Humanitext Reader

ストラボン · 地理誌 §8.4.4-8.4.6

メッセニア湾沿岸の都市群とパミソス川

257 / 577 箇所 · ギリシア語

要旨

メッセニア湾周辺の地理的特徴や都市(オイテュロス、カルダミュレ、フェライ等)について、神話的な起源やアガメムノンがアキレウスに約束した七都市の比定とともに解説し、さらにパミソス川を含む河川の流路とそれに関連する領土紛争について説明している。

§8.4.4τῇ δὲ Μεθώνῃ συνεχής ἐστιν ὁ Ἀκρίτας, ἀρχὴ τοῦ Μεσσηνιακοῦ κόλπου·
メトネの次にはアクリタス岬があり、これがメッセニア湾の始まりである。
καλοῦσι δʼ αὐτὸν καὶ Ἀσιναῖον ἀπὸ Ἀσίνης, πολίχνης πρώτης ἐν τῷ κόλπῳ, ὁμωνύμου τῇ Ἑρμιονικῇ.
人々はこれを、湾内の最初の小さな町であり、ヘルミオネの同名町にちなんで、アシナイオスとも呼んでいる。
αὕτη μὲν οὖν ἡ ἀρχὴ πρὸς δύσιν τοῦ κόλπου ἐστί, πρὸς ἕω δὲ αἱ καλούμεναι Θυρίδες, ὅμοροι τῇ νῦν Λακωνικῇ τῇ κατὰ Κιναίθιον καὶ Ταίναρον.
さて、この始まりは湾の西側にあり、東側には、キナイシオンとタイナロンのあたりで現在のラコニカに隣接する、いわゆるテュリデスがある。
μεταξὺ δὲ ἀπὸ τῶν Θυρίδων ἀρξαμένοις Οἴτυλός ἐστι· καλεῖται δʼ ὑπό τινων Βοίτυλος·
テュリデスから出発してその中間にはオイテュロスがあり、一部の人々はボイテュロスと呼んでいる。
εἶτα Λεῦκτρον τῶν ἐν τῇ Βοιωτίᾳ Λεύκτρων ἄποικος, εἶτʼ ἐπὶ πέτρας ἐρυμνῆς ἵδρυται Καρδαμύλη, εἶτα Φηραὶ ὅμορος Θουρίᾳ καὶ Γερήνοις, ἀφʼ οὗ τόπου Γερήνιον τὸν Νέστορα κληθῆναί φασι διὰ τὸ ἐνταῦθα σωθῆναι αὐτόν, ὡς προειρήκαμεν.
次に、ボイオティアのレウクトラからの植民都市であるレウクトロンがあり、次に、険しい岩の上にカルダミュレが築かれており、次に、トウリアおよびゲレノイに隣接するフェライがある。 このゲレノイという場所から、ネストルがそこに避難して救われたためにゲレニオスと呼ばれたと言われている(すでに述べた通りである)。
δείκνυται δʼ ἐν τῇ Γερηνίᾳ Τρικκαίου ἱερὸν Ἀσκληπιοῦ, ἀφίδρυμα τοῦ ἐν τῇ Θετταλικῇ Τρίκκῃ.
ゲレニアには、テッサリアのトリッケにあるアスクレピオス神殿の分祠であるトリッカイオス・アスクレピオスの神殿が示されている。
οἰκίσαι δὲ λέγεται Πέλοψ τό τε Λεῦκτρον καὶ Χαράδραν καὶ Θαλάμας, τοὺς νῦν Βοιωτοὺς καλουμένους, τὴν ἀδελφὴν Νιόβην ἐκδοὺς Ἀμφίονι καὶ ἐκ τῆς Βοιωτίας ἀγαγόμενός τινας.
ペロプスは、妹ニオベをアンフィオンに嫁がせ、ボイオティアから何人かの人々を連れてきて、レウクトロン、ハラドラ、そして現在はボイオトイと呼ばれているタラマイを創建したと言われている。
παρὰ δὲ Φηρὰς Νέδων ἐκβάλλει ῥέων διὰ τῆς Λακωνικῆς, ἕτερος ὢν τῆς Νέδας·
フェライの近くには、ラコニカを通って流れるネドン川が流れ込んでいる。 これはネダ川とは別のものである。
ἔχει δʼ ἱερὸν ἐπίσημον Ἀθηνᾶς Νεδουσίας.
そこにはネドゥシアのアテナの著名な神殿がある。
καὶ ἐν Ποιαέσσῃ δʼ ἐστὶν Ἀθηνᾶς Νεδουσίας ἱερόν, ἐπώνυμον τόπου τινὸς Νέδοντος, ἐξ οὗ φασιν οἰκίσαι Τήλεκλον Ποιάεσσαν καὶ Ἐχειὰς καὶ Τράγιον.
そしてポイアエッセにもネドゥシアのアテナの神殿があり、これはネドンという場所にちなんで名付けられたもので、そこからテレクロスがポイアエッセ、エケアイ、トラギオンを創建したと言われている。
§8.4.5τῶν δὲ προταθεισῶν ἑπτὰ πόλεων τῷ Ἀχιλλεῖ περὶ μὲν Καρδαμύλης καὶ Φηρῶν εἰρήκαμεν καὶ Πηδάσου.
アキレウスに提示された七つの都市のうち、カルダミュレ、フェライ、ペダソスについてはすでに述べた。
Ἐνόπην δὲ οἱ μὲν τὰ Πέλλανά φασιν, οἱ δὲ τόπον τινὰ περὶ Καρδαμύλην, οἱ δὲ τὴν Γερηνίαν·
エノペについては、ある人々はペラナであると言い、他の人々はカルダミュレの近くのある場所であると言い、さらに他の人々はゲレニアであると言う。
τὴν δὲ Ἱρὴν κατὰ τὸ ὄρος δεικνύουσι τὸ κατὰ τὴν Μεγαλόπολιν τῆς Ἀρκαδίας ὡς ἐπὶ τὴν Ἀνδανίαν ἰόντων, ἣν ἔφαμεν Οἰχαλίαν ὑπὸ τοῦ ποιητοῦ κεκλῆσθαι·
イレは、アルカディアのメガロポリスの近くの山沿い、アンダニア(これは詩人によってオイカリアと呼ばれたと我々が述べた場所である)へと向かう道すがらに示されている。
οἱ δὲ τὴν νῦν Μεσόλαν οὕτω καλεῖσθαί φασι καθήκουσαν εἰς τὸν μεταξὺ κόλπον τοῦ Ταϋγέτου καὶ τῆς Μεσσηνίας.
他方、ある人々は、現在のメソラがそのように呼ばれていると言い、これはタイュゲトスとメッセニアの間の湾に向かって下っている。
ἡ δʼ Αἴπεια νῦν Θουρία καλεῖται, ἣν ἔφαμεν ὅμορον Φαραῖς·
アイペイアは現在はトウリアと呼ばれており、これは我々がファライに隣接していると述べた場所である。
ἵδρυται δʼ ἐπὶ λόφου ὑψηλοῦ, ἀφʼ οὗ καὶ τοὔνομα.
それは高い丘の上に築かれており、その名もそこから来ている。
ἀπὸ δὲ τῆς Θουρίας καὶ ὁ Θουριάτης κόλπος, ἐν ᾧ πόλισμα ἦν Ῥίον τοὔνομα ἀπεναντίον Ταινάρου.
トウリアにちなんでトウリアテス湾もあり、そこにはタイナロンの向かいにリオンという名の小さな町があった。
Ἄνθειαν δὲ οἱ μὲν αὐτὴν τὴν Θουρίαν φασίν, Αἴπειαν δὲ τὴν Μεθώνην, οἱ δὲ τὴν μεταξὺ Ἀσίνην τῶν Μεσσηνίων πόλεων οἰκειότατα βαθύλειμον λεχθεῖσαν, ἧς πρὸς θαλάττῃ πόλις Κορώνη καὶ ταύτην δέ τινες Πήδασον λεχθῆναί φασιν ὑπὸ τοῦ ποιητοῦ.
アンテイアについては、ある人々はトウリア自体がそれであると言い、アイペイアはメトネであると言い、またある人々は、メッセニアの都市たちの中間に位置するアシネが最もふさわしく「深い草地を持つ」と呼ばれたものであると言い、その海の近くにはコロネという都市があり、このコロネもまた詩人によってペダソスと呼ばれたと主張する人々もいる。
" πᾶσαι δʼ ἐγγὺς ἁλός, " Καρδαμύλη μὲν ἐπʼ αὐτῇ, Φαραὶ δʼ ἀπὸ πέντε σταδίων, ὕφορμον ἔχουσα θερινόν, αἱ δʼ ἄλλαι ἀνωμάλοις κέχρηνται τοῖς ἀπὸ θαλάττης διαστήμασι.
「そして、すべては海の近くにある」カルダミュレはまさに海沿いにあり、ファライは5スタディオン離れており、夏の停泊地を持っている。 その他の都市は、海から不規則な距離に位置している。
§8.4.6πλησίον δὲ τῆς Κορώνης κατὰ μέσον πως τὸν κόλπον ὁ Παμισὸς ποταμὸς ἐκβάλλει, ταύτην μὲν ἐν δεξιᾷ ἔχων καὶ τὰς ἑξῆς·
コロネの近く、湾のほぼ中央にパミソス川が流れ込んでおり、この都市およびそれに続く都市を右手に置いている。
ὧν εἰσιν ἔσχαται πρὸς δύσιν Πύλος καὶ Κυπαρισσία, μέση δὲ τούτων Ἔρανα, ἣν οὐκ εὖ τινες Ἀρήνην νενομίκασι πρότερον·
それらのうち、西の端にあるのがピュロスとキュパリシアであり、これらの中間にあるのがエラナであるが、一部の人々がこれを以前アレネと誤って考えていた。
Θουρίαν δὲ καὶ Φαρὰς ἐν ἀ.
他方、トウリアとファライを左手に置いている。
μέγιστος δʼ ἐστὶ ποταμῶν τῶν ἐντὸς Ἰσθμοῦ καίπερ οὐ πλείους ἢ ἑκατὸν σταδίους ἐκ τῶν πηγῶν ῥυεὶς δαψιλὴς τῷ ὕδατι διὰ τοῦ Μεσσηνιακοῦ πεδίου καὶ τῆς Μακαρίας καλουμένης·
パミソス川はイストモス内の川の中で最大であるが、その水源からは100スタディオン以下しか流れていないにもかかわらず、メッセニア平野といわゆるマカリアを通って、豊かな水を湛えて流れる。
ἀφέστηκέ τε τῆς νῦν Μεσσηνίων πόλεως ὁ ποταμὸς σταδίους πεντήκοντα.
また、この川は現在のメッセニア人の都市から50スタディオン離れている。
ἔστι δὲ καὶ ἄλλος Παμισὸς χαραδρώδης μικρὸς περὶ Λεῦκτρον ῥέων τὸ Λακωνικόν, περὶ οὗ κρίσιν ἔσχον Μεσσήνιοι πρὸς Λακεδαιμονίους ἐπὶ Φιλίππου·
ラコニカのレウクトロンのあたりを流れる、急流で小さな別のパミソス川もあり、これについてメッセニア人はフィリッポスの時代にラケダイモン人と裁判を争った。
τὸν δὲ Παμισόν, ὃν Ἄμαθόν τινες ὠνόμασαν, προειρήκαμεν.
なお、一部の者がアマトスと呼んだパミソス川については、すでに述べた。

語釈・文法注

  1. 8.4.4ἀπὸ τῶν Θυρίδων ἀρξαμένοις — 与格複数形 ἀρξαμένοις は、地理的記述における関係の与格であり、「〜から出発する者にとって」という視点を示す。
  2. 8.4.4τοὺς νῦν Βοιωτοὺς καλουμένους — Θαλάμας のあとに置かれたこの男性対格の表現は、タラマイの住民がペロプスによってボイオティアから連れてこられたことに由来して、「ボイオトイ(ボイオティア人)」と呼ばれるようになったことを示す、住民に対する同格的な表現である。
  3. 8.4.5ὡς ἐπὶ τὴν Ἀνδανίαν ἰόντων — 属格独立の形をとるが、能動態現在分詞の複数属格 ἰόντων の主語は明示されておらず、一般の旅人を指す。「(人々が)アンダニアに向かって進んでいくとき」の意。
  4. 8.4.6Θουρίαν δὲ καὶ Φαρὰς ἐν ἀ. — 写本における ἐν ἀ. は ἐν ἀριστερᾷ(左手に)の省略。先行する ταύτην μὲν ἐν δεξιᾷ ἔχων(これ[コロネ]を右手に置く)と対比されており、分詞 ἔχων(置く、保つ)が省略されている。

この箇所を引用する

ストラボン, 地理誌 §8.4.4-8.4.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.4.4-8.4.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。