§8.6.16Αἴγινα δʼ ἔστι μὲν καὶ τόπος τις τῆς Ἐπιδαυρίας, ἔστι δὲ καὶ νῆσος πρὸ τῆς ἠπείρου ταύτης, ἣν ἐν τοῖς ἀρτίως παρατεθεῖσιν ἔπεσι βούλεται φράζειν ὁ ποιητής· διὸ καὶ γράφουσί τινες
νῆσόν τʼ Αἴγιναν
ἀντὶ τοῦ
οἵ τʼ ἔχον Αἴγιναν,
διαστελλόμενοι τὴν ὁμωνυμίαν.
埃吉纳既是埃皮道里亚地区的一个地方,也是位于该大陆前方的一个岛屿,诗人正是想在刚才引用的诗句中指明这一点;因此,有些人写道: “以及埃吉纳岛” 以代替 “以及那些占有埃吉纳的人”,以此来区分这一同名物。
ὅτι μὲν οὖν τῶν σφόδρα γνωρίμων ἐστὶν ἡ νῆσος, τί δεῖ λέγειν;
既然该岛属于极著名的岛屿之一,又何需多言?
ἐντεῦθεν γὰρ Αἰακός τε λέγεται καὶ οἱ ἀπʼ αὐτοῦ.
因为据说埃阿科斯及其后代均出自这里。
αὕτη δʼ ἐστὶν ἡ καὶ θαλαττοκρατήσασά ποτε καὶ περὶ πρωτείων ἀμφισβητήσασα πρὸς Ἀθηναίους ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ κατὰ τὰ Περσικά.
此岛曾一度称霸海上,并在波斯战争期间的萨拉米斯海战中与雅典人争夺首功。
λέγεται δὲ σταδίων ἑκατὸν ὀγδοήκοντα ὁ κύκλος τῆς νήσου, πόλιν δʼ ὁμώνυμον ἔχει τετραμμένην πρὸς λίβα· περιέχουσι δʼ αὐτὴν ἥ τε Ἀττικὴ καὶ ἡ Μεγαρὶς καὶ τῆς Πελοποννήσου τὰ μέχρι Ἐπιδαύρου, σχεδόν τι ἑκατὸν σταδίους ἑκάστη διέχουσα· τὸ δὲ ἑωθινὸν μέρος καὶ τὸ νότιον πελάγει κλύζεται τῷ τε Μυρτῴῳ καὶ τῷ Κρητικῷ· νησίδια δὲ περίκειται πολλὰ μὲν πρὸς τῇ ἠπείρῳ, Βέλβινα δὲ πρὸς τὸ πέλαγος ἀνατείνουσα.
据说该岛周长为一百八十斯塔迪翁,拥有一座面向西南方向的同名城市;阿提卡、梅加里斯以及伯罗奔尼撒直至埃皮道鲁斯的部分环绕着它,各处相距约一百斯塔迪翁;其东部和南部被米尔托伊海和克里特海所环绕;许多小岛围绕在大陆附近,而贝尔比纳岛则延伸向外海。
ἡ δὲ χώρα αὐτῆς κατὰ βάθους μὲν γεώδης ἐστί, πετρώδης δʼ ἐπιπολῆς καὶ μάλιστα ἡ πεδιάς· διόπερ ψιλὴ πᾶσά ἐστι, κριθοφόρος δὲ ἱκανῶς.
其土地深层有土,而表面多石,尤其是平原地区;因此整片土地光秃秃的,但大麦产量充足。
Μυρμιδόνας δὲ κληθῆναί φασιν οὐχ ὡς ὁ μῦθος τοὺς Αἰγινήτας, ὅτι λοιμοῦ μεγάλου συμπεσόντος οἱ μύρμηκες ἄνθρωποι γένοιντο κατʼ εὐχὴν Αἰακοῦ, ἀλλʼ ὅτι μυρμήκων τρόπον ὀρύττοντες τὴν γῆν ἐπισπείροιεν ἐπὶ τὰς πέτρας, ὥστʼ ἔχειν γεωργεῖν, ἐν δὲ τοῖς ὀρύγμασιν οἰκεῖν φειδόμενοι πλίνθων.
据说埃吉纳人被称为密耳弥冬人,并非如神话所说,由于发生大瘟疫,蚂蚁因埃阿科斯的祈祷而变成了人,而是因为他们像蚂蚁一样挖掘土地并将其撒在岩石上,以便进行耕作,并住在这些洞穴中,以省去砖块。
ὠνομάζετο δʼ Οἰνώνη πάλαι ἐπῴκησαν δʼ αὐτὴν Ἀργεῖοι καὶ Κρῆτες καὶ Ἐπιδαύριοι καὶ Δωριεῖς, ὕστερον δὲ κατεκληρούχησαν τὴν νῆσον Ἀθηναῖοι· ἀφελόμενοι δὲ Λακεδαιμόνιοι τοὺς Ἀθηναίους τὴν νῆσον ἀπέδοσαν τοῖς ἀρχαίοις οἰκήτορσιν.
该岛古时被称为奥诺内;阿哥斯人、克里特人、埃皮道鲁斯人和多利安人曾在此殖民,后来雅典人将该岛分配给本国公民;但拉刻代蒙人从雅典人手中夺走该岛,将其归还给原来的居民。
ἀποίκους δʼ ἔστειλαν Αἰγινῆται εἴς τε Κυδωνίαν τὴν ἐν Κρήτῃ καὶ εἰς Ὀμβρικούς.
埃吉纳人曾向克里特的库多尼亚以及翁布里亚人那里派遣了殖民者。
Ἔφορος δʼ ἐν Αἰγίνῃ ἄργυρον πρῶτον κοπῆναί φησιν ὑπὸ Φείδωνος· ἐμπόριον γὰρ γενέσθαι, διὰ τὴν λυπρότητα τῆς χώρας τῶν ἀνθρώπων θαλαττουργούντων ἐμπορικῶς, ἀφʼ οὗ τὸν ῥῶπον Αἰγιναίαν ἐμπολὴν λέγεσθαι.
埃福罗斯说,埃吉纳的银币最早是由斐顿铸造的;因为该岛由于土地贫瘠,人们通过商业性的海上活动使之成为了贸易站,因此零星杂货被称为“埃吉纳商品”。
§8.6.17ὁ δὲ ποιητὴς ἔνια μὲν χωρία λέγει συνεχῶς ὥσπερ καὶ κεῖται
"
οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα
"
"
οἳ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε
Ἑρμιόνην τʼ Ἀσίνην τε
Τροιζῆνʼ Ἠιόνας τε.
而诗人提及某些地方时,有时是按照它们实际相连的顺序: “那些居住在赫里亚和奥利斯的人” 以及 “那些占有阿哥斯和蒂林斯、以及赫尔米奥内和阿西内、以及特罗曾和埃奥内的人。
"
ἄλλοτε δʼ οὐχ ὡς ἔστι τῇ τάξει
"
σχοῖνόν τε Σκῶλόν τε
Θέσπειαν Γραῖάν τε.
” 但有时并不按它们的顺序: “以及斯科伊诺斯和斯科洛斯、以及塞斯皮亚和格莱亚。
"
τά τʼ ἐν ἠπείρῳ ταῖς νήσοις συμφράζει
"
οἵ ῥʼ Ἰθάκην εἶχον,
καὶ Κροκύλειʼ ἐνέμοντο.
” 他还会将大陆上的地方与岛屿一同提及: “那些占有伊萨卡、并居住在克罗库莱亚的人。
"
τὰ γὰρ Κροκύλεια ἐν τοῖς Ἀκαρνᾶσιν.
” 因为克罗库莱亚位于阿卡纳尼亚人之中。
οὕτω δὲ καὶ νῦν τῇ Αἰγίνῃ τὸν Μάσητα συνῆψεν ὄντα τῆς Ἀργολικῆς ἠπείρου.
因此,现在他也同样将位于阿哥利斯大陆上的马塞斯与埃吉纳联结在一起。
Θυρέας δὲ Ὅμηρος μὲν οὐκ ὠνόμασεν, οἱ δʼ ἄλλοι θρυλοῦσι· περὶ ὧν Ἀργείοις καὶ Λακεδαιμονίοις συνέστη ἀγὼν τριακοσίοις πρὸς τριακοσίους· ἐνίκων δὲ Λακεδαιμόνιοι στρατηγοῦντος Ὀθρυάδα· εἶναι δέ φησι τὸ χωρίον τοῦτο Θουκυδίδης ἐν τῇ Κυνουρίᾳ κατὰ τὴν μεθορίαν τῆς Ἀργείας καὶ τῆς Λακωνικῆς.
至于塞雷亚,荷马虽然没有提及,但其他人却经常谈论它;围绕该地,阿哥斯人与拉刻代蒙人之间爆发了一场三百对三百人的战斗;拉刻代蒙人在奥斯里阿底斯的指挥下获胜;修昔底德说这个地方位于库努里亚,处于阿哥斯和拉科尼亚的交界处。
εἰσὶ δὲ καὶ Ὑσίαι τόπος γνώριμος τῆς Ἀργολικῆς καὶ Κεγχρεαί, αἳ κεῖνται ἐπὶ τῇ ὁδῷ τῇ ἐκ Τεγέας εἰς Ἄργος διὰ τοῦ Παρθενίου ὄρους.
此外,许西亚伊也是阿哥利斯地区一个著名的地方,还有肯克雷阿伊,它们位于从特格阿穿过帕尔塞尼翁山前往阿哥斯的道路上。
Ὅμηρος δʼ αὐτὰς οὐκ οἶδεν.
但荷马并不知晓它们。
§8.6.18τῶν κατὰ Πελοπόννησον πόλεων ἐνδοξόταται γεγόνασι καὶ μέχρι νῦν εἰσιν Ἄργος τε Σπάρτη τε, διὰ δὲ τὸ πολυθρύλητον ἥκιστα δεῖ μακρολογεῖν περὶ αὐτῶν· τὰ γὰρ ὑπὸ πάντων εἰρημένα λέγειν δόξομεν.
在伯罗奔尼撒的城市中,最著名的过去和现在依然是阿哥斯和斯巴达,但由于它们名声极响,极不需要对其长篇大论;因为我们说的话,似乎只会是在重复众人已经说过的东西。
τὸ παλαιὸν μὲν οὖν ηὐδοκίμει τὸ Ἄργος μᾶλλον, ὕστερον δὲ καὶ μέχρι παντὸς ὑπερεβάλοντο Λακεδαιμόνιοι καὶ διετέλεσαν τὴν αὐτονομίαν φυλάττοντες, πλὴν εἴ τί που μικρὸν προσπταίειν αὐτοὺς συνέβαινεν.
在古代,阿哥斯更为出名,但后来直至最后,拉刻代蒙人都超越了它,并始终保持着自治,除非他们在某些地方偶尔遭遇微小的挫折。
Ἀργεῖοι δὲ Πύρρον μὲν οὐκ ἐδέξαντο (ἀλλὰ καὶ πρὸ τοῦ τείχους ἔπεσε γρᾳδίου τινός, ὡς ἔοικε, κεραμίδα ἀφέντος ἄνωθεν ἐπὶ τὴν κεφαλήν) ὑπʼ ἄλλοις δʼ ἐγένοντο βασιλεῦσι, μετασχόντες δὲ τοῦ τῶν Ἀχαιῶν συστήματος σὺν ἐκείνοις εἰς τὴν τῶν Ῥωμαίων ἐξουσίαν ἦλθον, καὶ νῦν συνέστηκεν ἡ πόλις δευτερεύουσα τῇ τάξει μετὰ τὴν Σπάρτην.
阿哥斯人并未接纳皮洛士(相反,他甚至死在城墙前,似乎是因为一个老妇人从上面把一块瓦片扔到了他的头上),而是置于其他国王统治之下,并加入亚该亚同盟,与他们一起归于罗马人的统治之下,现在这座城市作为次于斯巴达的第二等城市而存在。