Humanitext Reader

斯特拉波 · 地理学 §7.5.7-7.5.9

达尔达尼亚人习俗与伊利里亚南部沿海地势

第 217 段,共 577 段 · 希腊语

内容简介

斯特拉博描述了从里佐尼克斯湾到凯劳尼亚山脉沿岸地区的城市、河流以及内陆野蛮的达尔达尼亚人,理清了伊奥尼亚海与亚得里亚海的界定,并批判了狄奥彭波斯和埃拉托斯特尼所记载的地理谬误。

§7.5.7μετὰ δʼ οὖν τὴν τῶν Ἀρδιαίων καὶ Πληραίων παραλίαν ὁ Ῥιζονικὸς κόλπος ἐστὶ καὶ Ῥίζων πόλις καὶ ἄλλα πολίχνια, καὶ Δρίλων ποταμὸς ἀνάπλουν ἔχων πρὸς ἕω μέχρι τῆς Δαρδανικῆς, ἣ συνάπτει τοῖς Μακεδονικοῖς ἔθνεσι καὶ τοῖς Παιονικοῖς πρὸς μεσημβρίαν, καθάπερ καὶ οἱ Αὐταριᾶται καὶ Δασαρήτιοι, ἄλλοι κατʼ ἄλλα μέρη συνεχεῖς ἀλλήλοις ὄντες καὶ τοῖς Αὐταριάταις.
在阿尔迪亚伊人和普莱赖奥伊人的海岸之后,是里佐尼克斯湾、里宗市和其他小城镇,以及向东可通航至达尔达尼亚地区的德里隆河;该地区在南部与马其顿和派奥尼亚部族接壤,阿乌塔里亚特人和达萨雷蒂奥伊人也是如此,他们在不同地区彼此相邻并与阿乌塔里亚特人相邻。
τῶν δὲ Δαρδανιατῶν εἰσι καὶ οἱ Γαλάβριοι, παρʼ οἷς πόλις ἀρχαία, καὶ οἱ Θουνάται, Μαίδοις ἔθνει Θρᾳκίῳ πρὸς ἕω συνάπτουσιν.
在达尔达尼亚人中也有加拉布里奥伊人(在他们那里有一座古老的城市)和图纳泰人,后者在东部与色雷斯部族麦多伊人接壤。
ἄγριοι δʼ ὄντες οἱ Δαρδάνιοι τελέως, ὥσθʼ ὑπὸ ταῖς κοπρίαις ὀρύξαντες σπήλαια ἐνταῦθα διαίτας ποιεῖσθαι, μουσικῆς δʼ ὅμως ἐπεμελήθησαν ἀεὶ χρώμενοι καὶ αὐλοῖς καὶ τοῖς ἐντατοῖς ὀργάνοις.
尽管达尔达尼亚人完全野蛮,以至于在粪堆下挖洞居住,但他们始终重视音乐,经常使用长笛和弦乐器。
οὗτοι μὲν οὖν ἐν τῇ μεσογαίᾳ· μνησθησόμεθα δʼ αὐτῶν καὶ ὕστερον.
这些人居住在内陆;我们以后还会提到他们。
§7.5.8μετὰ δὲ τὸν Ῥιζονικὸν κόλπον Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρονήσῳ λεγομένη ἐφʼ ἧς ἵδρυται.
在里佐尼克斯湾之后,是里索斯市、阿克罗里索斯,以及埃皮达姆诺斯(科尔库拉人的殖民地),后者现在被称为迪拉基翁,与其所坐落的半岛同名。
εἶθʼ ὁ Ἄψος ποταμὸς καὶ ὁ Ἄωος, ἐφʼ ᾧ Ἀπολλωνία πόλις εὐνομωτάτη, κτίσμα Κορινθίων καὶ Κερκυραίων, τοῦ ποταμοῦ μὲν ἀπέχουσα σταδίους δέκα τῆς θαλάττης δὲ ἑξήκοντα.
然后是阿普索斯河和阿奥奥斯河,阿奥奥斯河畔是阿波罗尼亚市,这是一个治理极好的城市,是科林斯人和科尔库拉人的殖民地,距离河流十斯塔迪翁,距离海洋六十斯塔迪翁。
τὸν δʼ Ἄωον Αἴαντα καλεῖ Ἑκαταῖος καί φησιν ἀπὸ τοῦ αὐτοῦ τόπου τοῦ περὶ Λάκμον, μᾶλλον δὲ τοῦ αὐτοῦ μυχοῦ, τόν τε Ἴναχον ῥεῖν εἰς Ἄργος πρὸς νότον καὶ τὸν Αἴαντα πρὸς ἑσπέραν καὶ πρὸς τὸν Ἀδρίαν.
赫卡泰乌斯将阿奥奥斯河称为埃阿斯河,并说从拉克莫斯周围的同一地点,或者更确切地说是从同一最深处,伊纳科斯河向南流入阿戈斯,而埃阿斯河则向西并且流向亚得里亚海。
ἐν δὲ τῇ χώρᾳ τῶν Ἀπολλωνιατῶν καλεῖταί τι νυμφαῖον· πέτρα δʼ ἐστὶ πῦρ ἀναδιδοῦσα, ὑπʼ αὐτῇ δὲ κρῆναι ῥέουσι χλιαροῦ καὶ ἀσφάλτου, καιομένης, ὡς εἰκός, τῆς βώλου τῆς ἀσφαλτίτιδος·
在阿波罗尼亚人的土地上,有一个被称为宁芙神殿的地方;这是一块喷火的岩石,在其下方流出温水和沥青的泉水,这大概是因为沥青质的土块在燃烧。
μέταλλον δʼ αὐτῆς ἔστι πλησίον ἐπὶ λόφου· τὸ δὲ τμηθὲν ἐκπληροῦται πάλιν τῷ χρόνῳ, τῆς ἐγχωννυμένης εἰς τὰ ὀρύγματα γῆς μεταβαλλούσης εἰς ἄσφαλτον, ὥς φησι Ποσειδώνιος.
在其附近的一座山丘上有它的矿场;被开挖出来的部分随着时间的推移会再次填满,因为填入挖掘坑中的泥土会转化为沥青,正如波塞伊多尼奥斯所说。
λέγει δʼ ἐκεῖνος καὶ τὴν ἀμπελῖτιν γῆν ἀσφαλτώδη τὴν ἐν Σελευκείᾳ τῇ Πιερίᾳ μεταλλευομένην ἄκος τῆς φθειριώσης ἀμπέλου· χρισθεῖσαν γὰρ μετʼ ἐλαίου φθείρειν τὸ θηρίον πρὶν ἐπὶ τοὺς βλαστοὺς τῆς ῥίζης ἀναβῆναι· τοιαύτην δʼ εὑρεθῆναι καὶ ἐν Ῥόδῳ πρυτανεύοντος αὐτοῦ, πλείονος δʼ ἐλαίου δεῖσθαι.
他还说,在皮埃里亚的塞琉西亚开采的沥青质“葡萄土”是治疗侵害葡萄树的蚜虫的良药;因为将其与油混合涂抹后,能在该害虫从根部爬上嫩芽之前将其杀死;他还说,当他在罗得岛担任行政长官时,在罗得岛也发现了类似的土,但需要更多的油。
μετὰ δʼ Ἀπολλωνίαν Βυλλιακὴ καὶ Ὠρικὸν καὶ τὸ ἐπίνειον αὐτοῦ ὁ Πάνορμος καὶ τὰ Κεραύνια ὄρη, ἡ ἀρχὴ τοῦ στόματος τοῦ Ἰονίου κόλπου καὶ τοῦ Ἀδρίου.
在阿波罗尼亚之后是比里亚凯地区、奥里孔及其港口帕诺尔莫斯,以及凯劳尼亚山脉,这是伊奥尼亚湾和亚得里亚海海口的起点。
§7.5.9τὸ μὲν οὖν στόμα κοινὸν ἀμφοῖν ἐστι, διαφέρει δὲ ὁ Ἰόνιος διότι τοῦ πρώτου μέρους τῆς θαλάττης ταύτης ὄνομα τοῦτʼ ἐστίν, ὁ δʼ Ἀδρίας τῆς ἐντὸς μέχρι τοῦ μυχοῦ, νυνὶ δὲ καὶ τῆς συμπάσης.
因此,该海口是两者共有的,但伊奥尼亚海的不同之处在于,这是该海第一部分的名字,而亚得里亚海则是直达最深处的内侧部分的名字,尽管现在它也是整个海的名字。
φησὶ δʼ ὁ Θεόπομπος τῶν ὀνομάτων τὸ μὲν ἥκειν ἀπὸ ἀνδρὸς ἡγησαμένου τῶν τόπων ἐξ Ἴσσης τὸ γένος, τὸν Ἀδρίαν δὲ ποταμοῦ ἐπώνυμον γεγονέναι.
狄奥彭波斯说,在这些名字中,一个来自统治这些地区、出身于伊萨的男子,而亚得里亚海则是得名于一条河流。
στάδιοι δʼ ἀπὸ τῶν Λιβυρνῶν ἐπὶ τὰ Κεραύνια μικρῷ πλείους ἢ δισχίλιοι.
从利布尔尼亚人到凯劳尼亚山脉的距离略多于二千斯塔迪翁。
Θεόπομπος δὲ τὸν πάντα ἀπὸ τοῦ μυχοῦ πλοῦν ἡμερῶν ἓξ εἴρηκε, πεζῇ δὲ τὸ μῆκος τῆς Ἰλλυρίδος καὶ τριάκοντα· πλεονάζειν δέ μοι δοκεῖ.
狄奥彭波斯说,从最深处开始的整个航程为六天,而陆路穿越伊利里亚的长度为三十天;但在我看来,他似乎说得过分了。
καὶ ἄλλα δʼ οὐ πιστὰ λέγει, τό τε συντετρῆσθαι τὰ πελάγη ἀπὸ τοῦ εὑρίσκεσθαι κέραμόν τε Χῖον καὶ Θάσιον ἐν τῷ Νάρωνι, καὶ τὸ ἄμφω κατοπτεύεσθαι τὰ πελάγη ἀπό τινος ὄρους, καὶ τῶν νήσων τῶν Λιβυρνίδων τινὰ τιθείς, ὥστε κύκλον ἔχειν σταδίων καὶ πεντακοσίων, καὶ τὸ τὸν Ἴστρον ἑνὶ τῶν στομάτων εἰς τὸν Ἀδρίαν ἐμβάλλειν.
他还说了其他不可信的事情:基于在纳龙河发现了基奥斯和萨索斯的陶器,就认为这两个海洋是相互连通的;以及从某座山上可以同时俯瞰这两个海洋;并且他将其中一个利布尔尼亚群岛设定为周长达五百斯塔迪翁;以及伊斯特罗斯川通过其河口之一流入亚得里亚海。
τοιαῦτα δὲ καὶ τοῦ Ἐρατοσθένους ἔνια παρακούσματά ἐστι λαοδογματικά, καθάπερ Πολύβιός φησι καὶ περὶ αὐτοῦ καὶ τῶν ἄλλων λέγων συγγραφέων.
埃拉托斯特尼的一些言论同样也是这种听信大众多言的误传,正如波里比乌斯在谈到他和其历史学家时所说的那样。

词汇与语法注释

  1. 7.5.7καθάπερ καὶ οἱ Αὐταριᾶται — 由 `καθάπερ`(正如)引导的从句主语 `οἱ Αὐταριᾶται καὶ Δασαρήτιοι` 受到现在分词 `ὄντες` 和形容词 `συνεχεῖς` 的修饰。然而,在分词短语内部,再次出现了 `καὶ τοῖς Αὐταριάταις`(以及与阿乌塔里亚特人相邻),导致阿乌塔里亚特人既是主语又是与之相邻的对象。这是一种句法重叠(一种无结构句/anacoluthon),源于作者以阿乌塔里亚特人为主要参照点来描述一连串相邻部族时的笔误。
  2. 7.5.8τοῦ ποταμοῦ μὲν ἀπέχουσα — 阴性单数主格分词 `ἀπέχουσα` 与前文的阴性名词 `Ἀπολλωνία` 一致。两个属格 `τοῦ ποταμοῦ` 和 `τῆς θαλάττης` 是由表示距离间隔的动词 `ἀπέχω` 所要求的“分离属格(genitive of separation)”。表示距离的宾格 `σταδίους δέκα` 和 `ἑξήκοντα` 则作为表示空间跨度的“范围宾格(accusative of extent of space)”发挥作用。
  3. 7.5.8χρισθεῖσαν γὰρ μετʼ ἐλαίου — 这是引用波塞伊多尼奥斯学说的间接引语(对格不定词结构)的一部分。不定式省略的主语(逻辑主语)是前文的阴性对格 `τὴν ἀμπελῖτιν γῆν`,与之呼应的是被动不定过去时分词阴性单数对格 `χρισθεῖσαν`(被与油涂抹)。不定式 `φθείρειν` 作为主动词 `λέγει` 的宾语。连词 `πρίν`(在……之前)引导表示时间先后的从句,后接不定式 `ἀναβῆναι`。
  4. 7.5.9τό τε συντετρῆσθαι — 在主动词 `λέγει`(他宣称)的支配下,一系列带有冠词 `τό` 的名词性不定式短语通过 `τε ... καί` 并列,用以详细阐述狄奥彭波斯所主张的“其他不可信之事(ἄλλα οὐ πιστά)”。并列结构骨架如下:(1) `τό τε συντετρῆσθαι τὰ πελάγη`(两海相通),(2) `καὶ τὸ ἄμφω κατοπτεύεσθαι`(两海皆可俯瞰),以及 (3) `καὶ τὸ τὸν Ἴστρον ... ἐμβάλλειν`(伊斯特罗斯川流入亚得里亚海),中间插入了分词短语 `τινὰ τιθείς`。

引用这一段

斯特拉波, 地理学 §7.5.7-7.5.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.5.7-7.5.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。