Humanitext Reader

斯特拉波 · 地理学 §8.6.12-8.6.15

赫尔米奥内与特罗曾等阿哥利斯沿海城邦

第 265 段,共 577 段 · 希腊语

内容简介

介绍了赫尔米奥内、阿西内、特罗曾和埃皮道鲁斯等阿哥斯地区城市的历史、传说与地理,重点阐述了卡劳里亚波塞冬神庙的避难权、德摩斯梯尼之死,以及围绕“美索内”地名的抄本混乱与考证。

§8.6.12Ἑρμιόνη δʼ ἐστὶ τῶν οὐκ ἀσήμων πόλεων, ἧς τὴν παραλίαν ἔχουσιν Ἁλιεῖς λεγόμενοι θαλαττουργοί τινες ἄνδρες.
赫尔米奥内也是著名的城市之一,其沿海地区由被称为“哈里埃斯(渔民)”的从事海洋工作的男子们占领。
παρʼ Ἑρμιονεῦσι δὲ τεθρύληται τὴν εἰς Ἅιδου κατάβασιν σύντομον εἶναι· διόπερ οὐκ ἐντιθέασιν ἐνταῦθα τοῖς νεκροῖς ναῦλον.
在赫尔米奥内人中流传着一种说法,即通往冥界的道路十分简捷;因此,他们在当地不给死者放入船费。
§8.6.13Δρυόπων δʼ οἰκητήριόν φασι καὶ τὴν Ἀσίνην, εἴτʼ ἐκ τῶν περὶ Σπερχειὸν τόπων ὄντας αὐτοὺς Δρύοπος τοῦ Ἀρκάδος κατοικίσαντος ἐνταῦθα, ὡς Ἀριστοτέλης φησίν, εἴθʼ Ἡρακλέους ἐκ τῆς περὶ τὸν Παρνασσὸν Δωρίδος ἐξελάσαντος αὐτούς.
据传阿西内也是德里奥普斯人的居住地,无论是如亚里士多德所说,由于他们来自斯佩尔赫伊奥斯河周边地区,阿卡迪亚人德里奥普斯将他们安置于此,还是因为赫拉克勒斯将他们赶出了帕纳索斯山附近的多里斯地区。
τὸ δὲ Σκύλλαιον τὸ ἐν Ἑρμιόνῃ ὠνομάσθαι φασὶν ἀπὸ Σκύλλης τῆς Νίσου θυγατρός, ἣν ἐξ ἔρωτος προδοῦσαν Μίνῳ τὴν Νίσαιαν καταποντωθῆναί φασιν ὑπʼ αὐτοῦ, δεῦρο δʼ ἐκκυμανθεῖσαν ταφῆς τυχεῖν.
据说赫尔米奥内的斯库拉伊翁岬角得名于尼索斯的女儿斯库拉,据说她因爱情而将尼赛亚背叛给米诺斯,后被他投入海中,波浪将她冲到这里,她在此得到了安葬。
ἠιόνες δὲ κώμη τις ἦν, ἣν ἐρημώσαντες Μυκηναῖοι ναύσταθμον ἐποίησαν, ἀφαν οὐδὲ ναύσταθμόν ἐστιν.
埃奥内曾是一个村庄,迈锡尼人将其荒废并改建为船坞,但如今已消失,甚至连船坞也不存在了。
§8.6.14Τροιζὴν δὲ ἱερά ἐστι Ποσειδῶνος, ἀφʼ οὗ καὶ Ποσειδωνία ποτὲ ἐλέγετο· ὑπέρκειται δὲ τῆς θαλάττης εἰς πεντεκαίδεκα σταδίους, οὐδʼ αὕτη ἄσημος πόλις.
特罗曾是献给波塞冬的圣地,因此过去也曾被称为波塞冬尼亚;它位于海平面以上约十五斯塔迪翁处,本身也是一座著名的城市。
πρόκειται δὲ τοῦ λιμένος αὐτῆς Πώγωνος τοὔνομα Καλαυρία νησίδιον ὅσον τριάκοντα σταδίων ἔχον τὸν κύκλον· ἐνταῦθα ἦν ἄσυλον Ποσειδῶνος ἱερόν, καί φασι τὸν θεὸν τοῦτον ἀλλάξασθαι πρὸς μὲν Λητὼ τὴν Καλαυρίαν ἀντιδόντα Δῆλον, πρὸς Ἀπόλλωνα δὲ Ταίναρον ἀντιδόντα Πυθώ.
在其名为“波贡”的港口前,横卧着卡劳里亚小岛,其周长约为三十斯塔迪翁;这里曾有一座神圣不可侵犯的波塞冬神庙,据说这位神明进行了交换,把德洛斯给勒托以换取卡劳里亚,把皮托给阿波罗以换取泰纳隆。
Ἔφορος δὲ καὶ τὸν χρησμὸν λέγει " ἶσόν τοι Δῆλόν τε Καλαύρειάν τε νέμεσθαι, Πυθώ τʼ ἠγαθέην καὶ Ταίναρον ἠνεμόεντα.
埃福罗斯也提到了这个神谕: “对你而言,领有德洛斯和卡劳里亚,以及神圣的皮托和多风的泰纳隆,是同等的。
" ἦν δὲ καὶ Ἀμφικτυονία τις περὶ τὸ ἱερὸν τοῦτο ἑπτὰ πόλεων αἳ μετεῖχον τῆς θυσίας· ἦσαν δὲ Ἑρμιὼν Ἐπίδαυρος Αἴγινα Ἀθῆναι Πρασιεῖς Ναυπλιεῖς Ὀρχομενὸς ὁ Μινύειος· ὑπὲρ μὲν οὖν Ναυπλιέων Ἀργεῖοι συνετέλουν, ὑπὲρ Πρασιέων δὲ Λακεδαιμόνιοι.
” 围绕着这座神庙,还存在着一个由分享祭祀的七个城市组成的某种近邻同盟;它们是赫尔米奥内、埃皮道鲁斯、埃吉纳、雅典、普拉西埃斯、纳夫普利埃斯和闽亚人的奥尔科梅诺斯;对于纳夫普利奥人,阿哥斯人代为缴纳份额,而对于普拉西埃斯人,拉刻代蒙人代为缴纳。
οὕτω δʼ ἐπεκράτησεν ἡ τιμὴ τοῦ θεοῦ τούτου παρὰ τοῖς Ἕλλησιν ὥστε καὶ Μακεδόνες δυναστεύοντες ἤδη μέχρι δεῦρο ἐφύλαττόν πως τὴν ἀσυλίαν, καὶ τοὺς ἱκέτας ἀποσπᾶν ᾐδοῦντο τοὺς εἰς Καλαυρίαν καταφυγόντας· ὅπου γε οὐδὲ Δημοσθένη ἐθάρρησεν Ἀρχίας βιάσασθαι στρατιώτας ἔχων, ᾧ προσετέτακτο ὑπὸ Ἀντιπάτρου ζῶντα ἀγαγεῖν κἀκεῖνον καὶ τῶν ἄλλων ῥητόρων ὃν ἂν εὕρῃ τῶν ἐν ταῖς αἰτίαις ὄντων ταῖς παραπλησίοις, ἀλλὰ πείθειν ἐπειρᾶτο· οὐ μὴν ἔπεισέ γε, ἀλλʼ ἔφθη φαρμάκῳ παραλύσας ἑαυτὸν τοῦ ζῆν.
希腊人对这位神明的崇敬是如此强大,以至于已经取得统治地位的马其顿人在某种程度上至今仍维护着这一避难权,并对强行拉走逃往卡劳里亚的请求庇护者感到羞愧;正因如此,即使阿基亚斯率领士兵,奉安提帕特之命要将德摩斯梯尼以及他所发现的其他面临类似指控的演说家生擒,他也不敢对德摩斯梯尼动粗,而是试图说服他;然而他并未能说服,德摩斯梯尼服毒自尽,抢先一步结束了生命。
Τροιζὴν δὲ καὶ Πιτθεὺς οἱ Πέλοπος ὁρμηθέντες ἐκ τῆς Πισάτιδος ὁ μὲν τὴν πόλιν ὁμώνυμον ἑαυτοῦ κατέλιπεν, ὁ δὲ Πιτθεὺς ἐβασίλευσεν ἐκεῖνον διαδεξάμενος.
佩洛普斯的儿子特罗曾和皮特乌斯从皮萨蒂斯出发,前者留下了与自己同名的城市,而皮特乌斯则在继承其王位后在此统治。
Ἄνθης δʼ ὁ προκατέχων πλεύσας Ἁλικαρνασὸν ἔκτισεν· ἐροῦμεν δʼ ἐν τοῖς Καρικοῖς ον καὶ τοῖς Τρωικοῖς.
而之前占有此地的安特斯乘船离去并创建了哈利卡尔那索斯;关于这一点,我们将在关于卡里亚人和特洛伊人的章节中加以说明。
§8.6.15ἡ Ἐπίδαυρος δʼ ἐκαλεῖτο Ἐπίταυρος· φησὶ δὲ Ἀριστοτέλης κατασχεῖν αὐτὴν Κᾶρας, ὥσπερ καὶ Ἑρμιόνα, τῶν δὲ Ἡρακλειδῶν κατελθόντων Ἴωνας αὐτοῖς συνοικῆσαι τοὺς ἐκ τῆς Ἀττικῆς τετραπόλεως συνεπομένους εἰς Ἄργος.
埃皮道鲁斯曾被称为埃皮陶鲁斯;亚里士多德说卡里亚人曾占领它,就像占领赫尔米奥内一样,但在赫拉克勒斯后裔皈依之后,来自阿提卡四城同盟并随行前往阿哥斯的伊奥尼亚人与他们共同居住于此。
καὶ αὕτη δʼ οὐκ ἄσημος ἡ πόλις καὶ μάλιστα διὰ τὴν ἐπιφάνειαν τοῦ Ἀσκληπιοῦ θεραπεύειν νόσους παντοδαπὰς πεπιστευμένου, καὶ τὸ ἱερὸν πλῆρες ἔχοντος ἀεὶ τῶν τε καμνόντων καὶ τῶν ἀνακειμένων πινάκων, ἐν οἷς ἀναγεγραμμέναι τυγχάνουσιν αἱ θεραπεῖαι, καθάπερ ἐν Κῷ τε καὶ Τρίκκῃ.
这座城市也非默默无闻,尤其因为阿斯克勒庇俄斯的显圣,他被坚信能治愈各种疾病,他的神殿里总是挤满了病人和奉献的牌匾,牌匾上记录着治疗的过程,就像在科斯和特里克一样。
κεῖται δʼ ἡ πόλις ἐν μυχῷ τοῦ Σαρωνικοῦ κόλπου, τὸν περίπλουν ἔχουσα σταδίων πεντεκαίδεκα, βλέπουσα πρὸς ἀνατολὰς θερινάς· περικλείεται δʼ ὄρεσιν ὑψηλοῖς μέχρι πρὸς τὴν θάλατταν, ὥστʼ ἐρυμνὴ κατεσκεύασται φυσικῶς πανταχόθεν.
这座城市位于萨罗尼克湾的深处,其绕行一周的距离为十五斯塔迪翁,面向夏至的日出方向;它被高山环绕直至海边,因此在各方面都构成了天然的要塞。
μεταξὺ δὲ Τροιζῆνος καὶ Ἐπιδαύρου χωρίον ἦν ἐρυμνὸν Μέθανα καὶ χερρόνησος ὁμώνυμος τούτῳ· παρὰ Θουκυδίδῃ δὲ ἔν τισιν ἀντιγράφοις Μεθώνη φέρεται ὁμωνύμως τῇ Μακεδονικῇ, ἐν ᾗ Φίλιππος ἐξεκόπη τὸν ὀφθαλμὸν πολιορκῶν· διόπερ οἴεταί τινας ἐξαπατηθέντας ὁ Σκήψιος Δημήτριος τὴν ἐν τῇ Τροιζηνίᾳ Μεθώνην ὑπονοεῖν, καθʼ ἧς ἀράσασθαι λέγεται τοὺς ὑπʼ Ἀγαμέμνονος πεμφθέντας ναυτολόγους μηδέποτε παύσασθαι τειχοδομεῖν, οὐ τούτων ἀλλὰ τῶν Μακεδόνων ἀνανευσάντων, ὥς φησι Θεόπομπος· τούτους δʼ οὐκ εἰκὸς ἐγγὺς ὄντας ἀπειθῆσαι.
在特罗曾和埃皮道鲁斯之间有一个险要之地美萨纳,以及与其同名的半岛;但在修昔底德的一些抄本中,它被写作美索内,与马其顿的那座城市同名,腓力在围攻那里时被射瞎了一只眼睛;因此,斯凯普西斯的德米特里奥斯认为,有些人受到了蒙蔽,误以为是指特罗曾地区的美索内(美萨纳),据说阿伽门农派遣的征兵官曾对那里发出诅咒,祝愿他们永远不停地建造城墙,因为特奥庞波斯说,拒绝服从的不是这些人,而是马其顿人;因为很难想象这些近处的人会不服从。

词汇与语法注释

  1. 8.6.13εἴτʼ ἐκ τῶν περὶ Σπερχειὸν τόπων ὄντας αὐτοὺς Δρύοπος τοῦ Ἀρκάδος κατοικίσαντος ἐνταῦθα — 由 εἴτε... εἴτε...(无论是……还是……)引导的双重选择结构。前半句中,宾格分词短语 ὄντας αὐτοὺς(由于他们是……)与属格独立结构 Δρύοπος ... κατοικίσαντος(阿卡迪亚人德里奥普斯安置他们)发生了非典型结合,可能受到了间接引语宾格不定式结构的影响。后半句则以另一个属格独立结构 Ἡρακλέους ... ἐξελάσαντος(赫拉克勒斯驱逐他们)与之对仗,提出了两种不同的历史起源说。
  2. 8.6.15καθʼ ἧς ἀράσασθαι λέγεται τοὺς ὑπʼ Ἀγαμέμνονος πεμφθέντας ναυτολόγους μηδέποτε παύσασθαι τειχοδομεῖν — 一个高度复杂的嵌套结构。关系代词 καθʼ ἧς(对其)的前行词是前文的“马其顿的美索内(τῇ Μακεδονικῇ)”。动词 λέγεται(据说)支配着宾格与不定式结构,其中不定式为 ἀράσασθαι(发出诅咒),其逻辑主语为宾格的 τοὺς ... ναυτολόγους(征兵官们)。诅咒的具体内容则由其下属的不定式短语 μηδέποτε παύσασθαι τειχοδομεῖν(永远不停地建造城墙)来表达。

引用这一段

斯特拉波, 地理学 §8.6.12-8.6.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.6.12-8.6.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。