Humanitext Reader

斯特拉波 · 地理学 §7.fragments.35-7.fragments.36

阿索斯山运河与斯特里门河流域

第 233 段,共 577 段 · 希腊语

内容简介

描述了阿索斯山的运河、周边城市及历史背景,并叙述了斯特里门河流域的地理特征以及周边的部落。

§7.fragments.35ἔστι δʼ ὁ Ἄθως ὄρος ὑψηλὸν καὶ μαστοειδές, ὥστε τοὺς ἐν ταῖς κορυφαῖς ἤδη ἀνίσχοντος ἡλίου κάμνειν ἀροῦντας, ἡνίκα ἀλεκτοροφωνίας ἀρχὴ παρὰ τοῖς τὴν ἀκτὴν οἰκοῦσίν ἐστιν.
阿索斯是一座极高且呈乳房状的山,以至于当太阳升起时,在山顶的人们已经因耕作而疲惫不堪,而此时对于居住在海岸的人们来说,鸡鸣才刚刚开始。
ἐν δὲ τῇ ἀκτῇ ταύτῃ Θάμυρις ὁ Θρᾷξ ἐβασίλευσε, τῶν αὐτῶν ἐπιτηδευμάτων γεγονὼς ὧν καὶ Ὀρφεύς.
在这片海岸上,色雷斯人塔米里斯曾统治过,他与奥尔甫斯有着相同的志趣。
ἐνταῦθα δὲ καὶ διῶρυξ δείκνυται ἡ περὶ τὴν Ἄκανθον, καθʼ ἣν Ξέρξης τὸν Ἄθω διορύξαι λέγεται καὶ διαγαγεῖν ἐκ τοῦ Στρυμονικοῦ κόλπου διὰ τοῦ ἰσθμοῦ, δεξάμενος τὴν θάλασσαν εἰς τὴν διώρυγα.
在这里还展示着阿坎索斯周围的运河,据说薛西斯曾在此挖通了阿索斯,并在将海水引入运河后,引导他的舰队通过地峡从斯特里门湾穿过。
Δημήτριος δʼ ὁ Σκήψιος οὐκ οἴεται πλευσθῆναι τὴν διώρυγα ταύτην· μέχρι μὲν γὰρ δέκα σταδίων εὔγεων καὶ ὀρυκτὴν εἶναι, διορωρύχθαι δʼ ἐπὶ πλάτος πλεθριαῖον, εἶθʼ ὑψηλὸν εἶναι πλαταμῶνα σταδιαῖον σχεδόν τι τὸ μῆκος, ὅσον οὐκ ἐνὸν ἐκλατομηθῆναι διʼ ὅλου μέχρι θαλάσσης· εἰ δὲ καὶ μέχρι δεῦρο, οὔ γε καὶ κατὰ βυθοῦ ὥστε πόρον γενέσθαι πλωτόν· ὅπου Ἀλέξαρχον τὸν Ἀντιπάτρου πόλιν ὑποδείμασθαι τὴν Οὐρανόπολιν τριάκοντα σταδίων τὸν κύκλον ἔχουσαν.
但斯凯普西斯人德米特里乌斯认为这条运河是不可通航的;因为他说,直到十斯塔迪翁的地方土地都很松软且已被开挖,开挖的宽度达一普莱特隆,但随后是一块高而平整的岩石,长度几乎达一斯塔迪翁,这块岩石根本无法完全开凿到海边;即使挖到了这里,其深度也决不能形成通航的水路;在这里,安提帕特之子亚历克萨科斯建立了乌拉诺波利斯城,其周长达三十斯塔迪翁。
ᾤκησαν δὲ τὴν χερρόνησον ταύτην τῶν ἐκ Λήμνου Πελασγῶν τινες, εἰς πέντε διῃρημένοι πολίσματα, Κλεωνὰς Ὀλόφυξιν Ἀκροθώους Δῖον Θύσσον.
来自莱姆诺斯的一些佩拉斯吉人居住在这个半岛上,他们分布在五个小城镇中:克莱奥奈、奥洛菲克索斯、阿克罗索伊、迪翁和蒂索斯。
μετὰ δὲ Ἄθω ὁ Στρυμονικὸς κόλπος μέχρι Νέστου τοῦ ποταμοῦ τοῦ ἀφορίζοντος τὴν κατὰ Φίλιππον καὶ Ἀλέξανδρον Μακεδονίαν· εἰς μέντοι τἀκριβὲς ἄκρα τίς ἐστιν ἡ ποιοῦσα τὸν κόλπον πρὸς τὸν Ἄθω, πόλιν ἐσχηκυῖα τὴν Ἀπολλωνίαν.
在阿索斯之后是斯特里门湾,一直延伸到界定菲利普和亚历山大时期马其顿的奈斯托斯河;然而,严格说来,是向着阿索斯方向形成该湾的某一个岬角,它曾拥有阿波罗尼亚城。
ἐν δὲ τῷ κόλπῳ πρώτη μετὰ τὸν Ἀκανθίων λιμένα Στάγειρα, ἔρημος, καὶ αὐτὴ τῶν Χαλκιδικῶν, Ἀριστοτέλους πατρίς, καὶ λιμὴν αὐτῆς Κάπρος καὶ νησίον ὁμώνυμον τούτῳ· εἶθʼ ὁ Στρυμὼν καὶ ὁ ἀνάπλους εἰς Ἀμφίπολιν εἴκοσι σταδίων· ἔστι δʼ Ἀθηναίων κτίσμα ἐν τῷ τόπῳ ἱδρυμένον τούτῳ, ὃς καλεῖται Ἐννέα ὁδοί· εἶτα Γαληψὸς καὶ Ἀπολλωνία, κατεσκαμμέναι ὑπὸ Φιλίππου.
在湾内,紧邻阿坎索斯人港口的第一座城市是斯塔吉罗斯,如今已荒废,它也属于卡尔基迪斯人,是亚历里士多德的故乡,其港口为卡普罗斯,并有一个与其同名的岛屿;接着是斯特里门河,由此向上航行二十斯塔迪翁可达阿姆菲波利斯;这是雅典人的殖民地,建立在被称为“九路”的地方;接着是法格雷斯(加莱普索斯)和阿波罗尼亚,它们已被菲利普夷为平地。
E.
《摘要》。
§7.fragments.36ἀπὸ Πηνειοῦ φησὶν εἰς Πύδναν σταδίους ἑκατὸν εἴκοσι.
他说,从佩涅奥斯到皮德纳为一百二十斯塔迪翁。
παρὰ δὲ τὴν παραλίαν τοῦ Στρυμόνος καὶ Δατηνῶν πόλις Νεάπολις καὶ αὐτὸ τὸ Δάτον, εὔκαρπα πεδία καὶ λίμνην καὶ ποταμοὺς καὶ ναυπήγια καὶ χρυσεῖα λυσιτελῆ ἔχον, ἀφʼ οὗ καὶ παροιμιάζονται Δάτον ἀγαθῶν ὡς καὶ ἀγαθῶν ἀγαθῖδας.
在斯特里门沿海有达特尼人的城市尼阿波利斯以及达托本身,这里有肥沃的平原、湖泊、河流、造船厂和利润丰厚的金矿,因此人们在谚语中说“达托的美好事”,也说“美好事物的线团”。
ἔστι δʼ ἡ χώρα ἡ πρὸς τὸ Στρυμόνος πέραν, ἡ μὲν ἐπὶ τῇ θαλάττῃ καὶ τοῖς περὶ Δάτον τόποις Ὀδόμαντες καὶ Ἠδωνοὶ καὶ Βισάλται, οἵ τε αὐτόχθονες καὶ οἱ ἐκ Μακεδονίας διαβάντες, ἐν οἷς Ῥῆσος ἐβασίλευσεν.
至于斯特里门河对岸的地区,沿海以及达托周边的地区居住着奥多曼特斯人、埃多尼人和比萨尔泰人(包括本地土著和从马其顿迁来的人),雷索斯曾在他们中统治。
ὑπὲρ δὲ τῆς Ἀμφιπόλεως Βισάλται καὶ μέχρι πόλεως Ἡρακλείας, ἔχοντες αὐλῶνα εὔκαρπον, ὃν διαρρεῖ ὁ Στρυμὼν ὡρμημένος ἐκ τῶν περὶ Ῥοδόπην Ἀγριάνων, οἷς παράκειται τῆς Μακεδονίας ἡ Παρορβηλία, ἐν μεσογαίᾳ ἔχουσα κατὰ τὸν αὐλῶνα τὸν ἀπὸ Εἰδομένης Καλλίπολιν Ὀρθόπολιν Φιλιππούπολιν Γαρησκόν.
在阿姆菲波利斯上方是比萨尔泰人,一直延伸到赫拉克莱亚城,他们拥有肥沃的谷地,斯特里门河穿流其间,该河发源于罗多彼山脉附近的美格里亚内斯人之地,与这些人相邻的是马其顿的巴罗尔贝利亚,其在内陆沿谷地(从埃多梅内算起)拥有卡利波リス、奥托波利斯、菲利普波利斯和加雷斯科斯。
ἐν δὲ τοῖς Βισάλταις ἀνὰ ποταμὸν ἰόντι τὸν Στρυμόνα καὶ ἡ Βέργη ἵδρυται, κώμη ἀπέχουσα Ἀμφιπόλεως περὶ διακοσίους σταδίους.
在比萨尔泰人中,沿着斯特里门河向上走,还坐落着贝尔盖,这是一个距离阿姆菲波利斯约二百斯塔迪翁的村庄。
ἐπὶ δὲ ἄρκτους ἰόντι ἀπὸ Ἡρακλείας καὶ τὰ στενὰ διʼ ὧν ὁ Στρυμὼν φέρεται, δεξιὸν ἔχοντι τὸν ποταμὸν ἐκ μὲν τῶν εὐωνύμων ἐστὶν ἡ Παιονία καὶ τὰ περὶ τὸν Δόβηρον καὶ τὴν Ῥοδόπην καὶ τὸν Αἷμον ὄρος, ἐν δεξιᾷ δὲ τὰ περὶ τὸν Αἷμον.
从赫拉克莱亚向北走,通过斯特里门河流经的峡谷,让河流保持在右手边,那么在左手边是巴奥尼亚以及多贝罗斯、罗多彼和海玛斯山周围的地区,在右手边是海玛斯周围的地区。
ἐντὸς δὲ τοῦ Στρυμόνος πρὸς αὐτῷ μὲν τῷ ποταμῷ ἡ Σκοτοῦσσα ἔστι, πρὸς δὲ τῇ λίμνῃ τῇ Βόλβῃ Ἀρέθουσα.
在斯特里门河内侧,靠近河流本身的是斯科图萨,靠近博尔贝湖的是阿雷图萨。
καὶ δὴ καὶ μάλιστα λέγονται Μυγδόνες οἱ περὶ τὴν λίμνην.
事实上,湖周围的人特别被称为米格多涅斯人。
οὐ μόνον δʼ ὁ Ἀξιὸς ἐκ Παιόνων ἔχει τὴν ῥύσιν, ἀλλὰ καὶ ὁ Στρυμών· ἐξ Ἀγριάνων γὰρ διὰ Μαίδων καὶ Σιντῶν εἰς τὰ μεταξὺ Βισαλτῶν καὶ Ὀδομάντων ἐκπίπτει.
不仅阿克西奥斯河发源于巴奥尼亚人之地,斯特里门河也是如此;因为它发源于阿格里亚内斯,穿过迈多伊人和辛托伊人,流入比萨尔泰人和奥多曼特斯人之间的地区。
E.
《摘要》。

词汇与语法注释

  1. §7.fragments.35ὥστε τοὺς ἐν ταῖς κορυφαῖς ἤδη ἀνίσχοντος ἡλίου κάμνειν ἀροῦντας — 由连词 `ὥστε` 引导的不定式结构,其中宾格的 `τοὺς ἐν ταῖς κορυφαῖς`(在山顶的人们)作为不定式 `κάμνειν`(疲倦)的逻辑主语。`ἀροῦντας` 是与之相一致的现在分词宾格(耕作时)。`ἤδη ἀνίσχοντος ἡλίου` 为属格绝对结构(太阳已经升起时)。
  2. §7.fragments.35ὅσον οὐκ ἐνὸν ἐκλατομηθῆναι — `ἐνόν` 是无人称动词 `ἔνεστι`(可能)的现在分词中性单数形式。此处作宾格绝对(accusative absolute)用法,意为“不可能”,与 `ὅσον` 结合表示“以至于不可能完全开凿出”。
  3. §7.fragments.36ἰόντι — 现在分词与格 `ἰόντι`(对于前行的人)及 `ἔχοντι`(对于拥有/保持的人)在地理性叙述中被用作“关系(或视角)与格”,以表示旅行者或观察者的视角。

引用这一段

斯特拉波, 地理学 §7.fragments.35-7.fragments.36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.fragments.35-7.fragments.36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。