Humanitext Reader

ストラボン · 地理誌 §7.fragments.27-7.fragments.34

ハルキディケ半島と東マケドニアの鉱山

232 / 577 箇所 · ギリシア語

要旨

ハルキディケ半島周辺の地理、都市、アトス山に関する描写と、マケドニア東部およびストリュモン川、パンガイオン山周辺の金銀鉱山について説明する。

§7.fragments.27ὅτι ἡ Παλλήνη χερρόνησος, ἧς ἐν τῷ ἰσθμῷ κεῖται ἡ πρὶν μὲν Ποτίδαια νῦν δὲ Κασσάνδρεια, Φλέγρα τὸ πρὶν ἐκαλεῖτο·
パレネ半島は、その地峡にかつてはポティダイア、現在はカッサンドレイアと呼ばれる都市が位置しているが、かつてはプレグラと呼ばれていた。
ᾤκουν δʼ αὐτὴν οἱ μυθευόμενοι Γίγαντες, ἔθνος ἀσεβὲς καὶ ἄνομον, οὓς Ἡρακλῆς διέφθειρεν·
そこには神話に語られる巨神たちが住んでおり、彼らは不敬で無法な民族であったが、ヘラクレスによって滅ぼされた。
ἔχει δὲ πόλεις τέσσαρας, Ἄφυτιν Μένδην Σκιώνην Σάνην.
この半島には、アピュティス、メンデ、スキオネ、サネという四つの都市がある。
Epit.
『摘要』より。
§7.fragments.28ὅτι διεῖχε Ποτιδαίας Ὄλυνθος ἑβδομήκοντα σταδίους.
オリュントスはポティダイアから七十スタディオン離れていた。
E.
『バチカン摘要』より。
§7.fragments.29ὅτι τῆς Ὀλύνθου ἐπίνειόν ἐστι Μηκύπερνα ἐν τῷ Τορωναίῳ κόλπῳ.
オリュントスの外港はトロナイオス湾にあるメキュペルナである。
Epit.
『摘要』より。
§7.fragments.30ὅτι πλησίον Ὀλύνθου χωρίον ἐστὶ κοῖλον, καλούμενον Κανθαρώλεθρον ἐκ τοῦ συμβεβηκότος·
オリュントスの近くには窪んだ土地があり、その出来事に因んでカンタロレトロンと呼ばれている。
τὸ γὰρ ζῷον ὁ κάνθαρος τῆς πέριξ χώρας γινόμενος, ἡνίκα ψαύσῃ τοῦ χωρίου ἐκείνου, διαφθείρεται.
周辺の地域に生息する甲虫という虫が、その場所に触れると死んでしまうからである。
Epit.
『摘要』より。
§7.fragments.31μετὰ δὲ Κασάνδρειαν ἐφεξῆς ἡ λοιπὴ τοῦ Τορωνικοῦ κόλπου παραλία μέχρι Δέρρεως·
カッサンドレイアの次には、デリスに至るまでのトロナイオス湾の残りの海岸が続く。
ἄκρα δʼ ἐστὶν ἀνταίρουσα τῷ Καναστραίῳ καὶ ποιοῦσα τὸν κόλπον.
デリスはカナストライオンと向かい合ってこの湾を形成する岬である。
ἀπαντικρὺ δὲ τῆς Δέρρεως πρὸς ἕω τὰ ἄκρα τοῦ Ἄθω, μεταξὺ δὲ ὁ Σιγγικὸς κόλπος ἀπὸ τῆς ἐν αὐτῷ πόλεως ἀρχαίας κατεσκαμμένης Σίγγου τοὔνομα.
デリスの真向かい、東の方にはアトス山の先端があり、その間には、そこにあった古代の破壊された都市シングスの名に由来するシンギコス湾がある。
μεθʼ ἣν Ἄκανθος ἐπὶ τῷ ἰσθμῷ τοῦ Ἄθω κειμένη πόλις, Ἀνδρίων κτίσμα, ἀφʼ ἧς συχνοὶ καὶ τὸν κόλπον Ἀκάνθιον καλοῦσι.
シングスの次には、アトス山の地峡に位置する都市アカントスがあり、これはアンドロス人の植民市であって、これにちなんで多くの人々がこの湾をアカントス湾とも呼んでいる。
E.
『バチカン摘要』より。
§7.fragments.32ὅτι ἀντικρὺ Κανάστρου, ἄκρου τῆς Παλλήνης, ἡ Δέρρις ἐστὶν ἄκρα πλησίον Κωφοῦ λιμένος, καὶ ὁ Τορωναῖος κόλπος ὑπὸ τούτων ἀφορίζεται.
パレネの岬であるカナストロンの向かいには、コポス港の近くにデリス岬があり、これらによってトロナイオス湾が画されている。
καὶ πρὸς ἀνατολὰς αὖθις κεῖται τὸ ἄκρον τοῦ Ἄθωνος, ὃ ἀφορίζει τὸν Σιγγιτικὸν κόλπον, ὡς εἶναι ἐφεξῆς κόλπους τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν, ἀλλήλων ἀπέχοντας οὕτως, Μαλιακὸν Παγασιτικὸν Θερμαῖον Τορωναῖον Σιγγιτικὸν Στρυμονικόν.
そして東にはさらに、シンギティコス湾を画するアトス山の先端が位置しており、その結果、エーゲ海の湾が北に向かって順に、互いにこのような距離をおいて引き続いている。 すなわち、マリアコス湾、パガシティコス湾、テルマイオス湾、トロナイオス湾、シンギティコス湾、ストリュモニコス湾である。
τὰ δὲ ἄκρα Ποσείδιον μὲν τὸ μεταξὺ Μαλιακοῦ καὶ Παγασιτικοῦ, τὸ δὲ ἐφεξῆς πρὸς βορρᾶν Σηπιάς, εἶτα τὸ ἐν Παλλήνῃ Κάναστρον, εἶτα Δέρρις, εἶτα Νυμφαῖον ἐν τῷ Ἄθωνι πρὸς τῷ Σιγγιτικῷ, τὸ δὲ πρὸς τῷ Στρυμονικῷ Ἀκράθως ἄκρον, ὧν μεταξὺ ὁ Ἄθων, οὗ πρὸς ἀνατολὰς ἡ Λῆμνος·
また岬としては、マリアコス湾とパガシティコス湾の間にあるポセイディオン、北に続くセピアス、次いでパレネのカナストロン、次いでデリス、次いでシンギティコス湾に面したアトス山上のニュンパイオン、そしてストリュモニコス湾に面したアクラトス岬がある。 これらの間にアトス山があり、その東にはレムノス島がある。
πρὸς δὲ βορρᾶν ἀφορίζει τὸν Στρυμονικὸν κόλπον ἡ Νεάπολις.
北においては、ネアポリスがストリュモニコス湾を画している。
Epit.
『摘要』より。
§7.fragments.33ὅτι Ἄκανθος πόλις ἐν τῷ Σιγγιτικῷ κόλπῳ ἐστὶ παράλιος πλησίον τῆς τοῦ Ξέρξου διώρυχος·
アカントスは、クセルクセスの運河の近く、シンギティコス湾沿いにある沿岸都市である。
ἔχει δʼ ὁ Ἄθων πέντε πόλεις, Δῖον Κλεωνὰς Θύσσον Ὀλόφυξιν Ἀκροθώους·
アトス山には五つの都市、ディオン、クレオナイ、テュッソス、オロピュクソス、アクロトオイがある。
αὕτη δὲ πρὸς τῇ κορυφῇ τοῦ Ἄθωνος κεῖται.
アクロトオイはアトス山の山頂の近くに位置している。
ἔστι δʼ ὁ Ἄθων ὄρος μαστοειδὲς ὀξύτατον ὑψηλότατον· οὗ οἱ τὴν κορυφὴν οἰκοῦντες ὁρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν τριῶν τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς.
アトス山は乳房状の、非常に険しく極めて高い山であり、その山頂に住む人々は、沿岸部での日の出よりも三時間前に太陽が昇るのを見る。
καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ἀκάνθου ὁ περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ Ἀριστοτέλους, στάδια τετρακόσια, ἐν ᾗ λιμὴν ὄνομα Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι·
そして、アカントスの都市から、アリストテレスの都市スタゲイロスまでの、この半島の周航距離は四百スタディオンである。 スタゲイロスにはカプロスという名の港と、その港と同名の小島がある。
εἶτα αἱ τοῦ Στρυμόνος ἐκβολαί· εἶτα Φάγρης Γαληψὸς Ἀπολλωνία, πᾶσαι πόλεις·
その次にはストリュモン川の河口があり、次いでパグレス、ガレプソス、アポロニア(これらはすべて都市である)がある。
εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θρᾴκην, ὡς Φίλιππος καὶ Ἀλέξανδρος ὁ τούτου παῖς διώριζον ἐν τοῖς κατʼ αὐτοὺς χρόνοις.
次いで、マケドニアとトラキアの境界をなすネストス川の河口がある。 これはフィリッポスとその子アレクサンドロスが彼らの時代に境界と定めたものである。
εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεις καὶ ἕτεραι, οἷον Μύρκινος Ἄργιλος Δραβῆσκος Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια καὶ χρυσοῦ μέταλλα·
ストリュモニコス湾の周辺には、ミルキノス、アルギロス、ドラベスコス、ダトンといった他の都市もある。
ἀφʼ οὗ καὶ παροιμία Δάτον ἀγαθῶν, ὡς καὶ ἀγαθῶν ἀγαθῖδας.
ダトンは極めて肥沃で実り豊かな土地、造船所、金鉱を有しており、そこから次の諺も生まれた。 「ダトンの善きもの」、あるいは「幸運の包み」のように。
Epit.
『摘要』より。
§7.fragments.34ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, ὅπου νῦν οἱ Φίλιπποι πόλις ἵδρυται, πλησίον τοῦ Παγγαίου ὄρους·
クレニデス、すなわち現在フィリッポイの都市が設立されている場所(パンガイオン山の近く)には、極めて多くの金鉱が存在する。
καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρυσεῖα καὶ ἀργυρεῖα ἔχει μέταλλα καὶ ἡ πέραν καὶ ἡ ἐντὸς τοῦ Στρυμόνος ποταμοῦ μέχρι Παιονίας·
パンガイオン山自体にも金と銀の鉱山があり、ストリュモン川の対岸および内側からパイオニア地方に至るまでの地域にもある。
φασὶ δὲ καὶ τοὺς τὴν Παιονίαν γῆν ἀροῦντας εὑρίσκειν χρυσοῦ τινα μόρια.
また、パイオニアの土地を耕す人々も金の微片を見つけると言われている。
Epit.
『摘要』より。

語釈・文法注

  1. §7.fragments.31μεθʼ ἣν — 関係代名詞対格女性単数 ἣν の先行詞は、直前の一文に現れる都市名 Σίγγος(女性名詞)である。したがって「シングス(という都市)の次には」と解釈される。
  2. §7.fragments.33τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς — 前置詞 πρό(〜より前に)によって要求される比較の基準(または時間的先後)を示す属格。沿岸部における日の出よりも3時間早く、という意味になる。
  3. §7.fragments.33ἀγαθῶν ἀγαθῖδας — 「善きものの糸玉(あるいは包み)」という意味の慣用的な諺表現で、前の「ダトンの善きもの」と同様に、溢れるほどの富や幸運を指す。

この箇所を引用する

ストラボン, 地理誌 §7.fragments.27-7.fragments.34. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.fragments.27-7.fragments.34

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。