人们能够轻松地相互交换货物。
ἦν δʼ ὥσπερ ὁ πορθμὸς οὐκ εὔπλους ὁ κατὰ τὴν Σικελίαν τὸ παλαιόν, οὕτω καὶ τὰ πελάγη καὶ μάλιστα τὸ ὑπὲρ Μαλεῶν διὰ τὰς ἀντιπνοίας· ἀφʼ οὗ καὶ παροιμιάζονται "Μαλέας δὲ κάμψας ἐπιλάθου τῶν οἴκαδε.
正如同古代西西里附近的峡湾不易航行一样,外海,尤其是马莱阿岬角以外的海域,也因逆风而难以航行;因此有谚语说:“绕过马莱阿,便忘家乡事。
" ἀγαπητὸν οὖν ἑκατέροις ἦν τοῖς τε ἐκ τῆς Ἰταλίας καὶ ἐκ τῆς Ἀσίας ἐμπόροις, ἀφεῖσι τὸν περὶ Μαλέας πλοῦν, κατάγεσθαι τὸν φόρτον αὐτόθι· καὶ πεζῇ δὲ τῶν ἐκκομιζομένων ἐκ τῆς Πελοποννήσου καὶ τῶν εἰσαγομένων ἔπιπτε τὰ τέλη τοῖς τὰ κλεῖθρα ἔχουσι.
”所以,对于来自意大利和亚洲的商人来说,放弃绕过马莱阿的航程而在此地卸下货物是极受欢迎的选择;而对于通过陆路运出伯罗奔尼撒和运入的商品,其税收也都落入了掌控关卡的人手中。
διέμεινε δὲ τοῦτο καὶ εἰς ὕστερον μέχρι παντός· τοῖς δʼ ὕστερον καὶ πλείω προσεγίνετο πλεονεκτήματα· καὶ γὰρ ὁ Ἰσθμικὸς ἀγὼν ἐκεῖ συντελούμενος ὄχλους ἐπήγετο, καὶ οἱ Βακχιάδαι τυραννήσαντες, πλούσιοι καὶ πολλοὶ καὶ γένος λαμπροί, διακόσια ἔτη σχεδόν τι κατέσχον τὴν ἀρχὴν καὶ τὸ ἐμπόριον ἀδεῶς ἐκαρπώσαντο·
这一直延续到后来,直至最后;而对后代人来说,甚至增加了更多的优势;因为在那里举行的地峡竞技会吸引了大量人群,而作为僭主统治此地的巴克基亚德家族,富有、人多且出身显赫,掌控了政权近两百年,毫无忧虑地享受着贸易的成果。
τούτους δὲ Κύψελος καταλύσας αὐτὸς ἐτυράννησε, καὶ μέχρι τριγονίας ὁ οἶκος αὐτοῦ συνέμεινε· τοῦ δὲ περὶ τὸν οἶκον τοῦτον πλούτου μαρτύριον τὸ Ὀλυμπίασιν ἀνάθημα Κυψέλου, σφυρήλατος χρυσοῦς ἀνδριὰς εὐμεγέθης.
库普塞洛斯推翻了他们并自己成为僭主,他的家族延续到了第三代;这一家族富庶的证明就是库普塞洛斯在奥林匹亚的献纳物,即一尊用黄金锤击制成的巨大立像。
Δημάρατός τε, εἷς τῶν ἐν Κορίνθῳ δυναστευσάντων, φεύγων τὰς ἐκεῖ στάσεις τοσοῦτον ἠνέγκατο πλοῦτον οἴκοθεν εἰς τὴν Τυρρηνίαν ὥστε αὐτὸς μὲν ἦρξε τῆς δεξαμένης αὐτὸν πόλεως, ὁ δʼ υἱὸς αὐτοῦ καὶ Ῥωμαίων κατέστη βασιλεύς.
科林斯的掌权者之一德马拉托斯,为了逃避那里的内讧,从家里带了如此巨大的财富前往第勒尼安,以至于他自己统治了接纳他的城市,而他的儿子甚至成为了罗马人的国王。
τό τε τῆς Ἀφροδίτης ἱερὸν οὕτω πλούσιον ὑπῆρξεν ὥστε πλείους ἢ χιλίας ἱεροδούλους ἐκέκτητο ἑταίρας, ἃς ἀνετίθεσαν τῇ θεῷ καὶ ἄνδρες καὶ γυναῖκες.
阿佛洛狄忒的神庙也是如此富裕,以至于拥有超过一千名充当娼妓的神庙侍女,她们是由男人和女人献给女神的。
καὶ διὰ ταύτας οὖν πολυωχλεῖτο ἡ πόλις καὶ ἐπλουτίζετο· οἱ γὰρ ναύκληροι ῥᾳδίως ἐξανηλίσκοντο, καὶ διὰ τοῦτο ἡ παροιμία φησίν "οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθʼ ὁ πλοῦς.
因此,由于这些女人的存在,城市变得极其拥挤并富裕起来;因为船主们极易在此挥霍一空,所以谚语说:“并非每个人的航程都能抵达科林斯。
" καὶ δὴ καὶ μνημονεύεταί τις ἑταίρα πρὸς τὴν ὀνειδίζουσαν, ὅτι οὐ φιλεργὸς εἴη οὐδʼ ἐρίων ἅπτοιτο, εἰπεῖν ἐγὼ μέντοι ἡ τοιαύτη τρεῖς ἤδη καθεῖλον ἱστοὺς ἐν βραχεῖ χρόνῳ τούτῳ.
”而且,确实有记载称,某位高级妓女在回应一个指责她不勤劳、不碰羊毛的女人时说道:“然而,像我这样的人,在这一短时间内已经放倒(完成)了三根帆柱(织机)了。 ”

词汇与语法注释

  1. 8.6.19βοηθησάντων Ἀθηναίων — 由现在分词 `βοηθησάντων` 及其属格主语 `Ἀθηναίων` 构成的属格绝对独立结构,在此表示欧律斯透斯战死的“原因”或“伴随情况”。
  2. 8.6.19ἱστορεῖται πεσεῖν — 传递动词的被动语态 `ἱστορεῖται` 采用了与主语 `Εὐρυσθεύς` 一致的个人结构,而非无人称结构,因此带起单纯不定式 `πεσεῖν`。而接下来的 `ταφῆναι` 则转入了以 `τὸ μὲν ἄλλο σῶμα` 为主语的“对格加不定式”结构。
  3. 8.6.20ἀφεῖσι τὸν περὶ Μαλέας πλοῦν — 第二不定过去时主动分词阳性复数与格 `ἀφεῖσι`(源自 `ἀφίημι`,“放弃”)修饰前方的与格名词 `τοῖς τε ἐκ τῆς Ἰταλίας καὶ ἐκ τῆς Ἀσίας ἐμπόροις`,意为“对于那些放弃了绕行马莱阿航程的来自意大利和亚洲的商人来说”。
  4. 8.6.20τρεῖς ἤδη καθεῖλον ἱστοὺς — 利用 `ἱστός` 兼具“织机(织物)”与“船只帆柱”的双重含义所作的双关表达。表面上她声称完成了三部织物以示勤劳,实质上则是炫耀自己破产了富裕的船主,令他们“放倒了三根桅杆”。

引用这一段

斯特拉波, 地理学 §8.6.19-8.6.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.6.19-8.6.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。