Humanitext Reader

斯特拉波 · 地理学 §8.4.7-8.4.11

美塞尼亚的统治史与斯巴达的冲突

第 258 段,共 577 段 · 希腊语

内容简介

斯特拉波论述了克雷斯丰特斯划分并统治美塞尼亚的历史,以及美塞内与科林斯在地势上的相似性。他还描述了因里姆奈神庙事件而引发的拉刻代蒙人与美塞尼亚人之间的历史冲突、关于泰尔泰奥斯出身的争论,以及拉科尼卡地区的人口减少问题。

§8.4.7Ἔφορος δὲ τὸν Κρεσφόντην, ἐπειδὴ εἷλε Μεσσήνην, διελεῖν φησιν εἰς πέντε πόλεις αὐτήν, ὥστε Στενύκλαρον μὲν ἐν τῷ μέσῳ τῆς χ κειμένην ἀποδεῖξαι βασίλειον αὑτῷ, βασιλέας πέμψαι, Πύλον καὶ Ῥίον κ Ὑαμεῖτιν, ποιήσαντα ἰσονόμους πάντας τοῖς Δωριεῦσι τοὺς Μεσσηνίους· ἀγανακτούντων δὲ τῶν Δωριέων μεταγνόντα μόνον τὸν Στενύκλαρον νομίσαι πόλιν, εἰς τοῦτον δὲ καὶ τοὺς Δωριέας συναγαγεῖν πάντας.
埃福罗斯说,克雷斯丰特斯在攻占美塞尼亚后,将其划分为五个城市,因此将位于该国中部的斯泰纽克拉罗斯设为自己的王城,并派国王们前往皮洛斯、里翁和许阿美蒂斯,使所有美塞尼亚人与多利安人享有平等的权利;但由于多利安人感到愤怒,他改变了主意,仅将斯泰纽克拉罗斯视为城市,并将所有多利安人聚集于此。
§8.4.8ἡ δὲ Μεσσηνίων πόλις ἔοικε Κορίνθῳ· ὑπέρκειται γὰρ τῆς πόλεως ἑκατέρας ὄρος ὑψηλὸν καὶ ἀπότομον τείχει κοινῷ περιειλημμένον ὥστʼ ἀκροπόλει χρῆσθαι, τὸ μὲν καλούμενον Ἰθώμη τὸ δὲ Ἀκροκόρινθος·
美塞尼亚人的城市与科林斯相似;因为在这两座城市之上,都耸立着一座高而陡峭的山峰,被共同的城壁所包围,从而用作卫城,一座被称为伊托梅,另一座被称为阿克罗科林斯。
ὥστʼ οἰκείως δοκεῖ Δημήτριος ὁ Φάριος πρὸς Φίλιππον εἰπεῖν τὸν Δημητρίου, παρακελευόμενος τούτων ἔχεσθαι τῶν πόλεων ἀμφοῖν ἐπιθυμοῦντα τῆς Πελοποννήσου· τῶν κεράτων γὰρ ἀμφοῖν ἔφη καθέξεις τὴν βοῦν.
因此,法罗斯的德米特里在建议德米特里之子腓力(若他渴望占有伯罗奔尼撒,便应掌控这两座城市)时,说得很得体:“因为通过这两只角,你就能牵住这头牛。
κέρατα μὲν λέγων τὴν Ἰθώμην καὶ τὸν Ἀκροκόρινθον, βοῦν δὲ τὴν Πελοπόννησον.
”他所说的两只角是指伊托梅和阿克罗科林斯,而牛是指伯罗奔尼撒。
καὶ δὴ διὰ τὴν εὐκαιρίαν ταύτην ἀμφήριστοι γεγόνασιν αἱ πόλεις αὗται.
的确,正因为这一优越的地理位置,这些城市成了争夺的对象。
Κόρινθον μὲν οὖν κατέσκαψαν καὶ ἀνέστησαν πάλιν· Μεσσήνην δὲ ἀνεῖλον μὲν Λακεδαιμόνιοι, πάλιν δʼ ἀνέλαβον Θηβαῖοι καὶ μετὰ ταῦτα Φίλιππος Ἀμύντου· αἱ δʼ ἀκροπόλεις ἀοίκητοι διέμειναν.
科林斯曾被彻底摧毁并再度重建;美塞内曾被拉刻代蒙人摧毁,但被底比斯人重建,后来又被阿敏塔斯之子腓力重建;然而这两处卫城一直无人居住。
§8.4.9τὸ δʼ ἐν Λίμναις τῆς Ἀρτέμιδος ἱερόν, ἐφʼ ᾧ Μεσσήνιοι περὶ τὰς παρθένους ὑβρίσαι δοκοῦσι τὰς ἀφιγμένας ἐπὶ τὴν θυσίαν, ἐν μεθορίοις ἐστὶ τῆς τε Λακωνικῆς καὶ τῆς Μεσσηνίας, ὅπου κοινὴν συνετέλουν πανήγυριν καὶ θυσίαν ἀμφότεροι· μετὰ δὲ τὴν ὕβριν οὐ διδόντων δίκας τῶν Μεσσηνίων συστῆναί φασι τὸν πόλεμον.
位于里姆奈的阿耳忒弥斯神庙(据说美塞尼亚人曾在此侮辱前来参加祭祀的少女们)处于拉科尼卡与美塞尼亚的边界上,双方曾在此举行共同的节日和祭祀;据说在发生侮辱事件后,由于美塞尼亚人拒绝赔偿,战争由此爆发。
ἀπὸ δὲ τῶν Λιμνῶν τούτων καὶ τὸ ἐν τῇ Σπάρτῃ Λιμναῖον εἴρηται τῆς Ἀρτέμιδος ἱερόν.
因为这处里姆奈(湿地),斯巴达的里姆纳斯阿耳忒弥斯神庙也由此得名。
§8.4.10πλεονάκις δʼ ἐπολέμησαν διὰ τὰς ἀποστάσεις τῶν Μεσσηνίων.
由于美塞尼亚人的反叛,他们曾多次交战。
τὴν μὲν οὖν πρώτην κατάκτησιν αὐτῶν φησι Τυρταῖος ἐν τοῖς ποιήμασι κατὰ τοὺς τῶν πατέρων πατέρας γενέσθαι· τὴν δὲ δευτέραν, καθʼ ἣν ἑλόμενοι συμμάχους Ἀργείους τε καὶ Ἀρκάδας καὶ Πισάτας ἀπέστησαν, Ἀρκάδων μὲν Ἀριστοκράτην τὸν Ὀρχομενοῦ βασιλέα παρεχομένων στρατηγόν, Πισατῶν δὲ Πανταλέοντα τὸν Ὀμφαλίωνος· ἡνίκα φησὶν αὐτὸς στρατηγῆσαι τὸν πόλεμον τοῖς Λακεδαιμονίοις·
泰尔泰奥斯在诗作中说,他们第一次被征服发生在祖父辈的时代;而第二次反叛时,他们选择阿尔戈斯人、阿卡迪亚人和皮萨人作为同盟,阿卡迪亚人提供了奥尔霍美诺斯国王亚里斯托克拉特作为将军,皮萨人提供了翁法利翁之子潘塔莱翁;他说当时他自己为拉刻代蒙人指挥了这场战争。
καὶ γὰρ εἶναί φησιν ἐκεῖθεν ἐν τῇ ἐλεγείᾳ ἣν ἐπιγράφουσιν εὐνομίαν " αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης, Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν· οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα, εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα.
因为他在被称为《好秩序》的挽歌中也说自己来自那里: “因为克罗诺斯之子、戴着美丽花冠的赫拉之夫宙斯亲自将这座城市赐予赫拉克勒斯的后裔;我们与他们一同离开多风的埃里内奥斯,来到了培洛普斯辽阔的岛屿。
" ὥστʼ ἢ ταῦτα ἠκύρωται τὰ ἐλεγεῖα, ἢ Φιλοχόρῳ ἀπιστητέον τῷ φήσαντι Ἀθηναῖόν τε καὶ Ἀφιδναῖον, καὶ Καλλισθένει καὶ ἄλλοις πλείοσι τοῖς εἰποῦσιν ἐξ Ἀθηνῶν ἀφικέσθαι δεηθέντων Λακεδαιμονίων κατὰ χρησμόν, ὃς ἐπέταττε παρʼ Ἀθηναίων λαβεῖν ἡγεμόνα.
” 因此,要么这些挽歌已被证实为伪作,要么我们不应相信菲洛霍鲁斯(他说泰尔泰奥斯是阿提卡阿菲德奈人),以及卡利斯提尼和其他许多人(他们说他是根据神谕,在拉刻代蒙人请求下从雅典前来的,神谕命令他们从雅典人那里获得领袖)。
ἐπὶ μὲν οὖν τοῦ Τυρταίου ὁ δεύτερος ὑπῆρξε πόλεμος· τρίτον δὲ καὶ τέταρτον συστῆναί φασιν, ἐν ᾧ κατελύθησαν οἱ Μεσσήνιοι.
总之,第二次战争发生在泰尔泰奥斯的时代;据说还爆发了第三次和第四次战争,在此期间美塞尼亚人被彻底征服。
ὁ δὲ πᾶς παράπλους ὁ Μεσσηνιακὸς στάδιοι ὀκτακόσιοί που κατακολπίζοντι.
如果沿着海湾航行,美塞尼亚海岸线的总航程大约是八百斯塔德。
§8.4.11ἀλλὰ γὰρ εἰς πλείω λόγον τοῦ μετρίου πρόιμεν ἀκολουθοῦντες τῷ πλήθει τῶν ἱστορουμένων περὶ χώρας ἐκλελειμμένης τῆς πλείστης· ὅπου γε καὶ ἡ Λακωνικὴ λιπανδρεῖ κρινομένη πρὸς τὴν παλαιὰν εὐανδρίαν.
然而,由于我们追随关于这片大部分已被废弃的土地的丰富历史记录,我们已经说得比适度的分量更多了;毕竟,即使是拉科尼卡,与古代的人口繁盛相比,如今也显得人烟稀少。
ἔξω γὰρ τῆς Σπάρτης αἱ λοιπαὶ πολίχναι τινές εἰσι περὶ τριάκοντα τὸν ἀριθμόν· τὸ δὲ παλαιὸν ἑκατόμπολίν φασιν αὐτὴν καλεῖσθαι, καὶ τὰ ἑκατόμβαια διὰ τοῦτο θύεσθαι παρʼ αὐτοῖς κατʼ ἔτος.
因为除了斯巴达之外,其余的小城镇数量大约只有三十个;但古时候,据说它被称为“百城之国”,也正因为这个原因,他们那里每年都要举行百牛大祭。

词汇与语法注释

  1. 8.4.7ποιήσαντα — 宾格单数阳性分词 ποιήσαντα 与主句不定式从句的逻辑主语 τὸν Κρεσφόντην 一致。这表明是克雷斯丰特斯使美塞尼亚人与多利安人享有同等的权利。
  2. 8.4.8ὥστʼ ἀκροπόλει χρῆσθαι — 表示结果的 ὥστε 从句。这里省去了无人称或泛指的主语(人们),意为“以至于被用作卫城”。随后的短语 τὸ μὲν καλούμενον Ἰθώμη τὸ δὲ Ἀκροκόρινθος 与 ὄρος ὑψηλὸν καὶ ἀπότομον 构成同格关系。
  3. 8.4.10ἀπιστητέον — 派生自动词 ἀπιστέω(不相信)的动词性形容词的无人称用法,表示必要性或义务。它支配与格 Φιλοχόρῳ ... καὶ Καλλισθένει καὶ ἄλλοις πλείοσι,意为“我们不应相信菲洛霍鲁斯、卡利斯提尼以及其他许多人”。修饰这些与格的分词短语(τῷ φήσαντι, τοῖς εἰποῦσιν)分别阐述了他们说法的具体内容。

引用这一段

斯特拉波, 地理学 §8.4.7-8.4.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.4.7-8.4.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。