§8.4.7Ἔφορος δὲ τὸν Κρεσφόντην, ἐπειδὴ εἷλε Μεσσήνην, διελεῖν φησιν εἰς πέντε πόλεις αὐτήν, ὥστε Στενύκλαρον μὲν ἐν τῷ μέσῳ τῆς χ κειμένην ἀποδεῖξαι βασίλειον αὑτῷ, βασιλέας πέμψαι, Πύλον καὶ Ῥίον κ Ὑαμεῖτιν, ποιήσαντα ἰσονόμους πάντας τοῖς Δωριεῦσι τοὺς Μεσσηνίους·
エポロスによれば、クレスフォンテスはメッセニアを手に入れたとき、それを5つの都市に分割し、その[国の]中央に位置するステニュクラロスを自分自身の王城に定め、[他の都市である]ピュロス、リオン、[および]ュアメイティスに[それぞれ]王たちを派遣し、メッセニア人全員をドリス人と同等の権利を持つ者とした。
ἀγανακτούντων δὲ τῶν Δωριέων μεταγνόντα μόνον τὸν Στενύκλαρον νομίσαι πόλιν, εἰς τοῦτον δὲ καὶ τοὺς Δωριέας συναγαγεῖν πάντας.
しかし、ドリス人たちが憤慨したため、彼は考えを変え、ステニュクラロスのみを都市とみなし、この場所にドリス人全員を集めたという。
§8.4.8ἡ δὲ Μεσσηνίων πόλις ἔοικε Κορίνθῳ·
メッセニアの都市はコリントスに似ている。
ὑπέρκειται γὰρ τῆς πόλεως ἑκατέρας ὄρος ὑψηλὸν καὶ ἀπότομον τείχει κοινῷ περιειλημμένον ὥστʼ ἀκροπόλει χρῆσθαι, τὸ μὲν καλούμενον Ἰθώμη τὸ δὲ Ἀκροκόρινθος·
というのも、双方の都市の上には高くて険しい山が聳えており、共通の城壁で囲まれていてアクロポリス(砦)として使われているからである。 一方はイトメと呼ばれ、他方はアクロコリントスと呼ばれる。
ὥστʼ οἰκείως δοκεῖ Δημήτριος ὁ Φάριος πρὸς Φίλιππον εἰπεῖν τὸν Δημητρίου, παρακελευόμενος τούτων ἔχεσθαι τῶν πόλεων ἀμφοῖν ἐπιθυμοῦντα τῆς Πελοποννήσου· τῶν κεράτων γὰρ ἀμφοῖν
ἔφη
καθέξεις τὴν βοῦν.
それゆえ、パロスのデメトリオスが、ペロポネソスを欲していたデメトリオスの息子フィリッポスに対して、これら両方の都市を掌握するよう勧めて、「両方の角を掴めば、牛を意のままにする(押さえる)ことができるだろう」と適切に語ったと思われる。
κέρατα μὲν λέγων τὴν Ἰθώμην καὶ τὸν Ἀκροκόρινθον, βοῦν δὲ τὴν Πελοπόννησον.
彼は角としてイトメとアクロコリントスを指し、牛としてペロポネソスを指したのである。
καὶ δὴ διὰ τὴν εὐκαιρίαν ταύτην ἀμφήριστοι γεγόνασιν αἱ πόλεις αὗται.
実に、この地勢の利ゆえに、これらの都市は争奪の的となってきた。
Κόρινθον μὲν οὖν κατέσκαψαν καὶ ἀνέστησαν πάλιν·
コリントスはかつて徹底的に破壊されたが、再び再建された。
Μεσσήνην δὲ ἀνεῖλον μὲν Λακεδαιμόνιοι, πάλιν δʼ ἀνέλαβον Θηβαῖοι καὶ μετὰ ταῦτα Φίλιππος Ἀμύντου·
メッセネはラケダイモン人によって破壊されたが、テバイ人によって、またその後にはアミュンタスの子フィリッポスによって再興された。
αἱ δʼ ἀκροπόλεις ἀοίκητοι διέμειναν.
しかし、アクロポリス自体は無人のままであった。
§8.4.9τὸ δʼ ἐν Λίμναις τῆς Ἀρτέμιδος ἱερόν, ἐφʼ ᾧ Μεσσήνιοι περὶ τὰς παρθένους ὑβρίσαι δοκοῦσι τὰς ἀφιγμένας ἐπὶ τὴν θυσίαν, ἐν μεθορίοις ἐστὶ τῆς τε Λακωνικῆς καὶ τῆς Μεσσηνίας, ὅπου κοινὴν συνετέλουν πανήγυριν καὶ θυσίαν ἀμφότεροι·
リムナイにあるアルテミスの神殿は(そこにおいてメッセニア人たちが、犠牲式にやってきた処女たちに暴行を働いたとされるが)、ラコニカとメッセニアの国境にあり、そこで双方の者が共同の祝祭と犠牲式を執り行っていた。
μετὰ δὲ τὴν ὕβριν οὐ διδόντων δίκας τῶν Μεσσηνίων συστῆναί φασι τὸν πόλεμον.
暴行の後、メッセニア人たちが償いに応じなかったため、戦争が勃発したと言われている。
ἀπὸ δὲ τῶν Λιμνῶν τούτων καὶ τὸ ἐν τῇ Σπάρτῃ Λιμναῖον εἴρηται τῆς Ἀρτέμιδος ἱερόν.
このリムナイ(湿地)から、スパルタにあるアルテミス・リムナイティスの神殿も名付けられたのである。
§8.4.10πλεονάκις δʼ ἐπολέμησαν διὰ τὰς ἀποστάσεις τῶν Μεσσηνίων.
彼らは、メッセニア人たちの反乱のために、何度も戦った。
τὴν μὲν οὖν πρώτην κατάκτησιν αὐτῶν φησι Τυρταῖος ἐν τοῖς ποιήμασι κατὰ τοὺς τῶν πατέρων πατέρας γενέσθαι·
それゆえ、彼らの最初の征服は、テュルタイオスがその詩の中で、父たちの父親の時代に起こったと言っている。
τὴν δὲ δευτέραν, καθʼ ἣν ἑλόμενοι συμμάχους Ἀργείους τε καὶ Ἀρκάδας καὶ Πισάτας ἀπέστησαν, Ἀρκάδων μὲν Ἀριστοκράτην τὸν Ὀρχομενοῦ βασιλέα παρεχομένων στρατηγόν, Πισατῶν δὲ Πανταλέοντα τὸν Ὀμφαλίωνος·
二回目の反乱は、彼らがアルゴス人、アルカディア人、ピサ人を同盟者として選んで反乱を起こしたときであり、アルカディア人はオルコメノスの王アリストクラテスを将軍として提供し、ピサ人はオンファリオンの息子パンタレオンを提供した。
ἡνίκα φησὶν αὐτὸς στρατηγῆσαι τὸν πόλεμον τοῖς Λακεδαιμονίοις·
その時、彼自身がラケダイモン人のために戦争を指揮したと言っている。
καὶ γὰρ εἶναί φησιν ἐκεῖθεν ἐν τῇ ἐλεγείᾳ ἣν ἐπιγράφουσιν εὐνομίαν
"
αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης,
Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν·
というのも、彼は「エウノミア(秩序の遵守)」と題されるエレゲイアの中で、自分がそこ(ラコニア)の出身であると述べているからである。 「クロノスの子、美しき冠を戴くヘラの夫であるゼウスご自身が、ヘラクレスの末裔たちにこの都市を与えられた。
οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα,
εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα.
我らは彼らとともに、風強きエリネオスを後にして、ペロプスの広大な島へとやって来た。
"
ὥστʼ ἢ ταῦτα ἠκύρωται τὰ ἐλεγεῖα, ἢ Φιλοχόρῳ ἀπιστητέον τῷ φήσαντι Ἀθηναῖόν τε καὶ Ἀφιδναῖον, καὶ Καλλισθένει καὶ ἄλλοις πλείοσι τοῖς εἰποῦσιν ἐξ Ἀθηνῶν ἀφικέσθαι δεηθέντων Λακεδαιμονίων κατὰ χρησμόν, ὃς ἐπέταττε παρʼ Ἀθηναίων λαβεῖν ἡγεμόνα.
」それゆえ、これらのエレゲイアが偽作であるか、さもなければ、彼をアテナイ人でアフィドナイ出身であると言ったフィロホロスや、ラケダイモン人がアテナイ人から指導者を得よと命じる神託に従って要請したため、アテナイからやって来たと述べたカリスセネスや他の多くの人々を信じてはならないことになる。
ἐπὶ μὲν οὖν τοῦ Τυρταίου ὁ δεύτερος ὑπῆρξε πόλεμος·
こうして、テュルタイオスの時代に第二次戦争が起こった。
τρίτον δὲ καὶ τέταρτον συστῆναί φασιν, ἐν ᾧ κατελύθησαν οἱ Μεσσήνιοι.
さらに第三次、第四次の戦争が勃発したと言われており、その中でメッセニア人は完全に屈服させられた。
ὁ δὲ πᾶς παράπλους ὁ Μεσσηνιακὸς στάδιοι ὀκτακόσιοί που κατακολπίζοντι.
メッセニア沿岸の航路の総延長は、湾に沿って進むとおおよそ800スタディオンである。
§8.4.11ἀλλὰ γὰρ εἰς πλείω λόγον τοῦ μετρίου πρόιμεν ἀκολουθοῦντες τῷ πλήθει τῶν ἱστορουμένων περὶ χώρας ἐκλελειμμένης τῆς πλείστης·
しかし、大部分が放棄されて廃墟となっている土地についての、歴史的な記録の多さに従うあまり、私たちは中庸を超えて長く語りすぎてしまっている。
ὅπου γε καὶ ἡ Λακωνικὴ λιπανδρεῖ κρινομένη πρὸς τὴν παλαιὰν εὐανδρίαν.
あのラコニカでさえ、かつての人口の多さに比べると、現在は人口過少に陥っているほどなのだから。
ἔξω γὰρ τῆς Σπάρτης αἱ λοιπαὶ πολίχναι τινές εἰσι περὶ τριάκοντα τὸν ἀριθμόν·
スパルタを除けば、残りの小さな町は数にして30ほどにすぎない。
τὸ δὲ παλαιὸν ἑκατόμπολίν φασιν αὐτὴν καλεῖσθαι, καὶ τὰ ἑκατόμβαια διὰ τοῦτο θύεσθαι παρʼ αὐτοῖς κατʼ ἔτος.
しかし古代には、そこは「100の都市を持つ国」と呼ばれており、そのために彼らの間では毎年ヘカトンバイア(100頭の生贄)が捧げられていたと言われている。