§8.3.1νῦν μὲν δὴ πᾶσαν Ἠλείαν ὀνομάζουσι τὴν μεταξὺ Ἀχαιῶν τε καὶ Μεσσηνίων παραλίαν, ἀνέχουσαν εἰς τὴν μεσόγαιαν τὴν πρὸς Ἀρκαδίᾳ τῇ κατὰ Φολόην καὶ Ἀζᾶνας καὶ Παρρασίους.
现在,人们将阿开亚人和美塞尼亚人之间的整个海岸地区称为埃雷亚,它向内陆延伸,直抵佛洛埃、阿扎内斯和帕拉西奥伊附近的阿卡迪亚。
τοῦτο δὲ τὸ παλαιὸν εἰς πλείους δυναστείας διῄρητο, εἶτʼ εἰς δύο, τήν τε τῶν Ἐπειῶν καὶ τὴν ὑπὸ Νέστορι τῷ Νηλέως· καθάπερ καὶ Ὅμηρος εἴρηκε, τὴν μὲν τῶν Ἐπειῶν ὀνομάζων Ἦλιν
"
ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
"
τὴν δʼ ὑπὸ τῷ Νέστορι Πύλον, διʼ ἧς τὸν Ἀλφειὸν ῥεῖν φησιν,
"
Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης.
古时候,这个地区被划分为几个王朝,后来分为两个,即艾佩奥斯人的王朝和涅琉斯之子涅斯托尔统治下的王朝;正如荷马所说,他将艾佩奥斯人的领土称为伊利斯: "又经过神圣的伊利斯,那里由艾佩奥斯人统治, "而将涅斯托尔统治下的领土称为皮洛斯,并说阿尔菲奥斯河流经此地: "阿尔菲奥斯,它宽阔地流经皮洛斯人的土地。
"
Πύλον μὲν οὖν καὶ πόλιν οἶδεν ὁ ποιητής
"
οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
ἷξον.
"由此可见,诗人也知道皮洛斯是一座城市: "他们来到了皮洛斯,涅琉斯那座建造良好的城市。
"
οὐ διὰ τῆς πόλεως δὲ οὐδὲ παρʼ αὐτὴν ῥεῖ ὁ Ἀλφειός, ἀλλὰ παρʼ αὐτὴν μὲν ἕτερος, ὃν οἱ μὲν Παμισὸν οἱ δὲ Ἄμαθον καλοῦσιν, ἀφʼ οὗ καὶ ὁ Πύλος Ἠμαθόεις εἰρῆσθαι οὗτος δοκεῖ, διὰ δὲ τῆς χώρας τῆς Πυλίας ὁ Ἀλφειός.
"然而,阿尔菲奥斯河既不流经这座城市,也不流经其旁;相反,在它旁边流淌着另一条河,有人称之为帕米索斯,有人称之为阿马托斯,这个皮洛斯似乎也因这条河而被称为“埃马托伊斯”,而阿尔菲奥斯河则是流经皮洛斯地区。
§8.3.2Ἦλις δὲ ἡ νῦν πόλις οὔπω ἔκτιστο καθʼ Ὅμηρον, ἀλλʼ ἡ χώρα κωμηδὸν ᾠκεῖτο· ἐκαλεῖτο δὲ κοίλη Ἦλις ἀπὸ τοῦ συμβεβηκότος· τοιαύτη γὰρ ἦν ἡ πλείστη καὶ ἀρίστη·
根据荷马的记载,如今的伊利斯城当时尚未建立,该地区是以村落形式居住的;它因其自然特征而被合称为“低地伊利斯”;因为该地区最大且最优秀的部分就是这样的。
ὀψὲ δέ ποτε συνῆλθον εἰς τὴν νῦν πόλιν Ἦλιν, μετὰ τὰ Περσικά, ἐκ πολλῶν δήμων.
但在很晚的时候,即波斯战争之后,人们才从许多德摩斯聚集到现在的伊利斯城。
σχεδὸν δὲ καὶ τοὺς ἄλλους τόπους τοὺς κατὰ Πελοπόννησον πλὴν ὀλίγων, οὓς κατέλεξεν ὁ ποιητής, οὐ πόλεις ἀλλὰ χώρας νομίζειν, συστήματα δήμων ἔχουσαν ἑκάστην πλείω, ἐξ ὧν ὕστερον αἱ γνωριζόμεναι πόλεις συνῳκίσθησαν, οἷον τῆς Ἀρκαδίας Μαντίνεια μὲν ἐκ πέντε δήμων ὑπʼ Ἀργείων συνῳκίσθη, Τεγέα δʼ ἐξ ἐννέα, ἐκ τοσούτων δὲ καὶ Ἡραία ὑπὸ Κλεομβρότου ἢ ὑπὸ Κλεωνύμου· ὡς δʼ αὕτως Αἴγιον ἐξ ἑπτὰ ἢ ὀκτὼ δήμων συνεπολίσθη, Πάτραι δὲ ἐξ ἑπτά, Δύμη δὲ ἐξ ὀκτώ· οὕτω δὲ καὶ ἡ Ἦλις ἐκ τῶν περιοικίδων συνεπολίσθη· μία τούτων προσκτις Ἀγριάδες.
而且,除了诗人列举的少数地方之外,伯罗奔尼撒半岛的其他几乎所有地方,人们必须认为它们不是城市,而是地区,每个地区都拥有多个村社联盟,后来著名的城市就是由这些联盟联合迁建而成的;例如,阿卡迪亚的曼提尼亚是由阿哥斯人将五个村社联合迁建而成的,特格亚是由九个村社联合而成,赫赖亚也是由相同数量的村社由克利奥姆布罗托斯或克利奥尼穆斯联合而成;同样地,埃吉乌姆是从七个或八个村社联合建市的,帕特雷是从七个,迪梅是从八个;伊利斯也是这样从周边村落联合建市的;其中一个是[…]阿格里亚德斯。
ῥεῖ δὲ διὰ τῆς πόλεως ὁ Πηνειὸς ποταμὸς παρὰ τὸ γυμνάσιον αὐτῆς· ἔπραξάν τε τοῦτο Ἠλεῖοι χρόνοις ὕστερον πολλοῖς τῆς εἰς αὐτοὺς μεταστάσεως τῶν χωρίων τῶν ὑπὸ τῷ Νέστορι.
佩涅奥斯河流经该市,经过它的体育馆;而埃雷奥斯人做到这一点,是在原属涅斯托尔统治下的地区移交给他们多年之后。
§8.3.3ἦν δὲ ταῦτα ἥ τε Πισᾶτις, ἧς ἡ Ὀλυμπία μέρος, καὶ ἡ Τριφυλία καὶ ἡ τῶν Καυκώνων.
这些地区包括皮萨蒂斯(奥林匹亚是其一部分)、特里菲利亚和考科内斯人的土地。
Τριφύλιοι δʼ ἐκλήθησαν ἀπὸ τοῦ συμβεβηκότος, ἀπὸ τοῦ τρία φῦλα συνεληλυθέναι, τό τε τῶν ἀπʼ ἀρχῆς Ἐπειῶν καὶ τὸ τῶν ἐποικησάντων ὕστερον Μινυῶν καὶ τὸ τῶν ὕστατα ἐπικρατησάντων Ἠλείων· οἱ δʼ ἀντὶ τῶν Μινυῶν Ἀρκάδας φασίν, ἀμφισβητήσαντας τῆς χώρας πολλάκις, ἀφʼ οὗ καὶ Ἀρκαδικὸς Πύλος ἐκλήθη ὁ αὐτὸς καὶ Τριφυλιακός.
特里菲利亚人因其历史事实而得名,即由于三个部落联合在一起:即最初在此的艾佩奥斯人、后来迁入的米尼亚人,以及最后取得统治地位的埃雷奥斯人;但另一些人则用阿卡迪亚人代替米尼亚人,他们经常争夺该地区,由此,同一个皮洛斯既被称为“阿卡迪亚的皮洛斯”,也被称为“特里菲利亚的皮洛斯”。
Ὅμηρος δὲ ταύτην ἅπασαν τὴν χώραν μέχρι Μεσσήνης καλεῖ Πύλον ὁμωνύμως τῇ πόλει.
而荷马则将直到美塞涅的这整个地区称为“皮洛斯”,与城市同名。
ὅτι δὲ διώριστο ἡ κοίλη Ἦλις ἀπὸ τῶν ὑπὸ τῷ Νέστορι τόπων, ὁ τῶν νεῶν κατάλογος δηλοῖ τοῖς τῶν ἡγεμόνων καὶ τῶν κατοικιῶν ὀνόμασι.
至于低地伊利斯与涅斯托尔统治下的地方有所区别,这在《船名录》中通过领袖和定居点的名字得到了表明。
λέγω δὲ ταῦτα συμβάλλων τά τε νῦν καὶ τὰ ὑφʼ Ὁμήρου λεγόμενα· ἀνάγκη γὰρ ἀντεξετάζεσθαι ταῦτα ἐκείνοις διὰ τὴν τοῦ ποιητοῦ δόξαν καὶ συντροφίαν πρὸς ἡμᾶς, τότε νομίζοντος ἑκάστου κατορθοῦσθαι τὴν παροῦσαν πρόθεσιν, ὅταν ᾖ μηδὲν ἀντιπῖπτον τοῖς οὕτω σφόδρα πιστευθεῖσι περὶ τῶν αὐτῶν λόγοις· δεῖ δὴ τά τε ὄντα λέγειν καὶ τὰ τοῦ ποιητοῦ παρατιθέντας ἐφʼ ὅσον προσήκει προσσκοπεῖν.
我说这些,是将现状与荷马所说的话进行对比;因为由于这位诗人的名声以及我们对他的熟悉,必须将这些事情与那些事情进行对照检查,因为每个人都认为,只有当关于同一事物的、如此深受信任的言论中没有任何相互矛盾之处时,眼下的目的才算成功达到;因此,确实必须陈述事实,并引用诗人的诗句,在适当的范围内进行进一步考证。