§8.3.17πλείους δʼ εἰσὶ λόγοι περὶ τῶν Καυκώνων·
カウコン人に関しては多くの説がある。
καὶ γὰρ Ἀρκαδικὸν ἔθνος φασί, καθάπερ τὸ Πελασγικόν, καὶ πλανητικὸν ἄλλως, ὥσπερ ἐκεῖνο.
というのも、彼らをペラスゴイ人のようにアルカディアの民族であると言い、またあちら(ペラスゴイ人)のように別の意味で放浪する民族であると言うからである。
ἱστορεῖ γοῦν ὁ ποιητὴς καὶ τοῖς Τρωσὶν ἀφιγμένους συμμάχους, πόθεν δʼ οὐ λέγει·
ともかく詩人は彼らがトロイア人にとっても同盟軍として到着したと伝えているが、どこからかは述べていない。
δοκοῦσι δʼ ἐκ Παφλαγονίας·
しかし、パフラゴニアからであると思われる。
ἐκεῖ γὰρ ὀνομάζουσι Καυκωνιάτας τινὰς Μαριανδυνοῖς ὁμόρους, οἳ καὶ αὐτοὶ Παφλαγόνες εἰσί.
というのも、そこではマリアンデュノス人に隣接するあるカウコニアタイ人を名指しており、彼ら自身もパフラゴニア人だからである。
μνησθησόμεθα δʼ αὐτῶν ἐπὶ πλέον, ὅταν εἰς ἐκεῖνον περιστῇ τὸν τόπον ἡ γραφή.
しかし彼らについては、記述がその場所に巡ってきた時、さらに多く言及することにしよう。
νυνὶ δὲ περὶ τῶν ἐν τῇ Τριφυλίᾳ Καυκώνων ἔτι καὶ ταῦτα προσιστορητέον.
今は、トリフュリアのカウコン人についてさらに次のことも追加して語らねばならない。
οἱ μὲν γὰρ καὶ ὅλην τὴν νῦν Ἠλείαν ἀπὸ τῆς Μεσσηνίας μέχρι Δύμης Καυκωνίαν λεχθῆναί φασιν·
ある人々は、現在のエリス地方全体が、メッセニアからデュメに至るまでカウコニアと呼ばれたと言っている。
Ἀντίμαχος γοῦν καὶ Ἐπειοὺς καὶ Καύκωνας ἅπαντας προσαγορεύει.
ともかくアンティマコスは、エペイオス人とカウコン人をすべて一括して呼んでいる。
τινὲς δὲ ὅλην μὲν μὴ κατασχεῖν αὐτούς, δίχα δὲ μεμερισμένους οἰκεῖν, τοὺς μὲν πρὸς τῇ Μεσσηνίᾳ κατὰ τὴν Τριφυλίαν τοὺς δὲ πρὸς τῇ Δύμῃ κατὰ τὴν Βουπρασίδα καὶ τὴν κοίλην Ἦλιν·
しかし別の人々は、彼らが全体を占領したのではなく、二つに分かれて住んでおり、一方はメッセニアに近いトリフュリアに、他方はデュメに近いブーぷらしあおよび低地エリスに住んでいたと言う。
Ἀριστοτέλης δʼ ἐνταῦθα μάλιστα οἶδεν ἱδρυμένους αὐτούς.
アリストテレスは彼らが特にここに居住していたと知っている。
καὶ δὴ τοῖς ὑφʼ Ὁμήρου λεγομένοις ὁμολογεῖ μᾶλλον ἡ ὑστάτη ἀπόφασις, τό τε ζητούμενον πρότερον λαμβάνει λύσιν.
そしてまさに、最後の主張がホメロスによって語られていることとより良く一致し、以前から探求されていた問題が解決を得るのである。
ὁ μὲν γὰρ Νέστωρ ὑπόκειται τὸν Τριφυλιακὸν οἰκῶν Πύλον, τά τε πρὸς νότον καὶ τὰ ἑωθινά (ταῦτα δʼ ἐστὶ τὰ συγκυροῦντα πρὸς τὴν Μεσσηνίαν καὶ τὴν Λακωνικήν) ὑπʼ ἐκείνῳ ἐστίν, ἔχουσι δʼ οἱ Καύκωνες, ὥστε τοῖς ἀπὸ τοῦ Πύλου βαδίζουσιν εἰς Λακεδαίμονα ἀνάγκη διὰ Καυκώνων εἶναι τὴν ὁδόν.
というのも、ネストルはトリフュリアのピュロスに住んでいると想定されており、南と東の地域(これらはメッセニアおよびラコニアに接する地域である)は彼の支配下にあり、他方カウコン人がそれらを領有している。 その結果、ピュロスからラケダイモンへと歩いていく人々にとっては、その道がカウコン人の土地を通ることが不可避となるからである。
τὸ δὲ ἱερὸν τοῦ Σαμίου Ποσειδῶνος καὶ ὁ κατʼ αὐτὸ ὅρμος, εἰς ὃν κατήχθη Τηλέμαχος, πρὸς δύσιν καὶ πρὸς ἄρκτον ἀπονεύει.
サミオスのポセイドンの神殿と、それのところにあってテレマコスが船を着けた入り江は、西および北の方に位置している。
εἰ μὲν τοίνυν οἱ Καύκωνες ἐνταῦθα μόνον οἰκοῦσιν, οὐ σώζεται τῷ ποιητῇ ὁ λόγος.
したがって、もしカウコン人がここにのみ住んでいるのだとすれば、詩人における話は保たれない。
κελεύει γὰρ ἡ μὲν Ἀθηνᾶ κατὰ τὸν Σωτάδην τῷ Νέστορι, τὸν μὲν Τηλέμαχον εἰς τὴν Λακεδαίμονα πέμψαι σὺν δίφρῳ τε καὶ υἱέι εἰς τὰ πρὸς ἕω μέρη·
というのも、アテナはソタデスによればネストルに対し、テレマコスを戦車と息子とともに、東の方の地域であるラケダイモンへと送るように命じる。
αὐτὴ δʼ ἐπὶ ναῦν βαδιεῖσθαι νυκτερεύσουσα φησιν ἐπὶ τὴν δύσιν καὶ εἰς τοὐπίσω,
"
ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
"
πορεύσεσθαι ἐπὶ τὸ χρέος πάλιν εἰς τοὔμπροσθεν.
他方、彼女自身は船へと歩いていき、そこで夜を過ごすと言い、それは西の方、すなわち後方の方向である。 「しかし、夜が明けたら気高きカウコン人のところへ」借金を取り立てるために、再び前方へと旅立つ、と言う。
τίς οὖν ὁ τρόπος;
では、どのような方法があるだろうか。
παρῆν γὰρ τῷ Νέστορι λέγειν ἀλλʼ οἵ γε Καύκωνες ὑπʼ ἐμοί εἰσι καὶ πρὸ ὁδοῦ τοῖς εἰς Λακεδαίμονα βαδίζουσιν·
というのも、ネストルには「しかし、カウコン人は私の支配下にあり、ラケダイモンへと歩いていく人々の道の途中にいる。
ὥστε τί οὐ συνοδεύεις τοῖς περὶ Τηλέμαχον, ἀλλʼ ἀναχωρεῖς εἰς τοὐπίσω;
だから、なぜテレマコスたちと同行せず、後方へと引き返すのか」と言うことが可能であったからである。
ἅμα δʼ οἰκεῖον ἦν τῷ βαδίζοντι ἐπὶ χρέους κομιδὴν οὐκ ὀλίγου, ὥς φησι, πρὸς ἀνθρώπους ὑπὸ τῷ Νέστορι ὄντας, αἰτήσασθαί τινα παρʼ αὐτοῦ βοήθειαν, εἴ τι ἀγνωμονοῖτο (ὥσπερ εἴωθε) περὶ τὸ συμβόλαιον· οὐ γέγονε δὲ τοῦτο.
同時に、本人が言うところの、決して少なくない額の借金の回収のために、ネストルの支配下にある人々のところへと赴く者にとっては、もし契約に関して不当な扱いを受けるならば、彼に何らかの援助を求めることが自然であったはずだが、そのようなことは起こらなかった。
εἰ μὲν τοίνυν ἐνταῦθα μόνον οἰκοῖεν οἱ Καύκωνες, ταῦτʼ ἂν συμβαίνοι τὰ ἄτοπα·
したがって、もしカウコン人がここにのみ住んでいるのであれば、これらの不都合な事態が生じるであろう。
μεμερισμένων δὲ τινῶν καὶ εἰς τοὺς πρὸς Δύμῃ τόπους τῆς Ἠλείας, ἐκεῖσε ἂν εἴη λέγουσα τὴν ἔφοδον ἡ Ἀθηνᾶ, καὶ οὐκ ἂν ἔτι οὔθʼ ἡ εἰς τὴν ναῦν κατάβασις ἔχοι τι ἀπεμφαῖνον οὔθʼ ὁ τῆς συνοδίας ἀποσπασμός, εἰς τἀναντία τῆς ὁδοῦ οὔσης.
しかし、彼らの一部がエリス地方のデュメに近い地域にも分かれて住んでいるとするならば、アテナはそこへの赴きを語っていることになり、そうすれば、船への乗船も、旅の仲間からの離脱も、もはや何ら矛盾したところを含まないであろう、その道が反対方向にあるのだから。
παραπλησίως δʼ ἂν καὶ τὰ περὶ τοῦ Πύλου διαπορούμενα τύχοι τῆς προσηκούσης διαίτης ἐπελθοῦσι μικρὸν ἔτι τῆς χωρογραφίας μέχρι τοῦ Πύλου τοῦ Μεσσηνιακοῦ.
同様に、ピュロスに関して疑問視されている諸問題も、メッセニアのピュロスに至るまでの地誌をもう少したどるならば、適切な解決を得るであろう。
§8.3.18ἐλέγοντο δὲ Παρωρεᾶται τινὲς τῶν ἐν τῇ Τριφυλίᾳ κατέχοντες ὄρη περὶ τὸ Λέπρειον καὶ τὸ Μάκιστον καθήκοντα ἐπὶ θάλατταν πλησίον τοῦ Σαμιακοῦ ποσειδίου.
トリフュリアの人々のうち、レプレオンとマキストスの周りの、サミコンのポセイドン神殿の近くで海へと下っている山々を占有しているある人々は、パロレアタイと呼ばれていた。