§8.3.25ὁ δὲ Κυπαρισσήεις ἔστι μὲν περὶ τὴν πρότερον Μακιστίαν, ἡνίκα καὶ πέραν τῆς Νέδας ἔτι ἦν Μακιστία, ἀλλʼ οὐκ οἰκεῖται, ὡς οὐδὲ τὸ Μάκιστον·
キュパリッセエイスは、かつてネダ川の向こう側もまだマキスティアであった頃の、かつてのマキスティアのあたりにあるが、マキストンと同様に、今は居住されていない。
ἄλλη δʼ ἐστὶν ἡ Μεσσηνιακὴ Κυπαρισσία, ὁμώνυμος μὲν οὔ, ὁμοίως δὲ νῦν κἀκείνη λέγεται Κυπαρισσία ἑνικῶς τε καὶ θηλυκῶς, ὁ δὲ ποταμὸς Κυπαρισσήεις.
しかし、メッセニアのキュパリッシアは別であり、同名ではないが、現在ではそれも同様に単数女性名詞で「キュパリッシア」と呼ばれており、川の方は「キュパリッセエイス」と呼ばれている。
καὶ Ἀμφιγένεια δὲ τῆς Μακιστίας ἐστὶ περὶ τὸν Ὑψόεντα, ὅπου τὸ τῆς Λητοῦς ἱερόν.
また、アムフィゲネイアもマキスティアの、レトの神殿があるヒュプソエイス川のあたりにある。
τὸ δὲ Πτελεὸν κτίσμα μὲν γέγονε τῶν ἐκ Πτελεοῦ τοῦ Θετταλικοῦ ἐποικησάντων·
プテレオンはテッサリアのプテレオンから移住してきた人々によって創設された。
λέγεται γὰρ κἀκεῖ
"
ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην.
というのも、あちらについても次のように言われているからである。 「海の近くのアントロンと、草の豊かなプテレオン。
"
ἔστι δὲ δρυμῶδες χωρίον ἀοίκητον, Πτελεάσιον καλούμενον.
」そこはプテレアシオンと呼ばれる、木々の生い茂る無人の地である。
ἕλος δʼ οἱ μὲν περὶ τὸν Ἀλφειὸν χώραν τινά φασιν, οἱ δὲ καὶ πόλιν, ὡς τὴν Λακωνικήν
"
ἕλος τʼ ἔφαλον πτολίεθρον.
ヘロスについて、ある人々はアルフェイオス川のあたりのある地方であると言い、他の人々は都市であると言っている。 ちょうどラコニアのヘロスが次のように言われているように。 「そして海辺の都市ヘロス。
"
οἱ δὲ περὶ τὸ Ἀλώριον ἕλος, οὗ τὸ τῆς Ἑλείας Ἀρτέμιδος ἱερὸν τῆς ὑπὸ τοῖς Ἀρκάσιν·
」また別の人々は、アルカディア人の支配下にあるヘレイアのアルテミスの神殿があるアロリオンの沼をそれであるとする。
ἐκεῖνοι γὰρ ἔσχον τὴν ἱερωσύνην.
というのも、彼らがその神職を保持していたからである。
Δώριον δʼ οἱ μὲν ὄρος, οἱ δὲ πεδίον, φασίν· οὐδὲν δὲ νῦν δείκνυται·
ドゥリオンについて、ある人々は山であると言い、他の人々は平原であると言うが、現在は何も示されていない。
ὅμως δʼ ἔνιοι τὴν νῦν Ὄλουριν ἢ Ὄλουραν ἐν τῷ καλουμένῳ αὐλῶνι τῆς Μεσσηνίας κειμένην Δώριον λέγουσιν.
しかしそれでも、一部の人々は、メッセニアのいわゆるアウロンに位置する現在のオルリスまたはオルラをドゥリオンであると言っている。
αὐτοῦ δέ που καὶ ἡ Οἰχαλία ἐστὶν ἡ τοῦ Εὐρύτου ἡ νῦν Ἀνδανία, πολίχνιον Ἀρκαδικὸν ὁμώνυμον τῷ Θετταλικῷ καὶ τῷ Εὐβοϊκῷ·
このあたりのどこかに、エウリュトスのオイカリア、すなわち現在のアンダニアもある。 これはテッサリアやエウボイアのそれと同名の、アルカディアの小さな町であった。
ὅθεν φησὶν ὁ ποιητὴς ἐς τὸ Δώριον ἀφικόμενον Θάμυριν τὸν Θρᾷκα ὑπὸ Μουσῶν ἀφαιρεθῆναι τὴν μουσικήν.
そこからトラキア人タミュリスがドゥリオンへとやって来て、ミューズたちによって音楽を奪われたと詩人は述べているのである。
§8.3.26ἐκ δὴ τούτων δῆλον ὡς ἐφʼ ἑκάτερα τοῦ Ἀλφειοῦ ἡ ὑπὸ Νέστορι χώρα ἐστίν, ἣν πᾶσαν ὀνομάζει Πυλίων γῆν·
これらのことから、ネストルの支配下の地域はアルフェイオス川の両側にまたがっており、詩人はその全体を「ピュロス人の土地」と呼んでいることは明らかである。
οὐδαμοῦ δὲ ὁ Ἀλφειὸς οὔτε τῆς Μεσσηνίας ἐφάπτεται οὔτε τῆς κοίλης Ἤλιδος.
そしてアルフェイオス川は、メッセニアにも低地エリスにも、いかなる場所でも接していない。
ἐν ταύτῃ γὰρ τῇ χώρᾳ ἐστὶν ἡ πατρὶς τοῦ Νέστορος, ἥν φαμεν Τριφυλιακὸν Πύλον καὶ Ἀρκαδικὸν καὶ Λεπρεατικόν.
なぜなら、この地域の中にネストルの故郷があり、我々はそれをトリフュリアの、またアルカディアの、またレプレオンのピュロスと呼んでいるからである。
καὶ γὰρ δὴ οἱ μὲν ἄλλοι Πύλοι ἐπὶ θαλάττῃ δείκνυνται, οὗτος δὲ πλείους ἢ τριάκοντα σταδίους ὑπὲρ αὐτῆς, ὅπερ καὶ ἐκ τῶν ἐπῶν δῆλον.
というのも、他のピュロスは海のそばに示されているが、これ(トリフュリアのピュロス)は海から30スタディオン以上内陸に入ったところにあるからであり、このことは叙事詩からも明らかである。
ἐπί τε γὰρ τοὺς Τηλεμάχου ἑταίρους ἄγγελος πέμπεται πρὸς τὸ πλοῖον καλῶν ἐπὶ ξενίαν, ὅ τε Τηλέμαχος κατὰ τὴν ἐκ Σπάρτης ἐπάνοδον τὸν Πεισίστρατον οὐκ ἐᾷ πρὸς τὴν πόλιν ἐλαύνειν, ἀλλὰ παρατρέψαντα ἐπὶ ναῦν σπεύδειν, ὡς οὐ τὴν αὐτὴν οὖσαν ἐπὶ τὴν πόλιν καὶ τὸν ὅρμον.
実際、テレマコスの仲間たちのもとへ、彼らを歓待に招くために、船に向かって使者が送られており、またテレマコスはスパルタからの帰途において、ペイシストラトスが都市に向かって馬車を走らせるのを許さず、むしろ脇へそれさせて船へと急ぐようにしており、これは都市への道と錨地への道が同じではないからである。
ὅ τε ἀπόπλους τοῦ Τηλεμάχου οὕτως ἂν οἰκείως λέγοιτο
"
βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
また、テレマコスの出航も次のように適切に語られうる。 「彼らはクルノイと、美しい流れのカルキスを通り過ぎた。
δύετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·
太陽は沈み、すべての街路は陰となった。
ἡ δὲ Φεὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
そして船は、ゼウスの順風に喜んで、フェアスのあたりに進み、さらにエペイオス人が支配する聖なるエリスの傍らを進んだ。
"
μέχρι μὲν δὴ δεῦρο πρὸς τὴν ἄρκτον ὁ πλοῦς, ἐντεῦθεν δʼ ἐπὶ τὸ πρὸς ἕω μέρος ἐπιστρέφει.
」確かにここまで(エリスまで)は北への航海であり、そこから東の方向へと進路を変える。
παρίησι δὲ τὸν εὐθὺν πλοῦν ἡ ναῦς καὶ τὸν ἐξ ἀρχῆς καὶ τὸν εἰς Ἰθάκην διὰ τὸ τοὺς μνηστῆρας ἐκεῖ τὴν ἐνέδραν θέσθαι
"
ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε·
しかし船は、求婚者たちが「イタケとサモスの間の海峡で」待ち伏せをしていたため、本来の直進ルート、すなわち当初のイタケへのルートをやり過ごす。
"
"
ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι.
「そこからさらに、彼女を素早い島々へと進めた。
"
θοὰς δὲ εἴρηκε τὰς ὀξείας·
」「素早い」を「尖った」の意味で使っている。
τῶν Ἐχινάδων δʼ εἰσὶν αὗται, πλησιάζουσαι τῇ ἀρχῇ τοῦ Κορινθιακοῦ κόλπου καὶ ταῖς ἐκβολαῖς τοῦ Ἀχελώου.
これらはエキナデス諸島の島々であり、コリントス湾の入り口およびアケロオス川の河口に近い。
παραλλάξας δὲ τὴν Ἰθάκην, ὥστε κατὰ νώτου γενέσθαι, κάμπτει πάλιν πρὸς τὸν οἰκεῖον δρόμον τὸν μεταξὺ τῆς Ἀκαρνανίας καὶ τῆς Ἰθάκης, καὶ κατὰ θάτερα μέρη τῆς νήσου ποιεῖται τὴν καταγωγήν, οὐ κατὰ τὸν πορθμὸν τὸν Κεφαλληνιακόν, ὃν ἐφρούρουν οἱ μνηστῆρες.
そしてイタケを通り過ぎて背後に置くようにした後、アカルナニアとイタケの間の本来の進路へと再び曲がり、求婚者たちが警戒していたケファレニア海峡ではなく、島の反対側に上陸するのである。