§8.3.30#2τὴν κοίλην Ἦλιν καὶ τῆς τε Πισάτιδος ἀφείλοντο πολλήν, καὶ Ὀλυμπία ὑπʼ ἐκείνοις ἐγένετο· καὶ δὴ καὶ ὁ ἀγὼν εὕρημά ἐστιν ἐκείνων ὁ Ὀλυμπιακός, καὶ τὰς Ὀλυμπιάδας τὰς πρώτας ἐκεῖνοι συνετέλουν.
他们夺取了低地埃利斯,以及皮萨蒂斯的大部分地区,奥林匹亚便归他们管辖;而且,奥林匹亚竞技会确实也是他们的发明,最初的几届奥林匹亚竞技会也是由他们举办的。
ἐᾶσαι γὰρ δεῖ τὰ παλαιὰ καὶ περὶ τῆς κτίσεως τοῦ ἱεροῦ καὶ περὶ τῆς θέσεως τοῦ ἀγῶνος, τῶν μὲν ἕνα τῶν Ἰδαίων δακτύλων Ἡρακλέα λεγόντων ἀρχηγέτην τούτων, τῶν δὲ τὸν Ἀλκμήνης καὶ Διός, ὃν καὶ ἀγωνίσασθαι πρῶτον καὶ νικῆσαι· τὰ γὰρ τοιαῦτα πολλαχῶς λέγεται καὶ οὐ πάνυ πιστεύεται.
因为我们应当搁置关于神殿创建和竞技会设立的那些古老传说,有人说伊代的大指(达克蒂利)之一赫拉克勒斯是这些的始祖,也有人说是阿尔克墨涅和宙斯之子(赫拉克勒斯),据说他也是第一个参赛并获胜的人;因为这类事情说法不一,并不十分令人信服。
ἐγγυτέρω δὲ πίστεως, ὅτι μέχρι τῆς ἕκτης καὶ εἰκοστῆς Ὀλυμπιάδος ἀπὸ τῆς πρώτης, ἐν ᾗ Κόροιβος ἐνίκα στάδιον Ἠλεῖος, τὴν προστασίαν εἶχον τοῦ τε ἱεροῦ καὶ τοῦ ἀγῶνος Ἠλεῖοι.
但更接近可信的是,从第一届直到埃利斯人科罗伊波斯获得斯塔德短跑冠军的第二十六届奥林匹亚竞技会,埃利斯人一直拥有神殿和竞技会的管理权。
κατὰ δὲ τὰ Τρωικὰ ἢ οὐκ ἦν ἀγὼν στεφανίτης ἢ οὐκ ἔνδοξος, οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς τῶν νῦν ἐνδόξων· οὐδὲ μέμνηται τούτων Ὅμηρος οὐδενός, ἀλλʼ ἑτέρων τινῶν ἐπιταφίων.
在特洛伊战争时期,要么没有授予冠冕的竞技会,要么它并不著名,无论是这一个,还是现在著名的其他任何一个竞技会都是如此;荷马没有提到这些竞技会中的任何一个,而只提到了一些其他的丧葬竞技会。
καίτοι δοκεῖ τισὶ τοῦ Ὀλυμπιακοῦ μεμνῆσθαι, ὅταν φῇ τὸν Αὐγέαν ἀποστερῆσαι τέσσαρας ἀθλοφόρους ἵππους, ἐλθόντας μετʼ ἄεθλα· φασὶ δὲ τοὺς Πισάτας μὴ μετασχεῖν τοῦ Τρωικοῦ πολέμου ἱεροὺς νομισθέντας τοῦ Διός.
然而,有人认为他提到了奥林匹亚竞技会,当他说奥革阿斯强夺了四匹为了争夺奖品而来的获奖骏马时;他们还说,皮萨人被视为宙斯的圣民,因而没有参加特洛伊战争。
ἀλλʼ οὔθʼ ἡ Πισᾶτις ὑπὸ Αὐγέᾳ τόθʼ ὑπῆρχεν, ἐν ᾗ ἐστι καὶ ἡ Ὀλυμπία, ἀλλʼ ἡ Ἠλεία μόνον, οὔτʼ ἐν Ἠλείᾳ συνετελέσθη ὁ Ὀλυμπιακὸς ἀγὼν οὐδʼ ἅπαξ, ἀλλʼ ἀεὶ ἐν Ὀλυμπίᾳ.
但是,当时拥有奥林匹亚的皮萨蒂斯并不在奥革阿斯统治之下,而只有埃利斯地区在其治下,而且奥林匹亚竞技会在埃利斯连一次也没有举办过,而总是举办于奥林匹亚。
ὁ δὲ νῦν παρατεθεὶς ἐν Ἤλιδι φαίνεται γενόμενος, ἐν ᾗ καὶ τὸ χρέος ὠφείλετο
"
καὶ γὰρ τῷ χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ,
τέσσαρες ἀθλοφόροι ἵπποι.
现在被引用的那场竞技,似乎是发生在埃利斯,那里也是债务的所欠之地: ‘因为确实在神圣的埃利斯欠着他的债,即四匹获奖的骏马。
"
καὶ οὗτος μὲν οὐ στεφανίτης (περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι), ἐκεῖνος δέ.
’ 而这一场竞技确实不是授予冠冕的(因为他们是要为了鼎而奔跑),但那一场则是。
μετὰ τὴν ἕκτην καὶ εἰκοστὴν Ὀλυμπιάδα οἱ Πισᾶται τὴν οἰκείαν ἀπολαβόντες αὐτοὶ συνετέλουν, τὸν ἀγῶνα ὁρῶντες εὐδοκιμοῦντα· χρόνοις δʼ ὕστερον μεταπεσούσης πάλιν τῆς Πισάτιδος εἰς τοὺς Ἠλείους μετέπεσεν εἰς αὐτοὺς πάλιν καὶ ἡ ἀγωνοθεσία.
在第二十六届奥林匹亚竞技会之后,皮萨人收复了他们自己的土地,看到竞技会享有盛誉,便由自己来举办;但在后来的时期,当皮萨蒂斯再次归属埃利斯人时,竞技会的举办权也再次转移给了他们。
συνέπραξαν δὲ καὶ οἱ Λακεδαιμόνιοι μετὰ τὴν ἐσχάτην κατάλυσιν τῶν Μεσσηνίων συμμαχήσασιν αὐτοῖς τἀναντία τῶν Νέστορος ἀπογόνων καὶ τῶν Ἀρκάδων συμπολεμησάντων τοῖς Μεσσηνίοις· καὶ ἐπὶ τοσοῦτόν γε συνέπραξαν ὥστε τὴν χώραν ἅπασαν τὴν μέχρι Μεσσήνης Ἠλείαν ῥηθῆναι καὶ διαμεῖναι μέχρι νῦν, Πισατῶν δὲ καὶ Τριφυλίων καὶ Καυκώνων μηδʼ ὄνομα λειφθῆναι.
在美塞尼亚人最终被征服之后,拉刻代蒙人也协助了埃利斯人,因为埃利斯人曾与他们结盟,这与内斯托尔的后裔以及阿卡迪亚人形成对比,后者曾与美塞尼亚人一同作战;拉刻代蒙人的协助达到如此程度,以至于直到美塞尼亚边境的整个地区都被称为埃利斯领土,并一直延续至今,而皮萨人、特里菲利亚人和考科内斯人甚至连名字都没有留下。
καὶ αὐτὸν δὲ τὸν Πύλον τὸν ἠμαθόεντα εἰς τὸ Λέπρειον συνῴκισαν, χαριζόμενοι τοῖς Λεπρεάταις κρατήσασι πολέμῳ, καὶ ἄλλας πολλὰς τῶν κατοικιῶν κατέσπασαν, ὅσας γʼ ἑώρων αὐτοπραγεῖν ἐθελούσας, καὶ φόρους ἐπράξαντο.
埃利斯人为了讨好在战争中获胜的勒普勒翁人,甚至将‘多沙的皮洛斯’本身并入勒普勒翁,并且拆毁了他们所见到的、企图独立行事的其他许多定居点,并向他们征收贡赋。