§8.3.14κατὰ ταῦτα δέ πως τὰ ἱερὰ ὑπέρκειται τῆς θαλάττης ἐν τριάκοντα ἢ μικρῷ πλείοσι σταδίοις ὁ Τριφυλιακὸς Πύλος καὶ Λεπρεατικός, ὃν καλεῖ ὁ ποιητὴς ἠμαθόεντα καὶ παραδίδωσι τοῦ Νέστορος πατρίδα, ὡς ἄν τις ἐκ τῶν ἐπῶν τεκμαίροιτο·
これらの聖所のあたりで、海の上方に三十スタディオンか、あるいはもう少し多い距離のところに、トリフュリアの、またレプレアトスのピュロスが位置している。 詩人はこれを「砂多き」と呼び、ネストルの故郷として伝えているが、それは叙事詩から推測されるであろう通りである。
εἴτε τοῦ παραρρέοντος ποταμοῦ πρὸς ἄρκτον Ἀμάθου καλουμένου πρότερον, ὃς νῦν Μάμαος καὶ Ἀρκαδικὸς καλεῖται, ὥστʼ ἐντεῦθεν ἠμαθόεντα κεκλῆσθαι· εἴτε τούτου μὲν Παμισοῦ καλουμένου ὁμωνύμως τοῖς ἐν τῇ Μεσσηνίᾳ δυσί, τῆς δὲ πόλεως ἄδηλον ἐχούσης τὴν ἐτυμολογίαν τοῦ ἐπιθέτου·
それは、北の方を流れる川がかつてアマトゥスと呼ばれており(現在はママオスおよびアルカディコスと呼ばれているが)、その結果、そこから「砂多き」と呼ばれたからなのか、あるいは、この川はメッセニアにある二つの川と同名でパミソスと呼ばれており、都市の方はその添え名の語源が不明であるからなのか。
καὶ γὰρ τὸ ἀμαθώδη τὸν ποταμὸν ἢ τὴν χώραν εἶναι ψεῦδός φασι.
実際、川や土地が砂深いというのは虚偽であると人々は言っている。
πρὸς ἕω δʼ ἐστὶν ὄρος τοῦ Πύλου πλησίον ἐπώνυμον Μίνθης, ἣν μυθεύουσι παλλακὴν τοῦ Ἅιδου γενομένην πατηθεῖσαν ὑπὸ τῆς κόρης εἰς τὴν κηπαίαν μίνθην μεταβαλεῖν, ἥν τινες ἡδύοσμον καλοῦσι.
ピュロスの近く、東の方には、ミンテにちなんで名付けられた山がある。 人々は神話で、彼女はハデスの愛人となったがコレーに踏みつけられて庭のハッカに変えられたと語っており、そのハッカをある人々はヘデュオスモスと呼んでいる。
καὶ δὴ καὶ τέμενός ἐστιν Ἅιδου πρὸς τῷ ὄρει τιμώμενον καὶ ὑπὸ Μακιστίων, καὶ Δήμητρος ἄλσος ὑπερκείμενον τοῦ Πυλιακοῦ πεδίου.
そしてまた、その山の近くにはハデスの神聖な地領があり、マキストス人によっても崇拝されており、ピュロス平野の上方に位置するデメテルの聖林もある。
τὸ δὲ πεδίον εὔγεών ἐστι τοῦτο, τῇ θαλάττῃ δὲ συνάψαν παρατείνει παρʼ ἅπαν τὸ μεταξὺ τοῦ τε Σαμικοῦ καὶ ποταμοῦ Νέδας διάστημα.
この平野は肥沃であり、海に接して、サミコンとネダス川の間の全区間にわたって延びている。
θινώδης δὲ καὶ στενός ἐστιν ὁ τῆς θαλάττης αἰγιαλός, ὥστʼ οὐκ ἂν ἀπογνοίη τις ἐντεῦθεν ἠμαθόεντα ὠνομάσθαι τὸν Πύλον.
しかし、海の海岸は砂丘が多くて狭く、したがって、ピュロスがそこから「砂多き」と名付けられたのだということを、誰も否定はしないであろう。
§8.3.15πρὸς ἄρκτον δʼ ὅμορα ἦν τῷ Πύλῳ δύο πολείδια Τριφυλιακὰ Ὕπανα καὶ Τυμπανέαι, ὧν τὸ μὲν εἰς Ἦλιν συνῳκίσθη τὸ δʼ ἔμεινε.
北の方には、ピュロスに隣接してトリフュリアの二つの小さな町、ヒュパナとテュンパネアイがあったが、それらのうち一方はエリスに統合され、他方はそのまま残った。
καὶ ποταμοὶ δὲ δύο ἐγγὺς ῥέουσιν ὅ τε Δαλίων καὶ ὁ Ἀχέρων, ἐμβάλλοντες εἰς τὸν Ἀλφειόν.
また、近くを二つの川、ダリオン川とアケロン川が流れており、アルフェイオス川に注ぎ込んでいる。
ὁ δὲ Ἀχέρων κατὰ τὴν πρὸς τὸν Ἅιδην οἰκειότητα ὠνόμασται·
アケロン川はハデスとの親和性に従って名付けられている。
ἐκτετίμηται γὰρ δὴ σφόδρα τά τε τῆς Δήμητρος καὶ τῆς κόρης ἱερὰ ἐνταῦθα καὶ τὰ τοῦ Ἅιδου, τάχα διὰ τὰς ὑπεναντιότητας, ὥς φησιν ὁ Σκήψιος Δημήτριος.
というのも、デメテルとコレーの聖所、およびハデスの聖所がここにおいて非常に大いに崇められているからであり、それはおそらくは、相反する性質のゆえであろう、とスケプシスのデメトリオスは言っている。
καὶ γὰρ εὔκαρπός ἐστι καὶ ἐρυσίβην γεννᾷ καὶ θρύον ἡ Τριφυλία·
実際、トリフュリアは肥沃である一方で、麦角やアシをも生じさせる。
διόπερ ἀντὶ μεγάλης φορᾶς πυκνὰς ἀφορίας γίνεσθαι συμβαίνει κατὰ τοὺς τόπους.
それゆえ、豊かな実りの代わりに、それらの地域ではしばしば不作が生じることになるのである。
§8.3.16τοῦ δὲ Πύλου πρὸς νότον ἐστὶ τὸ Λέπρειον.
ピュロスの南にはレプレオンがある。
ἦν δὲ καὶ αὕτη ἡ πόλις ὑπὲρ τῆς θαλάττης ἐν τετταράκοντα σταδίοις·
この都市もまた、海から四十スタディオン内陸に入ったところにあった。
μεταξὺ δὲ τοῦ Λεπρείου καὶ τοῦ Ἀννίου τὸ ἱερὸν τοῦ Σαμίου Ποσειδῶνος ἔστιν, ἑκατὸν σταδίους ἑκατέρου διέχον.
レプレオンとアンニオスの間には、サミオスのポセイドンの神殿があり、両者からそれぞれ百スタディオン離れている。
τοῦτο δʼ ἐστὶ τὸ ἱερὸν ἐν ᾧ καταληφθῆναί φησιν ὁ ποιητὴς ὑπὸ Τηλεμάχου τὴν θυσίαν συντελοῦντας τοὺς Πυλίους
"
οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
ἷξον·
これこそが、ピュロス人たちが犠牲式を行っているところをテレマコスによって見出されたと詩人が述べている神殿である。 「彼らは、ネレウスの堅固に築かれた都市、ピュロスに到着した。
τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
ταύρους παμμέλανας, Ἐνοσίχθονι κυανοχαίτῃ.
人々は海の浜辺で、黒い雄牛を、青黒い髪の大地を揺るがす神に捧げていた。
"
πάρεστι μὲν γὰρ τῷ ποιητῇ καὶ πλάττειν τὰ μὴ ὄντα, ὅταν δʼ ᾖ δυνατόν, ἐφαρμόττειν τοῖς οὖσι τὰ ἔπη καὶ σώζειν τὴν διήγησιν.
」詩人にとっては、存在しないものを創り出すことも可能であるが、可能なときには、その詩句を実在するものに適合させ、物語を保つものである。
τὸ δʼ ἀπέχεσθαι προσῆκε μᾶλλον.
しかし、それから離れることを控えることこそが、よりふさわしかった。
χώραν δʼ εἶχον εὐδαίμονα οἱ Λεπρεᾶται·
レプレオン人たちは恵まれた土地を所有していた。
τούτοις δʼ ὅμοροι Κυπαρισσιεῖς.
彼らに隣接しているのは、キュパリッシアの人々である。
ἄμφω δὲ τὰ χωρία ταῦτα Καύκωνες κατεῖχον, καὶ τὸν Μάκιστον δέ, ὅν τινες Πλατανιστοῦντα καλοῦσιν.
これら両方の地方をカウコン人が占有しており、さらに、ある人々がプラタニストゥスと呼ぶマキストスも同様であった。
ὁμώνυμον τῇ χώρᾳ ἐστὶ τὸ πόλισμα.
その地方と同名の小さな町がある。
φασὶ δʼ ἐν τῇ Λεπρεάτιδι καὶ Καύκωνος εἶναι μνῆμα, εἴτʼ ἀρχηγέτου τινὸς εἴτʼ ἄλλως ὁμωνύμου τῷ ἔθνει.
また、レプレアス地方には、カウコンの墓もあると言われている。 それが創始者の誰かであるのか、あるいは単にその民族と同名であるにすぎない誰かであるのかはともかく。