§7.5.7μετὰ δʼ οὖν τὴν τῶν Ἀρδιαίων καὶ Πληραίων παραλίαν ὁ Ῥιζονικὸς κόλπος ἐστὶ καὶ Ῥίζων πόλις καὶ ἄλλα πολίχνια, καὶ Δρίλων ποταμὸς ἀνάπλουν ἔχων πρὸς ἕω μέχρι τῆς Δαρδανικῆς, ἣ συνάπτει τοῖς Μακεδονικοῖς ἔθνεσι καὶ τοῖς Παιονικοῖς πρὸς μεσημβρίαν, καθάπερ καὶ οἱ Αὐταριᾶται καὶ Δασαρήτιοι, ἄλλοι κατʼ ἄλλα μέρη συνεχεῖς ἀλλήλοις ὄντες καὶ τοῖς Αὐταριάταις.
さて、アルディアイオニ人とプレライオニ人の海岸の次には、リゾニコス湾とリゾン市、および他の小さな町々があり、また東に向かってダルダニアの地まで遡行できるドリロン川がある。 この地は、南でマケドニアおよびパイオニアの諸部族に隣接しており、アウタリアタイ人やダサレティオイ人も同様である。 これらは異なる地域で互いに、またアウタリアタイ人と隣接している。
τῶν δὲ Δαρδανιατῶν εἰσι καὶ οἱ Γαλάβριοι, παρʼ οἷς πόλις ἀρχαία, καὶ οἱ Θουνάται, Μαίδοις ἔθνει Θρᾳκίῳ πρὸς ἕω συνάπτουσιν.
ダルダニア人の部族にはガラブリオイ人がおり、彼らのもとには古い都市がある。 またトゥナタイ人がおり、彼らは東でトラキアの部族であるマイドイ人に隣接している。
ἄγριοι δʼ ὄντες οἱ Δαρδάνιοι τελέως, ὥσθʼ ὑπὸ ταῖς κοπρίαις ὀρύξαντες σπήλαια ἐνταῦθα διαίτας ποιεῖσθαι, μουσικῆς δʼ ὅμως ἐπεμελήθησαν ἀεὶ χρώμενοι καὶ αὐλοῖς καὶ τοῖς ἐντατοῖς ὀργάνοις.
ダルダニア人は完全に野蛮であり、肥溜めの下に洞窟を掘ってそこで暮らすほどであるが、それでも常に音楽を重んじており、フルートや弦楽器を常に用いている。
οὗτοι μὲν οὖν ἐν τῇ μεσογαίᾳ·
さて、彼らは内陸に住んでいる。
μνησθησόμεθα δʼ αὐτῶν καὶ ὕστερον.
彼らについては後にも言及することにする。
§7.5.8μετὰ δὲ τὸν Ῥιζονικὸν κόλπον Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρονήσῳ λεγομένη ἐφʼ ἧς ἵδρυται.
リゾニコス湾の次には、リッソス市、アクロリッソス、そしてコルキュラ人の植民都市であるエピダムノスがあり、これは現在、それが位置する半島の名前と同じくデュラキオンと呼ばれている。
εἶθʼ ὁ Ἄψος ποταμὸς καὶ ὁ Ἄωος, ἐφʼ ᾧ Ἀπολλωνία πόλις εὐνομωτάτη, κτίσμα Κορινθίων καὶ Κερκυραίων, τοῦ ποταμοῦ μὲν ἀπέχουσα σταδίους δέκα τῆς θαλάττης δὲ ἑξήκοντα.
それからアプソス川とアオオス川があり、そのほとりに非常に優れた国法を持つ都市アポロニア(コリントス人とコルキュラ人の植民都市)がある。 これは川から10スタディオン、海から60スタディオン離れている。
τὸν δʼ Ἄωον Αἴαντα καλεῖ Ἑκαταῖος καί φησιν ἀπὸ τοῦ αὐτοῦ τόπου τοῦ περὶ Λάκμον, μᾶλλον δὲ τοῦ αὐτοῦ μυχοῦ, τόν τε Ἴναχον ῥεῖν εἰς Ἄργος πρὸς νότον καὶ τὸν Αἴαντα πρὸς ἑσπέραν καὶ πρὸς τὸν Ἀδρίαν.
ヘカタオスはアオオス川をアイアス川と呼び、ラクモス周辺の同じ場所、むしろ同じ最奥部から、イナコス川は南のアルゴスへと流れ、アイアス川は西すなわちアドリア海へと流れていると述べている。
ἐν δὲ τῇ χώρᾳ τῶν Ἀπολλωνιατῶν καλεῖταί τι νυμφαῖον·
アポロニア人の土地にはヌンファイオンと呼ばれる場所がある。
πέτρα δʼ ἐστὶ πῦρ ἀναδιδοῦσα, ὑπʼ αὐτῇ δὲ κρῆναι ῥέουσι χλιαροῦ καὶ ἀσφάλτου, καιομένης, ὡς εἰκός, τῆς βώλου τῆς ἀσφαλτίτιδος·
それは火を噴き出す岩であり、その下からは温水とアスファルトの泉が流れており、おそらくはアスファルト質の土塊が燃えているためであろう。
μέταλλον δʼ αὐτῆς ἔστι πλησίον ἐπὶ λόφου· τὸ δὲ τμηθὲν ἐκπληροῦται πάλιν τῷ χρόνῳ, τῆς ἐγχωννυμένης εἰς τὰ ὀρύγματα γῆς μεταβαλλούσης εἰς ἄσφαλτον, ὥς φησι Ποσειδώνιος.
その採掘場が近くの丘の上にあり、切り出された部分は、掘り出された穴に投げ込まれた土が時の経過とともにアスファルトへと変化するため、再び満たされるとポセイドニオスは言っている。
λέγει δʼ ἐκεῖνος καὶ τὴν ἀμπελῖτιν γῆν ἀσφαλτώδη τὴν ἐν Σελευκείᾳ τῇ Πιερίᾳ μεταλλευομένην ἄκος τῆς φθειριώσης ἀμπέλου·
彼(ポセイドニオス)はまた、ピエリアのセレウケイアで採掘されるアスファルト質のブドウ土は、害虫に侵されたブドウの木の治療薬であると述べている。
χρισθεῖσαν γὰρ μετʼ ἐλαίου φθείρειν τὸ θηρίον πρὶν ἐπὶ τοὺς βλαστοὺς τῆς ῥίζης ἀναβῆναι·
というのも、それを油と混ぜて塗ると、その虫が根から芽へと這い上がる前に退治できるからである。
τοιαύτην δʼ εὑρεθῆναι καὶ ἐν Ῥόδῳ πρυτανεύοντος αὐτοῦ, πλείονος δʼ ἐλαίου δεῖσθαι.
彼がロドスのプリュタニスであった時に、ロドスでも同様の土が発見されたが、より多くの油を必要とした、と彼は言っている。
μετὰ δʼ Ἀπολλωνίαν Βυλλιακὴ καὶ Ὠρικὸν καὶ τὸ ἐπίνειον αὐτοῦ ὁ Πάνορμος καὶ τὰ Κεραύνια ὄρη, ἡ ἀρχὴ τοῦ στόματος τοῦ Ἰονίου κόλπου καὶ τοῦ Ἀδρίου.
アポロニアの次には、ビュリアケの地、オリコン、その港湾であるパノルモス、そしてケラウニア山脈があり、これはイオニア湾とアドリア海の入り口の始まりである。
§7.5.9τὸ μὲν οὖν στόμα κοινὸν ἀμφοῖν ἐστι, διαφέρει δὲ ὁ Ἰόνιος διότι τοῦ πρώτου μέρους τῆς θαλάττης ταύτης ὄνομα τοῦτʼ ἐστίν, ὁ δʼ Ἀδρίας τῆς ἐντὸς μέχρι τοῦ μυχοῦ, νυνὶ δὲ καὶ τῆς συμπάσης.
さて、その入り口は両者に共通しているが、イオニア海が異なっているのは、それがこの海の最初の部分の名前であるのに対し、アドリア海は最奥部に至る内側の部分の名前であり、現在では海全体の名前でもあるからである。
φησὶ δʼ ὁ Θεόπομπος τῶν ὀνομάτων τὸ μὲν ἥκειν ἀπὸ ἀνδρὸς ἡγησαμένου τῶν τόπων ἐξ Ἴσσης τὸ γένος, τὸν Ἀδρίαν δὲ ποταμοῦ ἐπώνυμον γεγονέναι.
テオポンポスは、これら二つの名前のうち一方はイッサ出身のこの地域を支配した男に由来し、アドリア海は同名の川から名付けられたと述べている。
στάδιοι δʼ ἀπὸ τῶν Λιβυρνῶν ἐπὶ τὰ Κεραύνια μικρῷ πλείους ἢ δισχίλιοι.
リブルニア人の土地からケラウニア山脈までの距離は、2000スタディオンをわずかに上回る。
Θεόπομπος δὲ τὸν πάντα ἀπὸ τοῦ μυχοῦ πλοῦν ἡμερῶν ἓξ εἴρηκε, πεζῇ δὲ τὸ μῆκος τῆς Ἰλλυρίδος καὶ τριάκοντα· πλεονάζειν δέ μοι δοκεῖ.
テオポンポスは最奥部からの航路全体を6日間とし、陸路によるイルリアの長さは30日間であると言っているが、私には過大であると思われる。
καὶ ἄλλα δʼ οὐ πιστὰ λέγει, τό τε συντετρῆσθαι τὰ πελάγη ἀπὸ τοῦ εὑρίσκεσθαι κέραμόν τε Χῖον καὶ Θάσιον ἐν τῷ Νάρωνι, καὶ τὸ ἄμφω κατοπτεύεσθαι τὰ πελάγη ἀπό τινος ὄρους, καὶ τῶν νήσων τῶν Λιβυρνίδων τινὰ τιθείς, ὥστε κύκλον ἔχειν σταδίων καὶ πεντακοσίων, καὶ τὸ τὸν Ἴστρον ἑνὶ τῶν στομάτων εἰς τὸν Ἀδρίαν ἐμβάλλειν.
また、彼は他にも信じがたいことを述べている。 キオス島やタソス島の陶器がナロン川で見つかることから、二つの海が互いにつながっていると主張すること、また、ある山から両方の海が見渡せるとすること、さらに、リブルニア諸島のある島について、周囲が500スタディオンもあるとすること、そして、イストロス川がその河口の一つからアドリア海に流れ込んでいるとすることである。
τοιαῦτα δὲ καὶ τοῦ Ἐρατοσθένους ἔνια παρακούσματά ἐστι λαοδογματικά, καθάπερ Πολύβιός φησι καὶ περὶ αὐτοῦ καὶ τῶν ἄλλων λέγων συγγραφέων.
これらと同様に、エラトステネスにも大衆の俗説を誤って聞き取ったようないくつかの誤りがあり、それはポリュビオスが彼や他の歴史家たちについて述べている通りである。