Humanitext Reader

ストラボン · 地理誌 §7.fragments.48-7.fragments.54

ヘブロス川とトラキア・ケルソネソス

235 / 577 箇所 · ギリシア語

要旨

トラキアの諸民族の軍事力とヘブロス川周辺の地理、サモトラケの神話やカベイロイ神群、そしてトラキア・ケルソネソス半島の地形状の特徴と主要都市について述べる。

§7.fragments.48ἔστι δʼ ἡ Θρᾴκη σύμπασα ἐκ δυεῖν καὶ εἴκοσιν ἐθνῶν συνεστῶσα·
トラキアは全体として二十二の民族から成り立っている。
δύναται δὲ στέλλειν καίπερ οὖσα περισσῶς ἐκπεπονημένη μυρίους καὶ πεντακισχιλίους ἱππέας, πεζῶν δὲ καὶ εἴκοσι μυριάδας.
そして、非常に疲弊しているにもかかわらず、一万五千の騎兵と、二十万の歩兵を送り出すことができる。
μετὰ δὲ τὴν Μαρώνειαν Ὀρθαγόρεια πόλις καὶ τὰ περὶ Σέρριον, παράπλους τραχύς, καὶ τὸ τῶν Σαμοθρᾴκων πολίχνιον Τέμπυρα καὶ ἄλλο Χαράκωμα, οὗ πρόκειται ἡ Σαμοθρᾴκη νῆσος, καὶ Ἴμβρος οὐ πολὺ ἄπωθεν ταύτης·
マロネイアの次には都市オルタゴレイアとセルリオンの周辺があり、その航路は険しい。 また、サモトラケ人たちの小都市テンプュラ、およびもう一つの小都市カラコマがあり、その前方にはサモトラケ島が横たわっており、イムブロス島もこれ(サモトラケ島)からそれほど遠くない。
πλέον δʼ ἢ διπλάσιον ἡ Θάσος.
しかしタソス島はこれの倍以上の大きさである。
ἀπὸ δὲ Χαρακώματος Δορίσκος, ὅπου ἐμέτρησε Ξέρξης τῆς στρατιᾶς τὸ πλῆθος.
カラコマからはドリスコスがあり、そこでクセルクセスは軍勢の数を数えた。
εἶθʼ Ἕβρος ἀνάπλουν ἔχων εἰς Κύψελα ἑκατὸν εἴκοσι·
次いでヘブロス川があり、クプセラまで百二十スタディオンの遡行路がある。
τῆς Μακεδονίας φησὶ τοῦτο ὅριον, ἣν ἀφείλοντο Περσέα Ῥωμαῖοι καὶ μετὰ ταῦτα τὸν Ψευδοφίλιππον.
彼はこれを、ローマ人がペルセウスから、そしてその後には偽フィリッポスから奪い取ったマケドニアの境界であると言っている。
Παῦλος μὲν οὖν ὁ τὸν Περσέα ἑλὼν συνάψας τῇ Μακεδονίᾳ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη εἰς τέτταρα μέρη διέταξε τὴν χώραν, καὶ τὸ μὲν προσένειμεν Ἀμφιπόλει, τὸ δὲ Θεσσαλονικείᾳ, τὸ δὲ Πέλλῃ, τὸ δὲ Πελαγόσι.
さて、ペルセウスを捕らえたパウルスは、マケドニアにエペイロス人の諸民族をも結合して、この地方を四つの部分に分割し、その一方をアンフィポリスに、他方をテサロニケに、他方をペラに、他方をペラゴニア人に割り当てた。
παροικοῦσι δὲ τὸν Ἕβρον Κορπῖλοι καὶ Βρέναι ἔτι ἀνωτέρω, εἶτʼ ἔσχατοι Βέσσοι·
ヘブロス川の沿岸にはコルピロイ人が、さらに上流にはブレナイ人が、次いで最奥にベッソイ人が住んでいる。
μέχρι γὰρ δεῦρο ὁ ἀνάπλους.
ここまでが遡行可能だからである。
ἅπαντα δὲ τὰ ἔθνη λῃστρικὰ ταῦτα, μάλιστα δʼ οἱ Βέσσοι, οὓς λέγει γειτονεύειν Ὀδρύσαις καὶ Σαπαίοις.
これらの民族はすべて略奪的であり、とりわけベッソイ人がそうであって、彼は彼らがオドリュサイ人とサパイオイ人に隣接していると言っている。
ἀστῶν δὲ βασίλειον ἦν Βιζύη.
アストイ人の王宮はビジュエであった。
Ὀδρύσας δὲ καλοῦσιν ἔνιοι πάντας τοὺς ἀπὸ Ἕβρου καὶ Κυψέλων μέχρι Ὀδησσοῦ τῆς παραλίας ὑπεροικοῦντας, ὧν ἐβασίλευσεν Ἀμάδοκος καὶ Κερσοβλέπτης καὶ Βηρισάδης καὶ Σεύθης καὶ Κότυς.
しかし、ある人々はヘブロス川およびクプセラから沿岸のオデッソスに至るまでの上方に住むすべての者をオドリュサイ人と呼んでおり、彼らをアマドコス、ケルソブレプテス、ベリサデス、セウテス、コテュスが支配した。
E. §7.fragments.49ὅτι ὁ νῦν ποταμὸς Ῥιγινία ἐν Θρᾴκῃ καλούμενος Ἐρίγων ἦν καλούμενος.
E. 現在トラキアでリギニアと呼ばれている川は、エリゴンと呼ばれていた。
Epit. §7.fragments.50ὅτι τὴν Σαμοθρᾴκην Ἰασίων καὶ Δάρδανος ἀδελφοὶ ᾤκουν·
Epit. サモトラケにはイアシオンとダルダノスの兄弟が住んでいた。
κεραυνωθέντος δὲ Ἰασίωνος διὰ τὴν εἰς Δήμητρα ἁμαρτίαν, ὁ Δάρδανος ἀπάρας ἐκ Σαμοθρᾴκης, ἐλθὼν ᾤκησεν ἐν τῇ ὑπωρείᾳ τῆς Ἴδης, τὴν πόλιν Δαρδανίαν καλέσας, καὶ ἐδίδαξε τοὺς Τρῶας τὰ ἐν Σαμοθρᾴκῃ μυστήρια·
デメテルに対する罪のためにイアシオンが雷に打たれたので、ダルダノスはサモトラケから出発し、イデ山の麓に来て住み、その都市をダルダニアと呼び、トロイア人たちにサモトラケの秘儀を教えた。
ἐκαλεῖτο δὲ ἡ Σαμοθρᾴκη Σάμος πρίν.
サモトラケは以前はサモスと呼ばれていた。
Epit. §7.fragments.51ὅτι τοὺς ἐν τῇ Σαμοθρᾴκῃ τιμωμένους θεοὺς εἰρήκασι πολλοὶ τοὺς αὐτοὺς τοῖς Καβείροις, οὐδʼ αὐτοὺς ἔχοντες λέγειν τοὺς Καβείρους οἵτινές εἰσι, καθάπερ τοὺς Κύρβαντας καὶ Κορύβαντας, ὡς δʼ αὕτως Κουρῆτας καὶ Ἰδαίους Δακτύλους.
Epit. サモトラケで崇拝されている神々について、多くの者がカベイロイ神群と同じであると言っているが、彼ら自身もカベイロイが何者であるかを言うことができずにいる。 キュルバンテスやコリュバンテス、同様にクレテスやイダのダクテュロイについても同様である。
E. §7.fragments.52πρὸς δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου διστόμου ὄντος πόλις Αἶνος ἐν τῷ Μέλανι κόλπῳ κεῖται, κτίσμα Μιτυληναίων καὶ Κυμαίων, ἔτι δὲ πρότερον Ἀλωπεκοννησίων·
E. 二つの河口を持つヘブロス川の注ぎ口の近く、メラス湾内に都市アイノスが位置しており、これはミトゥレネ人とキュメ人の、そしてさらに古くはアロペコンネソス人の入植地である。
εἶτʼ ἄκρα Σαρπηδών· εἶθʼ ἡ Χερρόνησος ἡ Θρᾳκία καλουμένη, ποιοῦσα τήν τε Προποντίδα καὶ τὸν Μέλανα κόλπον καὶ τὸν Ἑλλήσποντον·
次いでサルペドン岬があり、次いでトラキア・ケルソネソスと呼ばれる半島があって、これはプロポンティス海、メラス湾、ヘレスポントス海を形成している。
ἄκρα γὰρ ἔκκειται πρὸς εὐρόνοτον, συνάπτουσα τὴν Εὐρώπην πρὸς τὴν Ἀσίαν ἑπτασταδίῳ πορθμῷ τῷ κατὰ Ἄβυδον καὶ Σηστόν, ἐν ἀριστερᾷ μὲν τὴν Προποντίδα ἔχουσα, ἐν δεξιᾷ δὲ τὸν Μέλανα κόλπον καλούμενον οὕτως ἀπὸ τοῦ Μέλανος ἐκδιδόντος εἰς αὐτόν, καθάπερ Ἡρόδοτος καὶ Εὔδοξος·
なぜなら、この半島は南東に向かって突き出ており、アビュドスとセストスのところにある七スタディオンの海峡によってヨーロッパをアジアと結びつけているからである。 左手にはプロポンティス海を、右手にはメラス川がそこに流れ込んでいることからそう呼ばれているメラス湾を擁している。 これはヘロドトスやエウドクソスが言う通りである。
εἴρηκε δέ, φησίν, ὁ Ἡρόδοτος μὴ ἀνταρκέσαι τὸ ῥεῖθρον τῇ Ξέρξου στρατιᾷ τοῦτο·
ヘロドトスは、この流れがクセルクセスの軍勢にとって十分ではなかったと言っている、と彼は述べている。
ἰσθμῷ δὲ κλείεται τετταράκοντα σταδίων ἡ λεχθεῖσα ἄκρα ἐν μέσῳ μὲν οὖν τοῦ ἰσθμοῦ Λυσιμάχεια πόλις ἵδρυται ἐπώνυμος τοῦ κτίσαντος βασιλέως·
前述の半島は、アイノスから四十スタディオンの地峡によって閉じられている。 地峡の中央には、建設者である王にちなんで名付けられた都市リュシマケイアが建てられている。
ἑκατέρωθεν δʼ ἐπὶ μὲν τῷ Μέλανι κόλπῳ Καρδία κεῖται μεγίστη τῶν ἐν τῇ Χερρονήσῳ πόλεων, Μιλησίων καὶ Κλαζομενίων κτίσμα, ὕστερον δὲ καὶ Ἀθηναίων·
その両側には、一方のメラス湾にケルソネソス最大の都市カルディアが位置し、これはミレトス人とクラゾメナイ人の入植地であり、後にアテナイ人のものともなった。
ἐν δὲ τῇ Προποντίδι Πακτύη.
また他方のプロポンティス海にはパクテュエがある。
μετὰ δὲ Καρδίαν Δράβος καὶ Λίμναι· εἶτʼ Ἀλωπεκόννησος, εἰς ἣν τελευτᾷ μάλιστα ὁ Μέλας κόλπος·
カルディアの次にはドラボスとリムナイがあり、次いでアロペコンネソスがあって、そこにメラス湾がほぼ終わっている。
εἶτʼ ἄκρα μεγάλη Μαζουσία· εἶτʼ ἐν κόλπῳ Ἐλαιοῦς, ὅπου τὸ Πρωτεσιλάειον, καθʼ ὃ τὸ Σίγειον ἀπὸ τετταράκοντα σταδίων ἐστίν, ἄκρα τῆς Τρῳάδος·
次いで大きなマズシア岬があり、次いで湾内に、プロテシラオス神殿のあるエライウスがあり、そこに対面して四十スタディオンの距離にトロイア地方の岬シゲイオンがある。
καὶ σχεδὸν τοῦτʼ ἔστι τὸ νοτιώτατον ἄκρον τῆς Χερρονήσου, σταδίους μικρῷ πλείους τῶν τετρακοσίων ἀπὸ Καρδίας·
そしてこれがほぼケルソネソスの最南端であり、カルディアから四百スタディオンをわずかに超える距離にある。
καὶ οἱ λοιποὶ δʼ ἐπὶ θάτερον μέρος τοῦ ἰσθμοῦ μικρῷ τοῦ διαστήματος τούτου πλείους περιπλέοντι.
また、地峡のもう一方の側にいる他の人々にとっても、ここを迂回して航行すると、この距離よりわずかに長い。
E. §7.fragments.53ὅτι ἡ ἐν Θρᾴκῃ Χερρόνησος τρεῖς ποιεῖ θαλάσσας·
E. トラキアのケルソネソスは三つの海を作っている。
Προποντίδα ἐκ βορρᾶ, Ἑλλήσποντον ἐξ ἀνατολῶν καὶ τὸν Μέλανα κόλπον ἐκ νότου, ὅπου καὶ ὁ Μέλας ποταμὸς ἐκβάλλει, ὁμώνυμος τῷ κόλπῳ.
北にプロポンティス海、東にヘレスポントス海、南にメラス湾であり、そこには湾と同名のメラス川が流れ込んでいる。
Epit. §7.fragments.54ὅτι ἐν τῷ ἰσθμῷ τῆς Χερρονήσου τρεῖς πόλεις κεῖνται·
Epit. ケルソネソスの地峡には三つの都市が位置している。
πρὸς μὲν τῷ Μέλανι κόλπῳ Καρδία, πρὸς δὲ τῇ Προποντίδι Πακτύη, πρὸς δὲ τῇ μεσογαίᾳ Λυσιμάχεια·
メラス湾に面してカルディアが、プロポンティス海に面してパクテュエが、内陸に面してリュシマケイアがある。
μῆκος τοῦ ἰσθμοῦ στάδια τετταράκοντα.
地峡の長さは四十スタディオンである。
Epit.
Epit.

語釈・文法注

  1. §7.fragments.48καίπερ οὖσα — 接続詞 `καίπερ` は分詞 `οὖσα` を伴って譲歩(「〜であるにもかかわらず」)を表す。分詞の主語は主節の主語である `ἡ Θρᾴκη`(女性単数)であり、主格として一致している。
  2. §7.fragments.48ἣν ἀφείλοντο Περσέα — 動詞 `ἀφαιρέομαι`(奪う)は、奪う対象(もの)と奪われる人(ひと)の双方を対格に取る二重対格の構文を作る。ここでは `ἣν`(関係代名詞、マケドニアを指す)と `Περσέα`(ペルセウスを)がともに対格となっている。
  3. §7.fragments.51οὐδʼ αὐτοὺς ἔχοντες λέγειν — 動詞 `ἔχω` に不定詞(ここでは `λέγειν`)が伴うとき、「〜することができる」という意味(能力・可能)を表す。`αὐτούς` は分詞 `ἔχοντες` の意味上の主語(「彼ら自身も」)を強調する強意代名詞である。
  4. §7.fragments.52μὴ ἀνταρκέσαι — 不定詞 `ἀνταρκέσαι` は間接話法(伝聞)の対格不定詞構文における不定詞であり、否定辞として `οὐ` ではなく `μὴ` が用いられている。`ἀνταρκέω` は「十分である、耐える」の意味で、与格 `τῇ Ξέρξου στρατιᾷ` を支配する。

この箇所を引用する

ストラボン, 地理誌 §7.fragments.48-7.fragments.54. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.fragments.48-7.fragments.54

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。