§8.3.21ἀπὸ δὲ τοῦ Πύλου τούτου καὶ τοῦ Λεπρείου τετρακοσίων που σταδίων ἐστὶ διάστημα ἐπὶ τὴν Μεσσηνιακὴν Πύλον καὶ τὸ Κορυφάσιον ἐπὶ θαλάττῃ κείμενα φρούρια, καὶ τὴν παρακειμένην Σφαγίαν νῆσον, ἀπὸ δὲ Ἀλφειοῦ ἑπτακοσίων πεντήκοντα, ἀπὸ δὲ τοῦ Χελωνάτα χιλίων τριάκοντα.
从该处皮洛斯以及莱普雷翁,到 ¦p.495 位于海边的要塞麦塞尼亚的皮洛斯和科里帕西翁以及相邻的斯法吉亚岛,距离大约是四百斯塔德;从阿尔菲奥斯河起是七百五十斯塔德,从凯洛纳塔斯岬起是一千零三十斯塔德。
ἐν δὲ τῷ μεταξὺ τό τε τοῦ Μακιστίου Ἡρακλέους ἱερόν ἐστι καὶ ὁ Ἀκίδων ποταμός.
在这之间有马基斯托斯的赫拉克勒斯神殿和阿基东河。
ῥεῖ δὲ παρὰ τάφον Ἰαρδάνου καὶ Χάαν πόλιν ποτὲ ὑπάρξασαν πλησίον Λεπρείου, ὅπου καὶ τὸ πεδίον τὸ Αἰπάσιον.
它流经雅尔达诺斯之墓以及曾是莱普雷翁附近城镇的卡阿,此处也是艾帕西翁平原的所在地。
περὶ ταύτης δὲ τῆς Χάας γενέσθαι φασὶν ἔνιοι τὸν πόλεμον τοῖς Ἀρκάσι πρὸς τοὺς Πυλίους, ὃν ἔφρασεν Ὅμηρος, καὶ δεῖν οἴονται γράφειν
"
ἡβῷμʼ, ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Ἀκίδοντι μάχοντο
ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες
Χάας πὰρ τείχεσσιν,
"
οὐ Κελάδοντι, οὐδὲ Φειᾶς· τῷ γὰρ τάφῳ τοῦ Ἰαρδάνου τοῦτον πλησιάζειν καὶ τοῖς Ἀρκάσι τὸν τόπον μᾶλλον ἢ ἐκεῖνον.
关于这座卡阿,有些人说阿尔卡迪亚人与皮洛斯人之间曾在此发生战争(即赫米洛斯所描述的战争),并认为应当读作: “若我还年轻,就像当年在急流的阿基东河畔,聚集在一起的皮洛斯人与阿尔卡迪亚人在卡阿的城墙旁战斗时一样,” 而不是“在凯拉东河畔”,也不是“在菲亚旁”;因为他们认为,这个地方(阿基东河与卡阿)比亚那两个地方(凯拉东河与菲亚)更接近雅尔达诺斯之墓和阿尔卡迪亚人。
§8.3.22Κυπαρισσία τέ ἐστιν ἐπὶ τῇ θαλάττῃ τῇ Τριφυλιακῇ καὶ Πύργοι καὶ ὁ Ἀκίδων ποταμὸς καὶ Νέδα.
在特里菲利亚海边有库帕里西亚、皮尔戈伊、阿基东河和内达河。
νυνὶ μὲν οὖν τῇ Τριφυλίᾳ πρὸς τὴν Μεσσηνίαν ὅριόν ἐστι τὸ τῆς Νέδας ῥεῦμα λάβρον ἐκ τοῦ Λυκαίου κατιὸν Ἀρκαδικοῦ ὄρους, ἐκ πηγῆς ἣν ἀναρρῆξαι τεκοῦσαν τὸν Δία μυθεύεται Ῥέαν νίπτρων χάριν.
现在,特里菲利亚与麦塞尼亚的边界是内达河的急流,它从阿尔卡迪亚的吕凯翁山奔流而下,源自一处泉水。 神话传说,瑞亚在生下宙斯后,为了洗濯而使该泉水喷涌而出。
ῥεῖ δὲ παρὰ Φιγαλίαν, καθʼ ὃ γειτνιῶσι Πυργῖται Τριφυλίων ἔσχατοι Κυπαρισσιεῦσι πρώτοις Μεσσηνίων.
它流经菲加利亚,在此处特里菲利亚人最后的居民皮尔戈伊人与麦塞尼亚人最早的居民库帕里西亚人相邻。
τὸ δὲ παλαιὸν ἄλλως διώριστο, ὡς καὶ τινὰς τῶν πέραν τῆς Νέδας ὑπὸ τῷ Νέστορι εἶναι, τόν τε Κυπαρισσήεντα καὶ ἄλλα τινὰ ἐπέκεινα, καθάπερ καὶ τὴν θάλατταν τὴν Πυλίαν ὁ ποιητὴς ἐπεκτείνει μέχρι τῶν ἑπτὰ πόλεων ὧν ὑπέσχετο Ἀγαμέμνων τῷ Ἀχιλλεῖ
"
πᾶσαι δʼ ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος.
但在古代,边界有所不同,以至于内达河对岸的一部分地区也在内斯托尔的统治之下,既包括库帕里塞埃伊斯,也包括其外的其他一些地方,正如诗人将皮洛斯海延伸至阿伽门农许诺给阿喀琉斯的七座城市一样: “它们全都临近大海,位于多沙的皮洛斯的最边缘。
"
τοῦτο γὰρ ἴσον τῷ
ἐγγὺς ἁλὸς τῆς Πυλίας.
” 因为这等于说: “临近皮洛斯的大海。
§8.3.23ἐφεξῆς δʼ οὖν τῷ Κυπαρισσήεντι ἐπὶ τὴν Μεσσηνιακὴν Πύλον παραπλέοντι τὸ Κορυφάσιον ἥ τε Ἔρανα ἔστιν, ἥν τινες οὐκ εὖ Ἀρήνην νομίζουσιν κεκλῆσθαι πρότερον ὁμωνύμως τῇ Πυλιακῇ, Πλαταμώδης, ἀφʼ ἧς ἐπὶ τὸ Κορυφάσιον καὶ τὴν νῦν καλουμένην Πύλον ἑκατόν εἰσι στάδιοι.
” 那么在库帕里塞埃伊斯之后,对于沿着海岸航行前往麦塞尼亚的皮洛斯(即科里帕西翁)的人来说,有埃拉纳,有些人错误地认为它以前与皮洛斯的城市同名,被称为阿雷涅;还有普拉塔莫得斯,从那里到科里帕西翁以及现在被称为皮洛斯的地方有一百斯塔德。
ἔστι δὲ καὶ νησίον καὶ πολίχνιον ἐν αὐτῷ ὁμώνυμον Πρωτή.
这里还有一个同名的小岛普罗特,岛上有一个小镇。
οὐκ ἂν δʼ ἐξητάζομεν ἴσως ἐπὶ τοσοῦτον τὰ παλαιά, ἀλλʼ ἤρκει λέγειν ὡς ἔχει νῦν ἕκαστα, εἰ μή τις ἦν ἐκ παίδων ἡμῖν παραδεδομένη φήμη περὶ τούτων·
如果不是关于这些事情的传闻从孩提时代就传授给我们,我们或许不会对古代的事物进行如此详尽的探究,而只需说明现在各处的状况就足够了。
ἄλλων δʼ ἄλλα εἰπόντων ἀνάγκη διαιτᾶν.
但由于人们各执一词,我们必须做出裁决。
πιστεύονται δʼ ὡς ἐπὶ τὸ πολὺ οἱ ἐνδοξότατοί τε καὶ πρεσβύτατοι καὶ κατʼ ἐμπειρίαν πρῶτοι· Ὁμήρου δʼ εἰς ταῦτα ὑπερβεβλημένου πάντας, ἀνάγκη συνεπισκοπεῖν καὶ τὰ ὑπʼ ἐκείνου λεχθέντα καὶ συγκρούειν πρὸς τὰ νῦν, καθάπερ καὶ μικρὸν ἔμπροσθεν ἔφαμεν.
而最著名、最古老以及在经验上最领先的人通常被信任;由于赫米洛斯在这些方面超越了所有人,我们有必要共同考查他所说的话,并将其与现状进行对比,正如我们刚才所说的那样。
§8.3.24περὶ μὲν οὖν τῆς κοίλης Ἤλιδος καὶ τοῦ Βουπρασίου τὰ λεχθέντα ὑφʼ Ὁμήρου προεπέσκεπται ἡμῖν.
关于低地埃利斯和布普拉西翁,赫米洛斯所说的话我们已经提前考查过了。
περὶ δὲ τῆς ὑπὸ τῷ Νέστορι οὕτω φησίν
"
οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθα τε Μοῦσαι
ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς,
Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος.
关于在内斯托尔统治下的地区,他这样说: “他们居住在皮洛斯、可爱的阿雷涅和斯里翁(阿尔菲奥斯河的渡口),以及建得很好的艾皮,并居住在库帕里塞埃伊斯、安菲格内亚、普特莱翁、赫洛斯和多里翁,在多里翁,缪斯女神们遇到了色雷斯人塔米里斯,阻止了他的歌唱,当时他正从奥伊哈利亚的奥伊哈利亚人欧律托斯那里走来。
"
Πύλος μὲν οὖν ἔστι περὶ ἧς ἡ ζήτησις· αὐτίκα δʼ ἐπισκεψόμεθα περὶ αὐτῆς.
” 那么,皮洛斯确实是探究的对象;我们马上就会对它进行考查。
περὶ δὲ τῆς Ἀρήνης εἴρηται·
关于阿雷涅已经说过了。
ἣν δὲ λέγει νῦν Θρύον, ἐν ἄλλοις καλεῖ Θρυόεσσαν
"
ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,
τηλοῦ ἐπʼ Ἀλφειῷ.
而他现在所说的“斯里翁”,在其他地方他称之为“斯里奥埃萨”: “有一座名为斯里奥埃萨的城市,是一座险峻的山丘,在遥远的阿尔菲奥斯河畔。
"
Ἀλφειοῦ δὲ πόρον φησίν, ὅτι πεζῇ περατὸς εἶναι δοκεῖ κατὰ τοῦτον τὸν τόπον· καλεῖται δὲ νῦν Ἐπιτάλιον τῆς Μακιστίας χωρίον.
” 他说“阿尔菲奥斯河的渡口”,是因为这条河在这个地方似乎可以徒步涉过;它现在被称为埃皮塔里翁,是马基斯蒂亚的一处地方。
τὸ εὔκτιτον δʼ Αἶπυ ἔνιοι μὲν ζητοῦσι πότερον ποτέρου ἐπίθετον, καὶ τίς ἡ πόλις, καὶ εἰ αἱ νῦν Μαργάλαι τῆς Ἀμφιδολίας· αὗται μὲν οὖν οὐ φυσικὸν ἔρυμα, ἕτερον δὲ δείκνυται φυσικὸν ἐν τῇ Μακιστίᾳ.
至于“建得很好的艾皮”,有些人探究这两个词哪一个是形容词,哪一个是城市的名字,以及它是否是现在的安菲多利亚的马尔加莱;这马尔加莱并非天然要塞,但在马基斯蒂亚展示了另一处天然要塞。
ὁ μὲν οὖν τοῦθʼ ὑπονοῶν φράζεσθαι ὄνομά φησι τῆς πόλεως τὸ Αἶπυ ἀπὸ τοῦ συμβεβηκότος φυσικῶς, ὡς Ἕλος καὶ Αἰγιαλὸν καὶ ἄλλα πλείω· ὁ δὲ τὴν Μαργάλαν τοὔμπαλιν ἴσως.
因此,推测是指该地的人说,该城市的名字因其天然属性而被命名为“艾皮”(意为险峻),就像赫洛斯(湿地)和艾吉阿洛斯(海岸)以及其他许多地名一样;而支持马尔加莱的人可能恰恰相反。
Θρύον δὲ καὶ Θρυόεσσαν τὸ Ἐπιτάλιόν φασιν, ὅτι πᾶσα μὲν αὕτη ἡ χώρα θρυώδης, μάλιστα δʼ οἱ ποταμοί· ἐπὶ πλέον δὲ διαφαίνεται τοῦτο κατὰ τοὺς περατοὺς τοῦ ῥείθρου τόπους.
他们说埃皮塔里翁就是斯里翁和斯里奥埃萨,因为这整个地区都长满了芦苇,尤其是河流;在河水可以涉过的地点,这一点表现得尤为明显。
τάχα δέ φασι Θρύον μὲν εἰρῆσθαι τὸν πόρον, εὔκτιτον δʼ Αἶπυ τὸ Ἐπιτάλιον· ἔστι γὰρ ἐρυμνὸν φύσει·
也许有人说斯里翁是渡口的名字,而“建得很好的艾皮”是埃皮塔里翁;因为它是天然的要塞;事实上,在其他地方诗人称之为险峻的山丘: “有一座名为斯里奥埃萨的城市,是一座险峻的山丘,在遥远的阿尔菲奥斯河畔,位于多沙的皮洛斯的最边缘。
καὶ γὰρ ἐν ἄλλοις αἰπεῖαν κολώνην λέγει
"
ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,
τηλοῦ ἐπʼ Ἀλφειῷ, πυμάτη Πύλου ἠμαθόεντος. "
”