§8.3.30#2τὴν κοίλην Ἦλιν καὶ τῆς τε Πισάτιδος ἀφείλοντο πολλήν, καὶ Ὀλυμπία ὑπʼ ἐκείνοις ἐγένετο·
彼らは低地エリスを奪い、またピサティス地方の多くをも奪い、オリンピアは彼らの支配下に入った。
καὶ δὴ καὶ ὁ ἀγὼν εὕρημά ἐστιν ἐκείνων ὁ Ὀλυμπιακός, καὶ τὰς Ὀλυμπιάδας τὰς πρώτας ἐκεῖνοι συνετέλουν.
そして実に、オリンピアの競技会も彼らの発明であり、最初の数回のオリンピア紀元を挙行したのも彼らであった。
ἐᾶσαι γὰρ δεῖ τὰ παλαιὰ καὶ περὶ τῆς κτίσεως τοῦ ἱεροῦ καὶ περὶ τῆς θέσεως τοῦ ἀγῶνος, τῶν μὲν ἕνα τῶν Ἰδαίων δακτύλων Ἡρακλέα λεγόντων ἀρχηγέτην τούτων, τῶν δὲ τὸν Ἀλκμήνης καὶ Διός, ὃν καὶ ἀγωνίσασθαι πρῶτον καὶ νικῆσαι·
神殿の創建や競技会の設立に関する古い話については、脇に置いておくのがよい。 というのも、ある人々はイダイのダクテュロスたちの一人であるヘラクレスをこれらの創始者であると言い、別の人々はアルクメネとゼウスの子(ヘラクレス)であると言い、彼が最初に競技に参加して勝利したとも言うからである。
τὰ γὰρ τοιαῦτα πολλαχῶς λέγεται καὶ οὐ πάνυ πιστεύεται.
このようなことは多様に語られており、さほど信じられてはいない。
ἐγγυτέρω δὲ πίστεως, ὅτι μέχρι τῆς ἕκτης καὶ εἰκοστῆς Ὀλυμπιάδος ἀπὸ τῆς πρώτης, ἐν ᾗ Κόροιβος ἐνίκα στάδιον Ἠλεῖος, τὴν προστασίαν εἶχον τοῦ τε ἱεροῦ καὶ τοῦ ἀγῶνος Ἠλεῖοι.
しかし、第一回から、エリス人のコロイボスがスタディオン走で優勝した第二十六回オリンピア紀元までは、エリス人が神殿と競技会の管理権を握っていたということは、より信頼性に近い。
κατὰ δὲ τὰ Τρωικὰ ἢ οὐκ ἦν ἀγὼν στεφανίτης ἢ οὐκ ἔνδοξος, οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς τῶν νῦν ἐνδόξων·
トロイア戦争の時代には、冠が授与される競技会は存在しなかったか、あるいは有名ではなかった。 この競技会も、現在有名な他のどの競技会もそうである。
οὐδὲ μέμνηται τούτων Ὅμηρος οὐδενός, ἀλλʼ ἑτέρων τινῶν ἐπιταφίων.
ホメロスはこれらのうちどれ一つとして言及しておらず、ただ他のいくつかの葬送競技会について言及しているだけである。
καίτοι δοκεῖ τισὶ τοῦ Ὀλυμπιακοῦ μεμνῆσθαι, ὅταν φῇ τὸν Αὐγέαν ἀποστερῆσαι τέσσαρας ἀθλοφόρους ἵππους, ἐλθόντας μετʼ ἄεθλα·
もっとも、アウゲアスが、賞品を目指してやって来た四頭の賞品獲得馬を奪い取ったと語るとき、ホメロスがオリンピア競技会に言及していると考える人々もいる。
φασὶ δὲ τοὺς Πισάτας μὴ μετασχεῖν τοῦ Τρωικοῦ πολέμου ἱεροὺς νομισθέντας τοῦ Διός.
また彼らは、ピサの人々はゼウスの神聖な民と見なされていたため、トロイア戦争に参加しなかったのだと言う。
ἀλλʼ οὔθʼ ἡ Πισᾶτις ὑπὸ Αὐγέᾳ τόθʼ ὑπῆρχεν, ἐν ᾗ ἐστι καὶ ἡ Ὀλυμπία, ἀλλʼ ἡ Ἠλεία μόνον, οὔτʼ ἐν Ἠλείᾳ συνετελέσθη ὁ Ὀλυμπιακὸς ἀγὼν οὐδʼ ἅπαξ, ἀλλʼ ἀεὶ ἐν Ὀλυμπίᾳ.
しかし、当時、オリンピアが存在するピサティス地方はアウゲアスの支配下にはなく、ただエリス地方のみがその支配下にあった。 またエリス地方においてオリンピアの競技会が一度として開催されたことはなく、常にオリンピアで開催された。
ὁ δὲ νῦν παρατεθεὶς ἐν Ἤλιδι φαίνεται γενόμενος, ἐν ᾗ καὶ τὸ χρέος ὠφείλετο
"
καὶ γὰρ τῷ χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ,
τέσσαρες ἀθλοφόροι ἵπποι.
一方、いま引用された競技は、エリスにおいて行われたように思われる。 そこでは負債も負われていた。 「というのも、神聖なるエリスにおいて、彼には負債が負われていたからである、すなわち四頭の賞品獲得馬が。
"
καὶ οὗτος μὲν οὐ στεφανίτης (περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι), ἐκεῖνος δέ.
」そして、この競技会は冠が授与されるものではなかった(三脚器をめぐって走る予定であったからである)が、あちらの競技会はそうであった。
μετὰ τὴν ἕκτην καὶ εἰκοστὴν Ὀλυμπιάδα οἱ Πισᾶται τὴν οἰκείαν ἀπολαβόντες αὐτοὶ συνετέλουν, τὸν ἀγῶνα ὁρῶντες εὐδοκιμοῦντα·
第二十六回オリンピア紀元ののち、ピサの人々は自分たちの土地を取り戻し、競技会が評判を高めているのを見て、自らこれを挙行した。
χρόνοις δʼ ὕστερον μεταπεσούσης πάλιν τῆς Πισάτιδος εἰς τοὺς Ἠλείους μετέπεσεν εἰς αὐτοὺς πάλιν καὶ ἡ ἀγωνοθεσία.
しかしのちに、ピサティス地方が再びエリス人の手に移行すると、競技会の主催権も再び彼らへと移行した。
συνέπραξαν δὲ καὶ οἱ Λακεδαιμόνιοι μετὰ τὴν ἐσχάτην κατάλυσιν τῶν Μεσσηνίων συμμαχήσασιν αὐτοῖς τἀναντία τῶν Νέστορος ἀπογόνων καὶ τῶν Ἀρκάδων συμπολεμησάντων τοῖς Μεσσηνίοις·
スパルタ人もまた、メッセニア人の最後の敗北ののち、エリス人が自分たちと同盟を結んだため、彼らに協力した。 これは、ネストルの末裔たちやアルカディア人たちがメッセニア人とともに戦ったのとは反対であった。
καὶ ἐπὶ τοσοῦτόν γε συνέπραξαν ὥστε τὴν χώραν ἅπασαν τὴν μέχρι Μεσσήνης Ἠλείαν ῥηθῆναι καὶ διαμεῖναι μέχρι νῦν, Πισατῶν δὲ καὶ Τριφυλίων καὶ Καυκώνων μηδʼ ὄνομα λειφθῆναι.
そしてスパルタ人は、メッセネに至るまでの全地域がエリス領と呼ばれるようになり、現在まで存続するほどに協力し、ピサ人やトリフュリア人やカウコネス人の名前すら残らないほどであった。
καὶ αὐτὸν δὲ τὸν Πύλον τὸν ἠμαθόεντα εἰς τὸ Λέπρειον συνῴκισαν, χαριζόμενοι τοῖς Λεπρεάταις κρατήσασι πολέμῳ, καὶ ἄλλας πολλὰς τῶν κατοικιῶν κατέσπασαν, ὅσας γʼ ἑώρων αὐτοπραγεῖν ἐθελούσας, καὶ φόρους ἐπράξαντο.
そしてエリス人は、戦争で勝利したレプレオン人たちへの好意から、かの『砂多きピュロス』自体をレプレオンへと移住させ、独立を望んでいるのが見て取れる他の多くの集落を破壊し、貢納金を課した。