§8.2.1ἔστι τοίνυν ἡ Πελοπόννησος ἐοικυῖα φύλλῳ πλατάνου τὸ σχῆμα, ἴση σχεδόν τι κατὰ μῆκος καὶ κατὰ πλάτος ὅσον χιλίων καὶ τετρακοσίων σταδίων, τὸ μὲν ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω, τοῦτο δʼ ἐστὶ τὸ ἀπὸ τοῦ Χελωνάτα διʼ Ὀλυμπίας καὶ τῆς Μεγαλοπολίτιδος ἐπὶ Ἰσθμόν· τὸ δʼ ἀπὸ τοῦ νότου πρὸς τὴν ἄρκτον, ὅ ἐστι τὸ ἀπὸ Μαλεῶν διʼ Ἀρκαδίας εἰς Αἴγιον·
因此,伯罗奔尼撒在形状上类似于悬铃木(法国梧桐)的叶子,其长度和宽度几乎相等,大约为一千四百斯塔德:一是从西向东,即从凯洛纳塔斯穿过奥林匹亚和梅加洛波利斯地区到达地峡;另一是从南向北,即从马里亚穿过阿卡迪亚到达埃吉乌姆。
ἡ δὲ περίμετρος μὴ κατακολπίζοντι τετρακισχιλίων σταδίων, ὡς Πολύβιος· Ἀρτεμίδωρος δὲ καὶ τετρακοσίους προστίθησι· κατακολπίζοντι δὲ πλείους τῶν ἑξακοσίων ἐπὶ τοῖς πεντακισχιλίοις.
至于其周长,正如波利比乌斯所说,如果不绕入海湾测量,则为四千斯塔德,阿尔特米多鲁斯又增加了四百;如果绕入海湾测量,则超过五千六百。
ὁ δʼ Ἰσθμὸς κατὰ τὸν δίολκον, διʼ οὗ τὰ πορθμεῖα ὑπερνεωλκοῦσιν ἀπὸ τῆς ἑτέρας εἰς τὴν ἑτέραν θάλατταν, εἴρηται ὅτι τετταράκοντα σταδίων ἐστίν.
而关于地峡,在人们将船只从一侧海洋拖过陆地送往另一侧海洋的船道(diolcos)处,已经说过其宽度为四十斯塔德。
§8.2.2ἔχουσι δὲ τῆς χερρονήσου ταύτης τὸ μὲν ἑσπέριον μέρος Ἠλεῖοι καὶ Μεσσήνιοι, κλυζόμενοι τῷ Σικελικῷ πελάγει· προσλαμβάνουσι δὲ καὶ τῆς ἑκατέρωθεν παραλίας, ἡ μὲν Ἠλεία πρὸς ἄρκτον ἐπιστρέφουσα καὶ τὴν ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου μέχρι ἄκρας Ἀράξου, καθʼ ἣν ἀντίπορθμός ἐστιν ἥ τε Ἀκαρνανία καὶ αἱ προκείμεναι νῆσοι, Ζάκυνθος καὶ Κεφαλληνία καὶ Ἰθάκη καὶ Ἐχινάδες, ὧν ἐστι καὶ τὸ Δουλίχιον· τῆς δὲ Μεσσηνίας τὸ πλέον ἀνεῳγμένον πρὸς νότον καὶ τὸ Λιβυκὸν πέλαγος μέχρι τῶν καλουμένων Θυρίδων πλησίον Ταινάρου.
该半岛的西部由埃雷奥斯人和美塞尼奥斯人占领,他们为西西里海所冲刷;他们也各自占据了两侧海岸的一部分:埃雷亚地区向北弯曲,包含直到阿拉克索斯岬的科林斯湾起点,在其对岸则是阿卡纳尼亚以及位于其前方的诸岛,即扎昆托斯、凯法莱尼亚、伊萨卡和埃奇纳德斯群岛,杜利基翁也属于其中;而美塞尼亚的大部分则向南朝向利比亚海敞开,直到泰纳隆附近的所谓塞里德斯(窗户)。
ἑξῆς δὲ μετὰ μὲν τὴν Ἠλείαν ἐστὶ τὸ τῶν Ἀχαιῶν ἔθνος πρὸς ἄρκτους βλέπον καὶ τῷ Κορινθιακῷ κόλπῳ παρατεῖνον, τελευτᾷ δʼ εἰς τὴν Σικυωνίαν· ἐντεῦθεν δὲ Σικυὼν καὶ Κόρινθος ἐκδέχεται μέχρι τοῦ Ἰσθμοῦ·
紧接在埃雷亚之后的是阿开亚人的部族,向北面迎并沿科林斯湾延伸,止于西库奥尼亚;自此西库翁和科林斯相接直至地峡。
μετὰ δὲ τὴν Μεσσηνίαν ἡ Λακωνικὴ καὶ ἡ Ἀργεία, μέχρι τοῦ Ἰσθμοῦ καὶ αὕτη.
而在美塞尼亚之后则是拉科尼卡和阿尔吉亚,后者同样也延伸到地峡。
κόλποι δʼ εἰσὶν ἐνταῦθα ὅ τε Μεσσηνιακὸς καὶ ὁ Λακωνικὸς καὶ τρίτος ὁ Ἀργολικός, τέταρτος δʼ ὁ Ἑρμιονικὸς καὶ Σαρωνικός (οἱ δὲ Σαλαμινιακὸν καλοῦσιν), ὧν τοὺς μὲν ἡ Λιβυκὴ τοὺς δʼ ἡ Κρητικὴ θάλαττα πληροῖ καὶ τὸ Μυρτῷον πέλαγος· τινὲς δὲ καὶ τὸν Σαρωνικὸν πόρον πέλαγος ὀνομάζουσι.
此处的内湾有美塞尼亚湾、拉科尼亚湾,第三个是阿尔戈利斯湾,第四个是赫米奥尼湾和萨罗尼克湾(有人称之为萨拉米斯湾),其中一些由利比亚海充满,另一些则由克里特海和米尔托翁海充满;还有人将萨罗尼克海峡也称为海。
μέση δʼ ἐστὶν ἡ Ἀρκαδία πᾶσιν ἐπικειμένη καὶ γειτνιῶσα τοῖς ἄλλοις ἔθνεσιν.
阿卡迪亚居于中部,高临于所有其他地区并与所有其他部族相邻。
§8.2.3ὁ δὲ Κορινθιακὸς κόλπος ἄρχεται μὲν ἀπὸ τῶν ἐκβολῶν τοῦ Εὐήνου (τινὲς δέ φασιν τοῦ Ἀχελώου τοῦ ὁρίζοντος Ἀκαρνᾶνας καὶ τοὺς Αἰτωλοὺς) καὶ τοῦ Ἀράξου.
科林斯湾始于埃韦努斯河的河口(有人说是划分阿卡纳尼亚人和埃托利亚人边界的阿克洛奥斯河)以及阿拉克索斯岬。
ἐνταῦθα γὰρ πρῶτον ἀξιόλογον συναγωγὴν λαμβάνουσι πρὸς ἀλλήλας αἱ ἑκατέρωθεν ἀκταί· προϊοῦσαι δὲ πλέον τελέως συμπίπτουσι κατὰ τὸ Ῥίον καὶ τὸ Ἀντίρριον, ὅσον δὴ πέντε σταδίων ἀπολείπουσαι πορθμόν.
因为在那里,两侧的海岸第一次显著地相互靠拢;随着它们进一步前进,在里翁和安提里翁处完全相遇,仅留下大约五斯塔德的海峡。
ἔστι δὲ τὸ μὲν Ῥίον τῶν Ἀχαιῶν ἁλιτενὴς ἄκρα, δρεπανοειδῆ τινα ἐπιστροφὴν εἰς τὸ ἐντὸς ἔχουσα· καὶ δὴ καὶ καλεῖται Δρέπανον· κεῖται δὲ μεταξὺ Πατρῶν καὶ Αἰγίου Ποσειδῶνος ἱερὸν ἔχουσα·
里翁属于阿开亚人,是一处低平的海岬,向内呈镰刀状弯曲;事实上它也被称为德雷帕农;它位于帕特雷和埃吉乌姆之间,建有波塞冬的神庙。
τὸ δʼ Ἀντίρριον ἐν μεθορίοις τῆς Αἰτωλίας καὶ τῆς Λοκρίδος ἵδρυται, καλοῦσι δὲ Μολύκριον Ῥίον.
而安提里翁则坐落在埃托利亚和洛克里斯的交界处,人们称之为莫里克里翁里翁。
εἶτʼ ἐντεῦθεν διίσταται πάλιν ἡ παραλία μετρίως ἑκατέρωθεν, προελθοῦσα δʼ εἰς τὸν Κρισαῖον κόλπον ἐνταῦθα τελευτᾷ, κλειομένη τοῖς προσεσπερίοις τῆς Βοιωτίας καὶ τῆς Μεγαρικῆς τέρμοσιν.
然后,自此两边的海岸再次适度分开,向前延伸入克里萨湾并在此结束,为波奥蒂亚和美加拉地区的西部边界所封闭。
ἔχει δὲ τὴν περίμετρον ὁ Κορινθιακὸς κόλπος ἀπὸ μὲν τοῦ Εὐήνου μέχρι Ἀράξου σταδίων δισχιλίων διακοσίων τριάκοντα· εἰ δʼ ἀπὸ τοῦ Ἀχελώου, πλεονάζοι ἂν ἑκατόν που σταδίοις.
科林斯湾从埃韦努斯河到阿拉克索斯岬的周长为两千二百三十斯塔德;如果是从阿克洛奥斯河算起,则会多出大约一百斯塔德。
ἀπὸ μέντοι Ἀχελώου ἐπὶ τὸν Εὔηνον Ἀκαρνᾶνές εἰσιν, εἶθʼ ἑξῆς ἐπὶ τὸ Ἀντίρριον Αἰτωλοί, τὸ δὲ λοιπὸν μέχρι Ἰσθμοῦ Φωκέων ἐστὶ καὶ Βοιωτῶν καὶ τῆς Μεγαρίδος, στάδιοι χίλιοι ἑκατὸν εἴκοσι δυεῖν δέοντες· ἡ δὲ ἀπὸ τοῦ Ἀντιρρίου μέχρι Ἰσθμοῦ θάλαττα Ἀλκυονὶς καλεῖται, μέρος οὖσα τοῦ Κρισαίου κόλπου·
然而,从阿克洛奥斯河到埃韦努斯河居住着阿卡纳尼亚人,接着直到安提里翁是埃托利亚人,其余直到地峡的部分则属于福基斯人、波奥蒂亚人和美加拉地区,长度为一千一百二十差二斯塔德;而从安提里翁直到地峡的海洋被称为阿尔库奥尼斯海,是克里萨湾的一部分。
ἀ Ἰσθμοῦ ἐπὶ τὸν Ἄραξον τριάκοντα ἐπὶ τοῖς.
自地峡至阿拉克索斯岬则是三十加上[…]。
ὡς μὲν δὴ τύπῳ εἰπεῖν τοιαύτη τις καὶ τοσαύτη ἡ τῆς Πελοποννήσου θέσις καὶ τῆς ἀντιπόρθμου γῆς μέχρι τοῦ μυχοῦ, τοιοῦτος δὲ καὶ ὁ μεταξὺ ἀμφοῖν κόλπος.
总而言之,伯罗奔尼撒以及直到湾底的对岸土地的地理位置和大小大概就是这样,它们之间的海湾也是如此。
εἶτα καθʼ ἕκαστα ἐροῦμεν, τὴν ἀρχὴν ἀπὸ τῆς Ἠλείας ποιησάμενοι.
接下来我们将从埃雷亚开始,逐一叙述各个部分。