Humanitext Reader

斯特拉波 · 地理学 §7.fragments.27-7.fragments.34

哈尔基季基半岛与东马其顿的矿山

第 232 段,共 577 段 · 希腊语

内容简介

描述了哈尔基季基半岛周围的地理、城市及阿索斯山,并说明了马其顿东部、斯特里蒙河与潘盖翁山周围的金银矿山。

§7.fragments.27ὅτι ἡ Παλλήνη χερρόνησος, ἧς ἐν τῷ ἰσθμῷ κεῖται ἡ πρὶν μὲν Ποτίδαια νῦν δὲ Κασσάνδρεια, Φλέγρα τὸ πρὶν ἐκαλεῖτο· ᾤκουν δʼ αὐτὴν οἱ μυθευόμενοι Γίγαντες, ἔθνος ἀσεβὲς καὶ ἄνομον, οὓς Ἡρακλῆς διέφθειρεν· ἔχει δὲ πόλεις τέσσαρας, Ἄφυτιν Μένδην Σκιώνην Σάνην.
帕莱内半岛(其地峡上坐落着先前称为波提狄亚而今称为卡桑德里亚的城市)先前被称为普雷格拉;神话中的巨人曾居住于此,他们是一个不敬神且无法无天的部落,后被赫拉克勒斯消灭;该半岛拥有四座城市,即阿菲蒂斯、门德、斯基奥内、萨内。
Epit.
《摘要》。
§7.fragments.28ὅτι διεῖχε Ποτιδαίας Ὄλυνθος ἑβδομήκοντα σταδίους.
奥林索斯距离波提狄亚七十斯塔迪翁。
E.
《梵蒂冈摘要》。
§7.fragments.29ὅτι τῆς Ὀλύνθου ἐπίνειόν ἐστι Μηκύπερνα ἐν τῷ Τορωναίῳ κόλπῳ.
奥林索斯的港口是位于托罗奈湾的梅屈贝尔纳。
Epit.
《摘要》。
§7.fragments.30ὅτι πλησίον Ὀλύνθου χωρίον ἐστὶ κοῖλον, καλούμενον Κανθαρώλεθρον ἐκ τοῦ συμβεβηκότος· τὸ γὰρ ζῷον ὁ κάνθαρος τῆς πέριξ χώρας γινόμενος, ἡνίκα ψαύσῃ τοῦ χωρίου ἐκείνου, διαφθείρεται.
在奥林索斯附近有一处洼地,因其发生的事被称为“坎塔罗莱特隆”;因为在周围地区生长的一种名为坎塔罗斯(甲虫)的昆虫,一旦触碰该地就会死亡。
Epit.
《摘要》。
§7.fragments.31μετὰ δὲ Κασάνδρειαν ἐφεξῆς ἡ λοιπὴ τοῦ Τορωνικοῦ κόλπου παραλία μέχρι Δέρρεως· ἄκρα δʼ ἐστὶν ἀνταίρουσα τῷ Καναστραίῳ καὶ ποιοῦσα τὸν κόλπον.
在卡桑德里亚之后,托罗奈湾的其余海岸一直延伸到德里斯;德里斯是一个与卡纳斯特拉伊翁相对并形成该湾的岬角。
ἀπαντικρὺ δὲ τῆς Δέρρεως πρὸς ἕω τὰ ἄκρα τοῦ Ἄθω, μεταξὺ δὲ ὁ Σιγγικὸς κόλπος ἀπὸ τῆς ἐν αὐτῷ πόλεως ἀρχαίας κατεσκαμμένης Σίγγου τοὔνομα.
而在德里斯的真对面,朝东方向是阿索斯山的尽头,其间是辛吉蒂克湾,该湾得名于其中一座古老且已被夷为平地的城市辛格斯。
μεθʼ ἣν Ἄκανθος ἐπὶ τῷ ἰσθμῷ τοῦ Ἄθω κειμένη πόλις, Ἀνδρίων κτίσμα, ἀφʼ ἧς συχνοὶ καὶ τὸν κόλπον Ἀκάνθιον καλοῦσι.
在辛格斯之后是阿坎索斯,这是一座位于阿索斯地峡上的城市,由安德罗斯人所建,因此许多人也称该湾为阿坎索斯湾。
E.
《梵蒂冈摘要》。
§7.fragments.32ὅτι ἀντικρὺ Κανάστρου, ἄκρου τῆς Παλλήνης, ἡ Δέρρις ἐστὶν ἄκρα πλησίον Κωφοῦ λιμένος, καὶ ὁ Τορωναῖος κόλπος ὑπὸ τούτων ἀφορίζεται.
与帕莱内岬角卡纳斯特隆相对的是靠近科福斯港的德里斯岬角,托罗奈湾便由这两者界定。
καὶ πρὸς ἀνατολὰς αὖθις κεῖται τὸ ἄκρον τοῦ Ἄθωνος, ὃ ἀφορίζει τὸν Σιγγιτικὸν κόλπον, ὡς εἶναι ἐφεξῆς κόλπους τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν, ἀλλήλων ἀπέχοντας οὕτως, Μαλιακὸν Παγασιτικὸν Θερμαῖον Τορωναῖον Σιγγιτικὸν Στρυμονικόν.
再往东则是划定辛吉蒂克湾的阿索斯山尖端,因此爱琴海向北排列的湾区依次相连,相互之间的距离如下:马利亚湾、帕加萨湾、塞尔迈湾、托罗奈湾、辛吉蒂克湾、斯特里门湾。
τὰ δὲ ἄκρα Ποσείδιον μὲν τὸ μεταξὺ Μαλιακοῦ καὶ Παγασιτικοῦ, τὸ δὲ ἐφεξῆς πρὸς βορρᾶν Σηπιάς, εἶτα τὸ ἐν Παλλήνῃ Κάναστρον, εἶτα Δέρρις, εἶτα Νυμφαῖον ἐν τῷ Ἄθωνι πρὸς τῷ Σιγγιτικῷ, τὸ δὲ πρὸς τῷ Στρυμονικῷ Ἀκράθως ἄκρον, ὧν μεταξὺ ὁ Ἄθων, οὗ πρὸς ἀνατολὰς ἡ Λῆμνος· πρὸς δὲ βορρᾶν ἀφορίζει τὸν Στρυμονικὸν κόλπον ἡ Νεάπολις.
至于岬角,波塞迪翁是位于马利亚湾与帕加萨湾之间的那个,向北接着是塞皮亚斯,然后是帕莱内的卡纳斯特隆,接着是德里斯,然后是阿索斯山上朝向辛吉蒂克湾的宁法伊翁,以及朝向斯特里门湾的阿克拉索斯岬角,两岬之间即为阿索斯山,其东面是莱姆诺斯岛;而向北,尼阿波利斯界定了斯特里门湾。
Epit.
《摘要》。
§7.fragments.33ὅτι Ἄκανθος πόλις ἐν τῷ Σιγγιτικῷ κόλπῳ ἐστὶ παράλιος πλησίον τῆς τοῦ Ξέρξου διώρυχος· ἔχει δʼ ὁ Ἄθων πέντε πόλεις, Δῖον Κλεωνὰς Θύσσον Ὀλόφυξιν Ἀκροθώους· αὕτη δὲ πρὸς τῇ κορυφῇ τοῦ Ἄθωνος κεῖται.
阿坎索斯是辛吉蒂克湾畔靠近薛西斯运河的一座沿海城市;阿索斯山拥有五座城市,即迪翁、克莱奥奈、蒂索斯、奥洛菲克索斯、阿克罗索伊,而最后一座坐落在阿索斯山的顶峰附近。
ἔστι δʼ ὁ Ἄθων ὄρος μαστοειδὲς ὀξύτατον ὑψηλότατον· οὗ οἱ τὴν κορυφὴν οἰκοῦντες ὁρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν τριῶν τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς.
阿索斯是一座呈乳房状、极陡峭且极高的山;居住在顶峰的人们,比在沿海地区的人提前三个小时看到太阳升起。
καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ἀκάνθου ὁ περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ Ἀριστοτέλους, στάδια τετρακόσια, ἐν ᾗ λιμὴν ὄνομα Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι· εἶτα αἱ τοῦ Στρυμόνος ἐκβολαί· εἶτα Φάγρης Γαληψὸς Ἀπολλωνία, πᾶσαι πόλεις· εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θρᾴκην, ὡς Φίλιππος καὶ Ἀλέξανδρος ὁ τούτου παῖς διώριζον ἐν τοῖς κατʼ αὐτοὺς χρόνοις.
从阿坎索斯城到亚里士多德的城市斯塔吉罗斯,环绕该半岛的航程为四百斯塔迪翁,斯塔吉罗斯有一个名为卡普罗斯的港口和与该港口同名的小岛;接着是斯特里门河口;接着是法格雷斯、加莱普索斯、阿波罗尼亚,这些都是城市;接着是奈斯托斯河口,该河界定了马其顿和色雷斯,正如菲利普及其子亚历山大在他们那个时代所划定的一样。
εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεις καὶ ἕτεραι, οἷον Μύρκινος Ἄργιλος Δραβῆσκος Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια καὶ χρυσοῦ μέταλλα· ἀφʼ οὗ καὶ παροιμία Δάτον ἀγαθῶν, ὡς καὶ ἀγαθῶν ἀγαθῖδας.
在斯特里门湾周围还有其他城市,例如迈尔基诺斯、阿尔吉洛斯、德拉贝斯科斯、达托,达托拥有极佳且肥沃的土地、造船厂和金矿;因此也有谚语说:“达托的美好事”,正如说“美好事物的线团”一样。
Epit.
《摘要》。
§7.fragments.34ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, ὅπου νῦν οἱ Φίλιπποι πόλις ἵδρυται, πλησίον τοῦ Παγγαίου ὄρους· καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρυσεῖα καὶ ἀργυρεῖα ἔχει μέταλλα καὶ ἡ πέραν καὶ ἡ ἐντὸς τοῦ Στρυμόνος ποταμοῦ μέχρι Παιονίας· φασὶ δὲ καὶ τοὺς τὴν Παιονίαν γῆν ἀροῦντας εὑρίσκειν χρυσοῦ τινα μόρια.
在克雷尼德斯(即现在建立腓立比城的地方)拥有极多的金矿,靠近潘盖翁山;潘盖翁山本身也拥有金矿和银矿,而且在斯特里门河对岸和这岸一直延伸到巴奥尼亚的地区也有矿山;据说在巴奥尼亚土地上耕作的人们也能发现一些黄金微粒。
Epit.
《摘要》。

词汇与语法注释

  1. §7.fragments.31μεθʼ ἣν — 阴性单数宾格关系代词 ἣν 的先行词是前一句中出现的城市名 Σίγγος(阴性名词)。因此应当解释为“在辛格斯(这座城市)之后”。
  2. §7.fragments.33τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς — 由介词 πρό(在……之前)所要求的属格,表示比较的基准或时间上的先后。意为“比在沿海地区的日出早三个小时”。
  3. §7.fragments.33ἀγαθῶν ἀγαθῖδας — 意为“美好事物的线团(或包裹)”的惯用谚语表达,与前句“达托的美好事”并列,指代极度丰裕的财富或幸运。

引用这一段

斯特拉波, 地理学 §7.fragments.27-7.fragments.34. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.fragments.27-7.fragments.34

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。