§8.3.21ἀπὸ δὲ τοῦ Πύλου τούτου καὶ τοῦ Λεπρείου τετρακοσίων που σταδίων ἐστὶ διάστημα ἐπὶ τὴν Μεσσηνιακὴν Πύλον καὶ τὸ Κορυφάσιον ἐπὶ θαλάττῃ κείμενα φρούρια, καὶ τὴν παρακειμένην Σφαγίαν νῆσον, ἀπὸ δὲ Ἀλφειοῦ ἑπτακοσίων πεντήκοντα, ἀπὸ δὲ τοῦ Χελωνάτα χιλίων τριάκοντα.
このピュロスおよびレプレオンから、海のそばに位置する砦であるメッセニアのピュロスとコリュパシオン、および隣接するスファギア島までは、およそ400スタディオンの距離があり、アルフェイオス川からは750スタディオン、ケロナタス岬からは1030スタディオンである。
ἐν δὲ τῷ μεταξὺ τό τε τοῦ Μακιστίου Ἡρακλέους ἱερόν ἐστι καὶ ὁ Ἀκίδων ποταμός.
その間には、マキストスのヘラクレスの神殿と、アキドン川がある。
ῥεῖ δὲ παρὰ τάφον Ἰαρδάνου καὶ Χάαν πόλιν ποτὲ ὑπάρξασαν πλησίον Λεπρείου, ὅπου καὶ τὸ πεδίον τὸ Αἰπάσιον.
それ(アキドン川)は、ヤルダノスの墓と、レプレオンの近くにかつて存在した都市カアの傍らを流れており、そこにはアイパシオン平原もある。
περὶ ταύτης δὲ τῆς Χάας γενέσθαι φασὶν ἔνιοι τὸν πόλεμον τοῖς Ἀρκάσι πρὸς τοὺς Πυλίους, ὃν ἔφρασεν Ὅμηρος, καὶ δεῖν οἴονται γράφειν
"
ἡβῷμʼ, ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Ἀκίδοντι μάχοντο
ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες
Χάας πὰρ τείχεσσιν,
"
οὐ Κελάδοντι, οὐδὲ Φειᾶς·
このカアをめぐって、ホメロスが述べたアルカディア人とピュロス人との間の戦争が起こったのだと一部の人々は主張しており、次のように書くべきだと考えている。 「私が若かったなら、あの時、流れの速いアキドン川のほとりで、集まったピュロス人とアルカディア人が、カアの城壁の傍らで戦った時のように」ケラドン川でもフェイアでもなく[アキドン川、カアと書くべきだという。
τῷ γὰρ τάφῳ τοῦ Ἰαρδάνου τοῦτον πλησιάζειν καὶ τοῖς Ἀρκάσι τὸν τόπον μᾶλλον ἢ ἐκεῖνον.
]なぜなら、この場所(アキドン川とカア)は、あの場所(ケラドン川とフェイア)よりも、ヤルダノスの墓やアルカディア人たちに近いからである。
§8.3.22Κυπαρισσία τέ ἐστιν ἐπὶ τῇ θαλάττῃ τῇ Τριφυλιακῇ καὶ Πύργοι καὶ ὁ Ἀκίδων ποταμὸς καὶ Νέδα.
トリフュリアの海の近くには、キュパリッシアとピュルゴイ、そしてアキドン川とネダ川がある。
νυνὶ μὲν οὖν τῇ Τριφυλίᾳ πρὸς τὴν Μεσσηνίαν ὅριόν ἐστι τὸ τῆς Νέδας ῥεῦμα λάβρον ἐκ τοῦ Λυκαίου κατιὸν Ἀρκαδικοῦ ὄρους, ἐκ πηγῆς ἣν ἀναρρῆξαι τεκοῦσαν τὸν Δία μυθεύεται Ῥέαν νίπτρων χάριν.
現在、トリフュリアとメッセニアの境界となっているのはネダ川の流れであり、それはアルカディアのリュカイオン山から急流となって下り、レアーがゼウスを出産した際に産湯のために湧き出させたという神話のある泉から流れ出ている。
ῥεῖ δὲ παρὰ Φιγαλίαν, καθʼ ὃ γειτνιῶσι Πυργῖται Τριφυλίων ἔσχατοι Κυπαρισσιεῦσι πρώτοις Μεσσηνίων.
それはフィガリアの傍らを流れ、その地点でトリフュリア人の最後の者たちであるピュルゴイの住民が、メッセニア人の最初の者たちであるキュパリッシアの住民と隣り合っている。
τὸ δὲ παλαιὸν ἄλλως διώριστο, ὡς καὶ τινὰς τῶν πέραν τῆς Νέδας ὑπὸ τῷ Νέστορι εἶναι, τόν τε Κυπαρισσήεντα καὶ ἄλλα τινὰ ἐπέκεινα, καθάπερ καὶ τὴν θάλατταν τὴν Πυλίαν ὁ ποιητὴς ἐπεκτείνει μέχρι τῶν ἑπτὰ πόλεων ὧν ὑπέσχετο Ἀγαμέμνων τῷ Ἀχιλλεῖ
"
πᾶσαι δʼ ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος.
しかし古代には境界は異なっており、ネダ川の向こう側の一部、すなわちキュパリッセエイスやその先の他のいくつかの地もネストルの支配下にあった。 それはちょうど、詩人がアガメムノンがアキレウスに約束した7つの都市にまでピュロスの海を拡張しているのと同様である。 「これらはすべて、砂深きピュロスの海辺の近くに、最も端に位置している。
"
τοῦτο γὰρ ἴσον τῷ
ἐγγὺς ἁλὸς τῆς Πυλίας.
」なぜなら、これは「ピュロスの海辺の近くに」と同等だからである。
§8.3.23ἐφεξῆς δʼ οὖν τῷ Κυπαρισσήεντι ἐπὶ τὴν Μεσσηνιακὴν Πύλον παραπλέοντι τὸ Κορυφάσιον ἥ τε Ἔρανα ἔστιν, ἥν τινες οὐκ εὖ Ἀρήνην νομίζουσιν κεκλῆσθαι πρότερον ὁμωνύμως τῇ Πυλιακῇ, Πλαταμώδης, ἀφʼ ἧς ἐπὶ τὸ Κορυφάσιον καὶ τὴν νῦν καλουμένην Πύλον ἑκατόν εἰσι στάδιοι.
さて、キュパリッセエイスの次には、メッセニアのピュロスすなわちコリュパシオンへと沿岸を航行する者にとって、エラナがあり、これを一部の人々は、ピュロスのそれと同名でかつてアレネと呼ばれていたと誤って考えている。 またプラタモデスもあり、そこからコリュパシオンおよび現在ピュロスと呼ばれている場所までは100スタディオンである。
ἔστι δὲ καὶ νησίον καὶ πολίχνιον ἐν αὐτῷ ὁμώνυμον Πρωτή.
また、プロテという同名の小島と、その中にある小さな町もある。
οὐκ ἂν δʼ ἐξητάζομεν ἴσως ἐπὶ τοσοῦτον τὰ παλαιά, ἀλλʼ ἤρκει λέγειν ὡς ἔχει νῦν ἕκαστα, εἰ μή τις ἦν ἐκ παίδων ἡμῖν παραδεδομένη φήμη περὶ τούτων·
もし子供の頃からこれらに関する評判が我々に伝えられていなかったなら、我々は古代の事柄をおそらくこれほど詳細に調査することはなく、各々が現在どのようであるかを述べるだけで十分であっただろう。
ἄλλων δʼ ἄλλα εἰπόντων ἀνάγκη διαιτᾶν.
しかし、人々がそれぞれ異なることを言っているため、裁定を下す必要がある。
πιστεύονται δʼ ὡς ἐπὶ τὸ πολὺ οἱ ἐνδοξότατοί τε καὶ πρεσβύτατοι καὶ κατʼ ἐμπειρίαν πρῶτοι·
そして、最も名声があり、最も古く、経験において第一である人々が概して信頼される。
Ὁμήρου δʼ εἰς ταῦτα ὑπερβεβλημένου πάντας, ἀνάγκη συνεπισκοπεῖν καὶ τὰ ὑπʼ ἐκείνου λεχθέντα καὶ συγκρούειν πρὸς τὰ νῦν, καθάπερ καὶ μικρὸν ἔμπροσθεν ἔφαμεν.
ホメロスはこの点においてすべての人々を凌駕しているため、彼によって語られたことをも共に考察し、少し前に述べたように、現在の状態と比較検討することが必要である。
§8.3.24περὶ μὲν οὖν τῆς κοίλης Ἤλιδος καὶ τοῦ Βουπρασίου τὰ λεχθέντα ὑφʼ Ὁμήρου προεπέσκεπται ἡμῖν.
さて、低地エリスとブプラシオンについてホメロスによって語られたことは、すでに我々によって考察された。
περὶ δὲ τῆς ὑπὸ τῷ Νέστορι οὕτω φησίν
"
οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθα τε Μοῦσαι
ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς,
Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος.
ネストル支配下の地域について、彼は次のように述べている。 「彼らはピュロスと愛らしきアレネ、そしてアルフェイオス川の渡り口であるスリュオンに住み、よく建てられたアイピュ、キュパリッセエイス、アムフィゲネイアに暮らしていた。 またプテレオン、ヘロス、そしてドゥリオンにも。 そこでミューズたちは、オイカリアの王エウリュトスのもとから、オイカリアからやって来たトラキア人タミュリスに立ちふさがり、その歌を止めさせたのだ。
"
Πύλος μὲν οὖν ἔστι περὶ ἧς ἡ ζήτησις·
」さて、ピュロスが、探究の対象となっている場所である。
αὐτίκα δʼ ἐπισκεψόμεθα περὶ αὐτῆς.
これについては、すぐに考察することにしよう。
περὶ δὲ τῆς Ἀρήνης εἴρηται·
アレネについてはすでに述べた。
ἣν δὲ λέγει νῦν Θρύον, ἐν ἄλλοις καλεῖ Θρυόεσσαν
"
ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,
τηλοῦ ἐπʼ Ἀλφειῷ.
彼がここでスリュオンと呼んでいるものを、他の箇所ではスリュオエッサと呼んでいる。 「スリュオエッサという名の都市があり、それは険しい丘であって、アルフェイオス川のほとり遠くにある。
"
Ἀλφειοῦ δὲ πόρον φησίν, ὅτι πεζῇ περατὸς εἶναι δοκεῖ κατὰ τοῦτον τὸν τόπον·
」また「アルフェイオス川の渡り口」と言うのは、この場所で川が徒歩で渡れるように思われるからである。
καλεῖται δὲ νῦν Ἐπιτάλιον τῆς Μακιστίας χωρίον.
これは現在、マキスティアの地方のエピタリオンと呼ばれている。
τὸ εὔκτιτον δʼ Αἶπυ ἔνιοι μὲν ζητοῦσι πότερον ποτέρου ἐπίθετον, καὶ τίς ἡ πόλις, καὶ εἰ αἱ νῦν Μαργάλαι τῆς Ἀμφιδολίας·
「よく建てられたアイピュ」について、ある人々は、どちらがどちらの形容語であるか、またそれはどの都市であるか、それが現在のアンフィドリアのマルガライであるかどうかを詮索している。
αὗται μὲν οὖν οὐ φυσικὸν ἔρυμα, ἕτερον δὲ δείκνυται φυσικὸν ἐν τῇ Μακιστίᾳ.
さて、これ(マルガライ)は自然の砦ではないが、マキスティアには別の自然の砦が示されている。
ὁ μὲν οὖν τοῦθʼ ὑπονοῶν φράζεσθαι ὄνομά φησι τῆς πόλεως τὸ Αἶπυ ἀπὸ τοῦ συμβεβηκότος φυσικῶς, ὡς Ἕλος καὶ Αἰγιαλὸν καὶ ἄλλα πλείω·
したがって、この(マキスティアの自然の砦)が意味されていると推測する者は、その都市の名は自然の特徴から生じた「アイピュ(険しき)」であると言う。 それはヘロス(湿地)やアイギアロス(海岸)や、その他多くの地名と同様である。
ὁ δὲ τὴν Μαργάλαν τοὔμπαλιν ἴσως.
一方、マルガライを支持する者はおそらく逆のことを言う。
Θρύον δὲ καὶ Θρυόεσσαν τὸ Ἐπιτάλιόν φασιν, ὅτι πᾶσα μὲν αὕτη ἡ χώρα θρυώδης, μάλιστα δʼ οἱ ποταμοί·
人々はエピタリオンをスリュオンおよびスリュオエッサであると言う。 なぜなら、この地方全体が葦が生い茂っており、特に川がそうだからである。
ἐπὶ πλέον δὲ διαφαίνεται τοῦτο κατὰ τοὺς περατοὺς τοῦ ῥείθρου τόπους.
そしてこれは、流れを渡ることができる場所で、よりいっそう顕著に現れている。
τάχα δέ φασι Θρύον μὲν εἰρῆσθαι τὸν πόρον, εὔκτιτον δʼ Αἶπυ τὸ Ἐπιτάλιον·
また、スリュオンとは渡り口のことであり、「よく建てられたアイピュ」とはエピタリオンのことだと言う者もおそらくいる。
ἔστι γὰρ ἐρυμνὸν φύσει·
というのも、それは自然の要害だからである。
καὶ γὰρ ἐν ἄλλοις αἰπεῖαν κολώνην λέγει
"
ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,
τηλοῦ ἐπʼ Ἀλφειῷ, πυμάτη Πύλου ἠμαθόεντος. "
実際、他の箇所で詩人は「険しい丘」と述べている。 「スリュオエッサという名の都市があり、それは険しい丘であって、アルフェイオス川のほとり遠くにあり、砂深きピュロスの最も端に位置している。 」