§8.3.27εἰ γοῦν τὸν Ἠλιακὸν Πύλον εἶναί τις τὸν Νέστορος ἐπινοήσειεν, οὐκ ἂν οἰκείως λέγοιτο ἡ ἐντεῦθεν ἀναχθεῖσα ναῦς παρὰ Κρουνοὺς ἐνεχθῆναι καὶ Χαλκίδα μέχρι δύσεως, εἶτα Φεαῖς ἐπιβάλλειν νύκτωρ, καὶ τότε τὴν Ἠλείαν παραπλεῖν·
もし仮に、誰かがエリスのピュロスがネストルのそれであると考えるなら、そこから出航した船が日没までクルノイとカルキスの傍らを運ばれ、それから夜中にフェアスに到着し、その時にエリス地方を沿岸航行する、などとは適切に語られないだろう。
οὗτοι γὰρ οἱ τόποι πρὸς νότον τῆς Ἠλείας εἰσί, πρῶται μὲν αἱ Φεαί, εἶθʼ ἡ Χαλκίς, εἶθʼ οἱ Κρουνοί, εἶθʼ ὁ Πύλος ὁ Τριφυλιακὸς καὶ τὸ Σαμικόν.
というのも、これらの場所はエリスの南にあり、最初はフェアス、次にカルキス、次にクルノイ、次にトリフュリアのピュロスとサミコンだからである。
τῷ μὲν οὖν πρὸς νότον πλέοντι ἐκ τοῦ Ἠλιακοῦ Πύλου οὗτος ἂν ὁ πλοῦς εἴη·
したがって、エリスのピュロスから南へ航行する者にとっては、これがその航海となるだろう。
τῷ δὲ πρὸς ἄρκτον, ὅπου ἐστὶν ἡ Ἰθάκη, ταῦτα μὲν πάντα ὀπίσω λείπεται, αὐτὴ δʼ ἡ Ἠλεία παραπλευστέα ἦν, καὶ πρὸ δύσεώς γε·
しかし、イタケのある北へ航行する者にとっては、これらはすべて後ろに残され、エリス自体を沿岸航行しなければならなかったはずであり、それも日没前に。
ὁ δέ φησι μετὰ δύσιν.
ところが詩人は日没後と言っている。
καὶ μὴν εἰ καὶ πάλιν ὑπόθοιτό τις τὸν Μεσσηνιακὸν Πύλον καὶ τὸ Κορυφάσιον ἀρχὴν τοῦ παρὰ Νέστορος πλοῦ, πολὺ ἂν εἴη τὸ διάστημα καὶ πλέονος χρόνου.
さらにまた、もし誰かがメッセニアのピュロスとコリュファシオンをネストルからの航海の出発点と仮定するなら、その距離は非常に長く、より多くの時間を要するものとなるだろう。
αὐτὸ γοῦν τὸ ἐπὶ τὸν Τριφυλιακὸν Πύλον καὶ τὸ Σαμιακὸν ποσείδιον τετρακοσίων ἐστὶ σταδίων·
実際、トリフュリアのピュロスとサミアのポセイディオンまでの距離だけでも400スタディオンある。
καὶ ὁ παράπλους παρὰ Κρουνοὺς καὶ Χαλκίδα καὶ Φεάν, ἀδόξων ποταμῶν ὀνόματα μᾶλλον δὲ ὀχετῶν, ἀλλὰ παρὰ τὴν Νέδαν πρῶτον, εἶτʼ Ἀκίδωνα, εἶτα τὸν Ἀλφειὸν καὶ τόπους τούτων τοὺς μεταξύ·
そして、クルノイ、カルキス、フェアス(これらは名もない川、というかむしろ溝の名である)の傍らを沿岸航行する前に、まずネダ川、次にアキドン川、次にアルフェイオス川、およびこれらの間の土地を通り過ぎるはずであり、もし言及するなら、後になってからそれら(クルノイ等)にも言及すべきであった。
ὕστερον δʼ, εἰ ἄρα, κἀκείνων ἐχρῆν μνησθῆναι· καὶ γὰρ παρʼ ἐκείνους ὑπῆρχεν ὁ πλοῦς.
なぜなら航路はそれらの川の傍らを通っていたのだから。
§8.3.28καὶ μὴν ἥ γε τοῦ Νέστορος διήγησις, ἣν διατίθεται πρὸς Πάτροκλον περὶ τοῦ γενομένου τοῖς Πυλίοις πρὸς Ἠλείους πολέμου, συνηγορεῖ τοῖς ὑφʼ ἡμῶν ἐπιχειρουμένοις, ἐὰν σκοπῇ τις τὰ ἔπη.
さらに、ネストルがパトロクロスに語る、ピュロス人とエリス人との間に起こった戦争についての語りは、詩行を検討するならば、我々の主張を支持するものである。
φησὶ γὰρ ἐν αὐτοῖς, ὅτι πορθήσαντος Ἡρακλέους τὴν Πυλίαν ὥστε τὴν νεότητα ἐκλειφθῆναι πᾶσαν, δώδεκα δὴ παίδων ὄντων τῷ Νηλεῖ, μόνον αὐτῷ περιγενέσθαι τὸν Νέστορα νέον τελέως·
というのも、彼はその中で、ヘラクレスがピュロス地方を略奪し、若者がすべて失われたため、ネレウスには12人の息子がいたが、完全に若かったネストルだけが生き残った、と述べているからである。
καταφρονήσαντες δʼ οἱ Ἐπειοὶ τοῦ Νηλέως διὰ γῆρας καὶ ἐρημίαν ὑπερηφάνως καὶ ὑβριστικῶς ἐχρῶντο τοῖς Πυλίοις.
そしてエペイオス人は、高齢と孤独のゆえにネレウスを軽んじ、ピュロス人に対して傲慢かつ不遜に振る舞っていた。
ἀντὶ τούτων οὖν ὁ Νέστωρ συναγαγὼν τοὺς οἰκείους ὅσους οἷός τε ἦν ἐπελθεῖν φησιν ἐπὶ τὴν Ἠλείαν, καὶ περιελάσαι παμπόλλην λείαν
"
πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
τόσσα συῶν συβόσια,
"
τοσαῦτα δὲ καὶ αἰπόλια, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα, ὑποπώλους τὰς πλείστας.
それゆえ、これらのことへの報復として、ネストルは集められる限りの身内の者たちを集めてエリス地方を襲撃し、非常に多くの略奪品を駆り集めたと語っている。 「50の牛の群れ、同数の羊の群れ、同数の豚の群れ、」そして同数の山羊の群れ、さらに150頭の栗毛の馬であり、その多くは仔馬を連れていた。
"
καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον (φησί)Νηλήιον εἴσω,
ἐννύχιοι προτὶ ἄστυ,
"
ὡς μεθʼ ἡμέραν μὲν τῆς λεηλασίας γενομένης καὶ τῆς τροπῆς τῶν ἐκβοηθησάντων, ὅτε κτανεῖν λέγει τὸν Ἰτυμονέα, νύκτωρ δὲ τῆς ἀφόδου γενομένης ὥστʼ ἐννυχίους πρὸς τῷ ἄστει γενέσθαι·
「そして我々はこれらをネレウスのピュロスの中へと、夜のうちに都市へと追い立てた(と彼は言う)。 」これは、昼間に略奪と救援に来た者たちの退却が行われ(このとき彼はイトゥモネウスを殺したと述べている)、夜間に撤退が行われた結果、夜のうちに都市に到着した、ということである。
περὶ δὲ τὴν διανομὴν καὶ θυσίαν ὄντων οἱ Ἐπειοὶ τῇ τρίτῃ τῶν ἡμερῶν κατὰ πλῆθος ἀθροισθέντες πεζοί τε καὶ ἱππεῖς ἀντεπεξῆλθον καὶ τὸ Θρύον ἐπὶ τῷ Ἀλφειῷ κείμενον περιεστρατοπέδευσαν.
そして彼らが分配と犠牲祭を行っているときに、エペイオス人は3日目に大挙して集まり、歩兵も騎兵も共に出撃して、アルフェイオス川沿いにあるスリュオンを取り囲んで陣を敷いた。
αἰσθόμενοι δʼ εὐθὺς οἱ Πύλιοι βοηθεῖν ὥρμησαν·
これに気づくとすぐに、ピュロス人は救援に駆けつけた。
νυκτερεύσαντες δὲ περὶ τὸν Μινυήιον ποταμὸν ἐγγύθεν Ἀρήνης, ἐντεῦθεν ἔνδιοι πρὸς τὸν Ἀλφειὸν ἀφικνοῦνται·
そしてアレネの近くのミニュエイオス川のあたりで夜を明かした後、そこから日中にアルフェイオス川に到着した。
τοῦτο δʼ ἐστὶ κατὰ μεσημβρίαν·
これは正午頃のことである。
θύσαντες δὲ τοῖς θεοῖς καὶ νυκτερεύσαντες ἐπὶ τῷ ποταμῷ συμβάλλουσιν εἰς μάχην εὐθὺς ἕωθεν·
そして神々に犠牲を捧げ、川のほとりで夜を明かした後、夜明けとともにすぐに戦いを交えた。
λαμπρᾶς δὲ τῆς τροπῆς γενομένης οὐκ ἐπαύσαντο διώκοντές τε καὶ κτείνοντες πρὶν Βουπρασίου ἐπέβησαν
"
πέτρης τʼ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη
κέκληται, ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
そして(敵の)輝かしい敗走が生じたとき、彼らはブウプラスィオンに至るまで、追跡し殺戮することをやめなかった、「オレノスの岩と、アレイシオンの丘と呼ばれる場所、そこからアテネが再び軍勢を引き返させた場所まで。
"
καὶ ὑποβάς
"
αὐτὰρ Ἀχαιοὶ
ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους. "
」そして少し後に、「しかしアカイア人たちはブウプラスィオンから再びピュロスへと、速い馬たちを走らせた。 」