Humanitext Reader

ストラボン · 地理誌 §8.3.30#1

オリンピアのゼウス神殿とフェイディアスの巨像

252 / 577 箇所 · ギリシア語

要旨

オリンピアのゼウス神殿とその立地、およびフェイディアスによる巨大なゼウスの象牙神像について記述し、のちにエリス人がこの地の繁栄をもたらした歴史的背景に言及し始める。

§8.3.30#1λοιπὸν δʼ ἐστὶν εἰπεῖν περὶ τῆς Ὀλυμπίας καὶ τῆς εἰς τοὺς Ἠλείους ἁπάντων μεταπτώσεως.
残されているのは、オリンピアについて、およびすべてのものがエリス人の手に移行したことについて語ることである。
ἔστι δʼ ἐν τῇ Πισάτιδι τὸ ἱερὸν σταδίους τῆς Ἤλιδος ἐλάττους ἢ τριακοσίους διέχον·
神殿はピサティス地方にあり、エリス(市)から300スタディオン未満離れている。
πρόκειται δʼ ἄλσος ἀγριελαίων ἐν ᾧ τὸ στάδιον·
前には野生のオリーブの森が広がっており、その中にスタディオンがある。
παραρρεῖ δʼ ὁ Ἀλφειὸς ἐκ τῆς Ἀρκαδίας ῥέων εἰς τὴν Τριφυλιακὴν θάλατταν μεταξὺ δύσεως καὶ μεσημβρίας.
また、アルフェイオス川が、アルカディアから、西と南の間のトリフュリアの海へと流れながら、そばを流れている。
τὴν δʼ ἐπιφάνειαν ἔσχεν ἐξ ἀρχῆς μὲν διὰ τὸ μαντεῖον τοῦ Ὀλυμπίου Διός·
最初、神殿がその名声を得たのはオリンピアのゼウスの神託所のためであった。
ἐκείνου δʼ ἐκλειφθέντος οὐδὲν ἧττον συνέμεινεν ἡ δόξα τοῦ ἱεροῦ, καὶ τὴν αὔξησιν ὅσην ἴσμεν ἔλαβε διά τε τὴν πανήγυριν καὶ τὸν ἀγῶνα τὸν Ὀλυμπιακόν, στεφανίτην τε καὶ ἱερὸν νομισθέντα, μέγιστον τῶν πάντων.
神託所が廃れたのちも、神殿の栄誉は劣らず残り、われわれが知っているほどの発展を遂げたが、それは、すべての競技の中で最大であり、冠が授与される神聖な競技と見なされたオリンピアの祝祭と競技会のゆえであった。
ἐκοσμήθη δʼ ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος·
それはギリシア全土から捧げられた無数の奉納物によって装飾された。
ὧν ἦν καὶ ὁ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίων τυράννου.
その中には、コリントスの僭主キュプセロスの奉納物である、黄金の叩き出しのゼウス像もあった。
μέγιστον δὲ τούτων ὑπῆρξε τὸ τοῦ Διὸς ξόανον, ὃ ἐποίει Φειδίας Χαρμίδου Ἀθηναῖος ἐλεφάντινον, τηλικοῦτον τὸ μέγεθος ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην, καθήμενον ποιήσαντα, ἁπτόμενον δὲ σχεδόν τι τῇ κορυφῇ τῆς ὀροφῆς ὥστʼ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών.
これらの中で最も偉大であったのは、アテナイのカルミデスの息子フェイディアスが象牙で作ったゼウスの木彫像であったが、その大きさは、神殿が非常に巨大であるにもかかわらず、巨匠が調和を損ねたと思われるほどであった。 彼は座像としてそれを作ったが、それは頭頂部で天井にほぼ触れており、もし彼が立ち上がって真っ直ぐになったら、神殿の屋根を取り払ってしまうだろうという印象を与えるほどであった。
ἀνέγραψαν δέ τινες τὰ μέτρα τοῦ ξοάνου, καὶ Καλλίμαχος ἐν ἰάμβῳ τινὶ ἐξεῖπε.
ある人々は神像の寸法を記録し、カリマコスもあるイアンボス詩の中でそれを述べている。
πολλὰ δὲ συνέπραξε τῷ Φειδίᾳ Πάναινος ὁ ζωγράφος, ἀδελφιδοῦς ὢν αὐτοῦ καὶ συνεργολάβος, πρὸς τὴν τοῦ ξοάνου διὰ τῶν χρωμάτων κόσμησιν καὶ μάλιστα τῆς ἐσθῆτος.
また、画家のパナイノス(彼はフェイディアスの甥であり、共同作業者であった)は、彩色による神像の装飾、特に衣の装飾に関して、フェイディアスを大いに助けた。
δείκνυνται δὲ καὶ γραφαὶ πολλαί τε καὶ θαυμασταὶ περὶ τὸ ἱερὸν ἐκείνου ἔργα.
また、神殿の周囲には、彼の作品である多くの素晴らしい絵画も展示されている。
ἀπομνημονεύουσι δὲ τοῦ Φειδίου, διότι πρὸς τὸν Πάναινον εἶπε πυνθανόμενον πρὸς τί παράδειγμα μέλλοι ποιήσειν τὴν εἰκόνα τοῦ Διός, ὅτι πρὸς τὴν Ὁμήρου διʼ ἐπῶν ἐκτεθεῖσαν τούτων " ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·
また、フェイディアスについては、どのようにゼウスの像を作るつもりかと尋ねたパナイノスに対し、ホメロスが次の詩によって提示した姿を手本にすると語ったことが伝えられている。
ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο, μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
「クローノスの子は語り終えると、暗青色の眉を動かして頷いた。 主君の不死の頭から、神々しい髪が揺れ動き、広大なオリンポスが震えた。
" ἄξιοι δὲ μάλιστα τὴν αἰτίαν ἔχειν τῆς περὶ τὸ Ὀλυμπίασιν ἱερὸν μεγαλοπρεπείας τε καὶ τιμῆς Ἠλεῖοι.
」ところで、オリンピアの神殿に関するこの壮麗さと誉れの主要な原因は、エリス人にある。
κατὰ μὲν γὰρ τὰ Τρωικὰ καὶ ἔτι πρὸ τούτων οὐκ ηὐτύχουν, ὑπό τε τῶν Πυλίων ταπεινωθέντες καὶ ὑφʼ Ἡρακλέους ὕστερον, ἡνίκα Αὐγέας ὁ βασιλεύων αὐτῶν κατελύθη.
なぜなら、トロイア戦争の時代およびそれ以前には、彼らは不運であり、ピュロス人によって、またのちには彼らの王アウゲアスが倒されたときにヘラクレスによって、卑しめられていたからである。
σημεῖον δέ· εἰς γὰρ τὴν Τροίαν ἐκεῖνοι μὲν τετταράκοντα ναῦς ἔστειλαν, Πύλιοι δὲ καὶ Νέστωρ ἐνενήκοντα.
その証拠に、トロイアへ彼らは40隻の船を送ったが、ピュロス人とネストルは90隻を送った。
ὕστερον δὲ μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον συνέβη τἀναντία.
しかしのちに、ヘラクレイダイの帰還ののち、事態は逆になった。
Αἰτωλοὶ γὰρ συγκατελθόντες τοῖς Ἡρακλείδαις μετὰ Ὀξύλου καὶ συνοικήσαντες Ἐπειοῖς κατὰ συγγένειαν παλαιὰν ηὔξησαν
なぜなら、オクスュロスとともにヘラクレイダイとともに帰還し、古い親族関係に基づいてエペイオス人と共同で居住したアイトリア人たちが、勢力を拡大したからである。

語釈・文法注

  1. p.503ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην — 接続詞 ὡς(「きわめて…なので〜するほど」という結果を表す)が不定詞 δοκεῖν を導き、その意味上の主語として対格 τὸν τεχνίτην が置かれている。καίπερ μεγίστου ὄντος τοῦ νεὼ は καίπερ と属格独立分詞による譲歩表現(「神殿はきわめて巨大であるにもかかわらず」)である。
  2. p.503ὥστʼ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών — ὥστε が不定詞 ποιεῖν を導き、「〜という印象を与えるほどだ」となる。ἔμφασιν(印象、予感)の内容を説明する対格不定詞句の主動詞として未来不定詞 ἀποστεγάσειν(意味上の主語は木彫像のゼウス)が使われており、条件節 ἐὰν ὀρθὸς γένηται(「もし彼が立ち上がって真っ直ぐになるなら」)を伴う未来想定の帰結部を不定法で表している。
  3. p.503ἀπομνημονεύουσι δὲ τοῦ Φειδίου, διότι πρὸς τὸν Πάναινον εἶπε ... ὅτι ... — 動詞 ἀπομνημονεύουσι(彼らは語り伝える)は属格 τοῦ Φειδίου(フェイディアスについて)を支配する。ὅτι の後は本来 ὅτι 節(間接話法)が導かれるが、ここでは直接前置詞句 πρὸς τὴν Ὁμήρου ...(ホメロスの…に従って)が続き、「(彼が語ったことには)…に従うということだった」と動詞 ποιήσειν などの省略を伴う簡潔な表現になっている。
  4. p.504ἄξιοι δὲ μάλιστα τὴν αἰτίαν ἔχειν τῆς περὶ τὸ Ὀλυμπίασιν ἱερὸν μεγαλοπρεπείας τε καὶ τιμῆς Ἠλεῖοι. — 文頭の ἄξιοι は文末の主語 Ἠλεῖοι(エリス人)を修飾する形容詞で、主動詞である εἰσί(…である)が省略されている。ἄξιοι ... τὴν αἰτίαν ἔχειν は「原因(あるいは功績・栄誉)を帰せられるにふさわしい」という意味。

この箇所を引用する

ストラボン, 地理誌 §8.3.30#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.3.30%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。