§7.fragments.35ἔστι δʼ ὁ Ἄθως ὄρος ὑψηλὸν καὶ μαστοειδές, ὥστε τοὺς ἐν ταῖς κορυφαῖς ἤδη ἀνίσχοντος ἡλίου κάμνειν ἀροῦντας, ἡνίκα ἀλεκτοροφωνίας ἀρχὴ παρὰ τοῖς τὴν ἀκτὴν οἰκοῦσίν ἐστιν.
アトスは高くて乳房状の山であり、そのため山頂にいる人々は、太陽がすでに昇るころにはもう耕作で疲れ果てているが、そのとき海岸沿いに住む人々にとっては、ようやく鶏の鳴き始めの時刻なのである。
ἐν δὲ τῇ ἀκτῇ ταύτῃ Θάμυρις ὁ Θρᾷξ ἐβασίλευσε, τῶν αὐτῶν ἐπιτηδευμάτων γεγονὼς ὧν καὶ Ὀρφεύς.
そしてこの海岸地方においては、トラキア人タミュリスが支配したが、彼はオルペウスと同じ関心を共有する者であった。
ἐνταῦθα δὲ καὶ διῶρυξ δείκνυται ἡ περὶ τὴν Ἄκανθον, καθʼ ἣν Ξέρξης τὸν Ἄθω διορύξαι λέγεται καὶ διαγαγεῖν ἐκ τοῦ Στρυμονικοῦ κόλπου διὰ τοῦ ἰσθμοῦ, δεξάμενος τὴν θάλασσαν εἰς τὴν διώρυγα.
また、そこにはアカントス周辺の運河が示されているが、これによってクセルクセスがアトスに運河を掘り、海水を運河に引き入れつつ、ストリュモニコス湾から地峡を通って導き通したと言われている。
Δημήτριος δʼ ὁ Σκήψιος οὐκ οἴεται πλευσθῆναι τὴν διώρυγα ταύτην·
しかしスケプシス人デメトリオスは、この運河が航行可能であったとは考えていない。
μέχρι μὲν γὰρ δέκα σταδίων εὔγεων καὶ ὀρυκτὴν εἶναι, διορωρύχθαι δʼ ἐπὶ πλάτος πλεθριαῖον, εἶθʼ ὑψηλὸν εἶναι πλαταμῶνα σταδιαῖον σχεδόν τι τὸ μῆκος, ὅσον οὐκ ἐνὸν ἐκλατομηθῆναι διʼ ὅλου μέχρι θαλάσσης·
というのも、十スタディオンまでは土壌が良く掘削されており、一プレトロンの幅にわたって掘り抜かれているが、その後に、長さほぼ一スタディオンの、高い平らな岩盤があり、これは海に達するまで全体を通じて切り開くことが可能でなかったほどであるからである。
εἰ δὲ καὶ μέχρι δεῦρο, οὔ γε καὶ κατὰ βυθοῦ ὥστε πόρον γενέσθαι πλωτόν·
また仮にここ(岩盤の手前)まで掘り進められたとしても、航行可能な水路となるような深さまでは掘られていなかった。
ὅπου Ἀλέξαρχον τὸν Ἀντιπάτρου πόλιν ὑποδείμασθαι τὴν Οὐρανόπολιν τριάκοντα σταδίων τὸν κύκλον ἔχουσαν.
そこでアンティパトロスの子アレクサルコスが、周囲三十スタディオンに及ぶウラノポリスという都市を創建したのである。
ᾤκησαν δὲ τὴν χερρόνησον ταύτην τῶν ἐκ Λήμνου Πελασγῶν τινες, εἰς πέντε διῃρημένοι πολίσματα, Κλεωνὰς Ὀλόφυξιν Ἀκροθώους Δῖον Θύσσον.
そして、レムノス島から来たペラスゴイ人の一部がこの半島に居住し、五つの小都市、すなわちクレオナイ、オロピュクソス、アクロトオイ、ディオン、テュッソスに分かれて住んだ。
μετὰ δὲ Ἄθω ὁ Στρυμονικὸς κόλπος μέχρι Νέστου τοῦ ποταμοῦ τοῦ ἀφορίζοντος τὴν κατὰ Φίλιππον καὶ Ἀλέξανδρον Μακεδονίαν·
アトスの次には、フィリッポスとアレクサンドロスの時代のマケドニアを画するネストス川に至るまで、ストリュモニコス湾が続く。
εἰς μέντοι τἀκριβὲς ἄκρα τίς ἐστιν ἡ ποιοῦσα τὸν κόλπον πρὸς τὸν Ἄθω, πόλιν ἐσχηκυῖα τὴν Ἀπολλωνίαν.
しかし厳密に言えば、アトスに向けて湾を形成している、かつてアポロニアという都市を擁していた、ある岬がある。
ἐν δὲ τῷ κόλπῳ πρώτη μετὰ τὸν Ἀκανθίων λιμένα Στάγειρα, ἔρημος, καὶ αὐτὴ τῶν Χαλκιδικῶν, Ἀριστοτέλους πατρίς, καὶ λιμὴν αὐτῆς Κάπρος καὶ νησίον ὁμώνυμον τούτῳ·
そしてこの湾内において、アカントス人の港の次にある最初の都市は、今は廃墟となっているスタゲイラであり、これもまたカルキディケの都市の一つであって、アリストテレスの故郷である。 その港はカプロスであり、それと同名の小島もある。
εἶθʼ ὁ Στρυμὼν καὶ ὁ ἀνάπλους εἰς Ἀμφίπολιν εἴκοσι σταδίων·
次いでストリュモン川があり、そこからアムピポリスまでの遡行距離は二十スタディオンである。
ἔστι δʼ Ἀθηναίων κτίσμα ἐν τῷ τόπῳ ἱδρυμένον τούτῳ, ὃς καλεῖται Ἐννέα ὁδοί·
これはアテナイ人の植民市であり、かつて「九本の道」と呼ばれたこの場所に設立された。
εἶτα Γαληψὸς καὶ Ἀπολλωνία, κατεσκαμμέναι ὑπὸ Φιλίππου.
次いでガレプソスとアポロニアがあるが、これらはフィリッポスによって破壊された。
E. §7.fragments.36ἀπὸ Πηνειοῦ φησὶν εἰς Πύδναν σταδίους ἑκατὸν εἴκοσι.
E. ペネイオス川からピュドナまでは百二十スタディオンであると彼は言っている。
παρὰ δὲ τὴν παραλίαν τοῦ Στρυμόνος καὶ Δατηνῶν πόλις Νεάπολις καὶ αὐτὸ τὸ Δάτον, εὔκαρπα πεδία καὶ λίμνην καὶ ποταμοὺς καὶ ναυπήγια καὶ χρυσεῖα λυσιτελῆ ἔχον, ἀφʼ οὗ καὶ παροιμιάζονται
Δάτον ἀγαθῶν
ὡς καὶ
ἀγαθῶν ἀγαθῖδας.
そしてストリュモン川の沿岸を進むと、ダテノイ人の都市ネアポリスがあり、またダトンそのものがある。 ダトンは肥沃な平野、湖、複数の川、造船所、そして収益性の高い金鉱を有しており、そこから人々は「ダトンの善きもの」と諺に言い、また「幸運の包み」のようにも言う。
ἔστι δʼ ἡ χώρα ἡ πρὸς τὸ Στρυμόνος πέραν, ἡ μὲν ἐπὶ τῇ θαλάττῃ καὶ τοῖς περὶ Δάτον τόποις Ὀδόμαντες καὶ Ἠδωνοὶ καὶ Βισάλται, οἵ τε αὐτόχθονες καὶ οἱ ἐκ Μακεδονίας διαβάντες, ἐν οἷς Ῥῆσος ἐβασίλευσεν.
ストリュモン川の対岸の地方については、海沿いおよびダトン周辺の地域に住むのはオドマンテス人、エドノイ人、ビサルタイ人であり、彼らには先住民とマケドニアから渡ってきた人々がおり、その中をレソスが支配した。
ὑπὲρ δὲ τῆς Ἀμφιπόλεως Βισάλται καὶ μέχρι πόλεως Ἡρακλείας, ἔχοντες αὐλῶνα εὔκαρπον, ὃν διαρρεῖ ὁ Στρυμὼν ὡρμημένος ἐκ τῶν περὶ Ῥοδόπην Ἀγριάνων, οἷς παράκειται τῆς Μακεδονίας ἡ Παρορβηλία, ἐν μεσογαίᾳ ἔχουσα κατὰ τὸν αὐλῶνα τὸν ἀπὸ Εἰδομένης Καλλίπολιν Ὀρθόπολιν Φιλιππούπολιν Γαρησκόν.
アムピポリスの上方にはビサルタイ人が住み、ヘラクレイアの都市に至るまで、彼らは肥沃な谷を所有している。 この谷をストリュモン川が流れているが、この川はロドペ山脈周辺のアグリアネス人の地から流れ出ており、それらアグリアネス人の地にはマケドニアのパロルベリア地方が隣接している。 パロルベリアは内陸にあって、エイドメネから続く谷沿いに、カリポリス、オルトポリス、フィリッポウポリス、ガレスコスという都市を擁している。
ἐν δὲ τοῖς Βισάλταις ἀνὰ ποταμὸν ἰόντι τὸν Στρυμόνα καὶ ἡ Βέργη ἵδρυται, κώμη ἀπέχουσα Ἀμφιπόλεως περὶ διακοσίους σταδίους.
ビサルタイ人の地において、ストリュモン川を遡っていくと、アムピポリスから約二百スタディオン離れた村であるベルゲもある。
ἐπὶ δὲ ἄρκτους ἰόντι ἀπὸ Ἡρακλείας καὶ τὰ στενὰ διʼ ὧν ὁ Στρυμὼν φέρεται, δεξιὸν ἔχοντι τὸν ποταμὸν ἐκ μὲν τῶν εὐωνύμων ἐστὶν ἡ Παιονία καὶ τὰ περὶ τὸν Δόβηρον καὶ τὴν Ῥοδόπην καὶ τὸν Αἷμον ὄρος, ἐν δεξιᾷ δὲ τὰ περὶ τὸν Αἷμον.
またヘラクレイアから北に向かって進み、ストリュモン川が流れる峡谷を通るとき、その川を右手に見る者にとっては、左手にはパイオニア地方およびドベロス、ロドペ、ハイモス山の周辺地域があり、右手にはハイモス山周辺の地域がある。
ἐντὸς δὲ τοῦ Στρυμόνος πρὸς αὐτῷ μὲν τῷ ποταμῷ ἡ Σκοτοῦσσα ἔστι, πρὸς δὲ τῇ λίμνῃ τῇ Βόλβῃ Ἀρέθουσα.
ストリュモン川の内側、川のすぐ近くにはスコトゥサがあり、ボルベ湖の近くにアレトゥサがある。
καὶ δὴ καὶ μάλιστα λέγονται Μυγδόνες οἱ περὶ τὴν λίμνην.
そして特に、この湖の周辺に住む人々はミュグドネス人と呼ばれる。
οὐ μόνον δʼ ὁ Ἀξιὸς ἐκ Παιόνων ἔχει τὴν ῥύσιν, ἀλλὰ καὶ ὁ Στρυμών·
アクシオス川だけでなくストリュモン川もまた、パイオニア人の地から流れを発している。
ἐξ Ἀγριάνων γὰρ διὰ Μαίδων καὶ Σιντῶν εἰς τὰ μεταξὺ Βισαλτῶν καὶ Ὀδομάντων ἐκπίπτει.
というのも、ストリュモン川はアグリアネス人の地から流れ出て、マイドイ人とシントイ人の地を通り、ビサルタイ人とオドマンテス人の間の地域に流れ込むからである。
E.
E.