§8.3.1νῦν μὲν δὴ πᾶσαν Ἠλείαν ὀνομάζουσι τὴν μεταξὺ Ἀχαιῶν τε καὶ Μεσσηνίων παραλίαν, ἀνέχουσαν εἰς τὴν μεσόγαιαν τὴν πρὸς Ἀρκαδίᾳ τῇ κατὰ Φολόην καὶ Ἀζᾶνας καὶ Παρρασίους.
今日では、アカイア人とメッセニア人の間にある海岸地方全域をエレイアと呼んでおり、それはフォロエ、アザネス、パッラシオイの近くのアルカディアに接する内陸部へと伸びている。
τοῦτο δὲ τὸ παλαιὸν εἰς πλείους δυναστείας διῄρητο, εἶτʼ εἰς δύο, τήν τε τῶν Ἐπειῶν καὶ τὴν ὑπὸ Νέστορι τῷ Νηλέως·
この地域は古くは複数の支配権に分割されており、その後二つ、すなわちエペイオス人の支配地と、ネレウスの子ネストルの支配下にある地とに分かれた。
καθάπερ καὶ Ὅμηρος εἴρηκε, τὴν μὲν τῶν Ἐπειῶν ὀνομάζων Ἦλιν
"
ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
"
τὴν δʼ ὑπὸ τῷ Νέστορι Πύλον, διʼ ἧς τὸν Ἀλφειὸν ῥεῖν φησιν,
"
Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης.
ホメロスも言っているように、エペイオス人の支配地をエリスと呼び、 "また神聖なエリスの傍らを、そこではエペイオス人が支配している "ネストルの支配下の地をピュロスと呼び、その地をアルフェイオス川が流れていると述べている。
"
Πύλον μὲν οὖν καὶ πόλιν οἶδεν ὁ ποιητής
"
οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
ἷξον.
"アルフェイオス、それはピュロス人の土地を広く流れる "さて、詩人はピュロスを都市としても知っている。 "そして彼らは、ネレウスのよく建てられた都市ピュロスに到着した。
"
οὐ διὰ τῆς πόλεως δὲ οὐδὲ παρʼ αὐτὴν ῥεῖ ὁ Ἀλφειός, ἀλλὰ παρʼ αὐτὴν μὲν ἕτερος, ὃν οἱ μὲν Παμισὸν οἱ δὲ Ἄμαθον καλοῦσιν, ἀφʼ οὗ καὶ ὁ Πύλος Ἠμαθόεις εἰρῆσθαι οὗτος δοκεῖ, διὰ δὲ τῆς χώρας τῆς Πυλίας ὁ Ἀλφειός.
"しかし、アルフェイオス川はその都市の中を流れているわけでも、その傍らを流れているわけでもない。 むしろ、その傍らには別の川が流れており、ある人々はパミソス、他の人々はアマトスと呼んでいる。 この川にちなんで、このピュロスもエーマトエイス(砂多き)と呼ばれたと思われる。 そしてアルフェイオス川はピュロス地方を流れているのである。
§8.3.2Ἦλις δὲ ἡ νῦν πόλις οὔπω ἔκτιστο καθʼ Ὅμηρον, ἀλλʼ ἡ χώρα κωμηδὸν ᾠκεῖτο·
現在の都市エリスはホメロスの時代にはまだ建設されておらず、その地方は村落ごとに居住されていた。
ἐκαλεῖτο δὲ κοίλη Ἦλις ἀπὸ τοῦ συμβεβηκότος·
そしてそこは自然の特徴から「低地エリス」と呼ばれていた。
τοιαύτη γὰρ ἦν ἡ πλείστη καὶ ἀρίστη·
というのも、その大部分かつ最も優れた土地がそのようなものであったからである。
ὀψὲ δέ ποτε συνῆλθον εἰς τὴν νῦν πόλιν Ἦλιν, μετὰ τὰ Περσικά, ἐκ πολλῶν δήμων.
しかし後になって、ペルシア戦争の後、人々は多くのデモスから現在の都市エリスへと集まった。
σχεδὸν δὲ καὶ τοὺς ἄλλους τόπους τοὺς κατὰ Πελοπόννησον πλὴν ὀλίγων, οὓς κατέλεξεν ὁ ποιητής, οὐ πόλεις ἀλλὰ χώρας νομίζειν, συστήματα δήμων ἔχουσαν ἑκάστην πλείω, ἐξ ὧν ὕστερον αἱ γνωριζόμεναι πόλεις συνῳκίσθησαν, οἷον τῆς Ἀρκαδίας Μαντίνεια μὲν ἐκ πέντε δήμων ὑπʼ Ἀργείων συνῳκίσθη, Τεγέα δʼ ἐξ ἐννέα, ἐκ τοσούτων δὲ καὶ Ἡραία ὑπὸ Κλεομβρότου ἢ ὑπὸ Κλεωνύμου·
そして、詩人が列挙した少数の場所を除けば、ペロポネソス地方の他のほぼすべての場所についても、それらを都市ではなく地方とみなさねばならない。 それぞれが複数のデモスの連合体を有しており、それらから後に、よく知られた都市が共同移住によって設立されたのである。 たとえば、アルカディアのマンティネイアはアルゴス人によって五つのデモスから共同移住によって設立され、テゲアは九つから、ヘライアも同じ数からクレオンブロトスあるいはクレオニュモスによって設立された。
ὡς δʼ αὕτως Αἴγιον ἐξ ἑπτὰ ἢ ὀκτὼ δήμων συνεπολίσθη, Πάτραι δὲ ἐξ ἑπτά, Δύμη δὲ ἐξ ὀκτώ·
同様にアイギオンは七つまたは八つのデモスから都市として統合され、パトライは七つから、デュメは八つから統合された。
οὕτω δὲ καὶ ἡ Ἦλις ἐκ τῶν περιοικίδων συνεπολίσθη·
そしてこのようにエリスも周辺の村落から都市として統合された。
μία τούτων προσκτις Ἀγριάδες.
これらの一つがアグリアデスであった。
ῥεῖ δὲ διὰ τῆς πόλεως ὁ Πηνειὸς ποταμὸς παρὰ τὸ γυμνάσιον αὐτῆς·
そしてペネイオス川が、そのギムナシオンの傍らを通って、都市の中を流れている。
ἔπραξάν τε τοῦτο Ἠλεῖοι χρόνοις ὕστερον πολλοῖς τῆς εἰς αὐτοὺς μεταστάσεως τῶν χωρίων τῶν ὑπὸ τῷ Νέστορι.
そしてエレイオス人がこれを行ったのは、ネストルの支配下にあった諸地域が自分たちの手に移ってから、多くの年月が経った後のことであった。
§8.3.3ἦν δὲ ταῦτα ἥ τε Πισᾶτις, ἧς ἡ Ὀλυμπία μέρος, καὶ ἡ Τριφυλία καὶ ἡ τῶν Καυκώνων.
これらの地域とは、オリンピアがその一部であるピサティス、トリフリア、そしてカウコネス人の地であった。
Τριφύλιοι δʼ ἐκλήθησαν ἀπὸ τοῦ συμβεβηκότος, ἀπὸ τοῦ τρία φῦλα συνεληλυθέναι, τό τε τῶν ἀπʼ ἀρχῆς Ἐπειῶν καὶ τὸ τῶν ἐποικησάντων ὕστερον Μινυῶν καὶ τὸ τῶν ὕστατα ἐπικρατησάντων Ἠλείων·
トリフリオイと呼ばれたのは、その出来事から、すなわち三つの部族が集まったことからである。 すなわち、当初からいたエペイオス人の部族、その後に移住してきたミニュアス人の部族、そして最後に支配権を握ったエレイオス人の部族である。
οἱ δʼ ἀντὶ τῶν Μινυῶν Ἀρκάδας φασίν, ἀμφισβητήσαντας τῆς χώρας πολλάκις, ἀφʼ οὗ καὶ Ἀρκαδικὸς Πύλος ἐκλήθη ὁ αὐτὸς καὶ Τριφυλιακός.
しかし、ミニュアス人の代わりにアルカディア人だと言う者たちもおり、彼らはしばしばその土地をめぐって争った。 このことから、同じピュロスが「アルカディアのピュロス」とも「トリフリアのピュロス」とも呼ばれたのである。
Ὅμηρος δὲ ταύτην ἅπασαν τὴν χώραν μέχρι Μεσσήνης καλεῖ Πύλον ὁμωνύμως τῇ πόλει.
しかしホメロスは、メッセネに至るまでのこの地域全体を、都市と同名で「ピュロス」と呼んでいる。
ὅτι δὲ διώριστο ἡ κοίλη Ἦλις ἀπὸ τῶν ὑπὸ τῷ Νέστορι τόπων, ὁ τῶν νεῶν κατάλογος δηλοῖ τοῖς τῶν ἡγεμόνων καὶ τῶν κατοικιῶν ὀνόμασι.
そして、低地エリスがネストルの支配下の諸地域と区別されていたことは、船船のカタログが、指揮官たちの名前や集落の名前によって明らかにしている。
λέγω δὲ ταῦτα συμβάλλων τά τε νῦν καὶ τὰ ὑφʼ Ὁμήρου λεγόμενα·
私がこれらのことを述べるのは、現在の状況とホメロスによって述べられている事柄を比較してのことである。
ἀνάγκη γὰρ ἀντεξετάζεσθαι ταῦτα ἐκείνοις διὰ τὴν τοῦ ποιητοῦ δόξαν καὶ συντροφίαν πρὸς ἡμᾶς, τότε νομίζοντος ἑκάστου κατορθοῦσθαι τὴν παροῦσαν πρόθεσιν, ὅταν ᾖ μηδὲν ἀντιπῖπτον τοῖς οὕτω σφόδρα πιστευθεῖσι περὶ τῶν αὐτῶν λόγοις·
なぜなら、詩人の名声と、私たちが彼に親しんでいることから、現在の事柄を彼の語る事柄と照らし合わせて検証することが必要だからである。 誰もが、同一の事柄についてこれほど強く信じられている言葉に、何ら矛盾するものがないときにこそ、現在の目的が達成されると考えているからである。
δεῖ δὴ τά τε ὄντα λέγειν καὶ τὰ τοῦ ποιητοῦ παρατιθέντας ἐφʼ ὅσον προσήκει προσσκοπεῖν.
したがって、事実を語るべきであり、また詩人の言葉を引用しつつ、適切な範囲においてさらに探究せねばならない。