§7.5.3ἔθνη δʼ ἐστὶ τῶν Παννονίων Βρεῦκοι καὶ Ἀνδιζήτιοι καὶ Διτίωνες καὶ Πειροῦσται καὶ Μαζαῖοι καὶ Δαισιτιᾶται, ὧν Βάτων ἡγεμών, καὶ ἄλλα ἀσημότερα μικρά, ἃ διατείνει μέχρι Δαλματίας σχεδὸν δέ τι καὶ Ἀρδιαίων ἰόντι πρὸς νότον·
潘诺尼亚人的部族有布雷乌科人、安迪泽提奥伊人、迪蒂奥内斯人、佩鲁斯泰人、马扎伊奥伊人以及戴西提阿泰人(巴顿是其领袖),还有其他较无名的小部族,这些部族向南延伸至达尔马提亚,对于向南行进的人来说,几乎也延伸到阿尔迪亚伊人的土地。
ἅπασα δʼ ἡ ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδρίου παρήκουσα ὀρεινὴ μέχρι τοῦ Ῥιζονικοῦ κόλπου καὶ τῆς Ἀρδιαίων γῆς μεταξὺ πίπτουσα τῆς τε θαλάττης καὶ τῶν Παννονίων ἐθνῶν.
从亚得里亚海最深处一直延伸到里佐尼克斯湾和阿尔迪亚伊人土地的整个山地,都位于海洋与潘诺尼亚部族之间。
σχεδὸν δέ τι καὶ ἐντεῦθεν τὴν ἀρχὴν ποιητέον τῆς συνεχοῦς περιοδείας ἀναλαβοῦσι μικρὰ τῶν λεχθέντων πρότερον.
我们几乎应当从这里重新开始我们连续的巡行,并简要回顾以前所说的话。
ἔφαμεν δʼ ἐν τῇ περιοδείᾳ τῆς Ἰταλίας Ἴστρους εἶναι πρώτους τῆς Ἰλλυρικῆς παραλίας συνεχεῖς τῇ Ἰταλίᾳ καὶ τοῖς Κάρνοις, καὶ διότι μέχρι Πόλας, Ἰστρικῆς πόλεως, προήγαγον οἱ νῦν ἡγεμόνες τοὺς τῆς Ἰταλίας ὅρους.
在对意大利的巡行中,我们说过伊斯特罗伊人是伊利里亚海岸最先与意大利和卡尔尼人相邻的人,并且现在的统治者已将意大利的国境推至伊斯特里亚城市普拉。
οὗτοι μὲν οὖν περὶ ὀκτακοσίους σταδίους εἰσὶν ἀπὸ τοῦ μυχοῦ.
因此,这些地方距离最深处大约有八百斯塔迪翁。
τοσοῦτοι δʼ εἰσὶ καὶ ἀπὸ τῆς ἄκρας τῆς πρὸ τῶν Πολῶν ἐπὶ Ἀγκῶνα ἐν δεξιᾷ ἔχοντι τὴν Ἑνετικήν.
从普拉前方的岬角到安科纳也有相同的距离,对于右侧有维内提人土地的人来说。
ὁ δὲ πᾶς Ἰστρικὸς παράπλους χίλια τριακόσια.
伊斯特里亚的整个沿岸航程是一千三百斯塔迪翁。
§7.5.4ἑξῆς δʼ ἐστὶν ὁ Ἰαποδικὸς παράπλους χιλίων σταδίων· ἵδρυνται γὰρ οἱ Ἰάποδες ἐπὶ τῷ Ἀλβίῳ ὄρει τελευταίῳ τῶν Ἄλπεων ὄντι ὑψηλῷ σφόδρα, τῇ μὲν ἐπὶ τοὺς Παννονίους καὶ τὸν Ἴστρον καθήκοντες τῇ δʼ ἐπὶ τὸν Ἀδρίαν, ἀρειμάνιοι μὲν ἐκπεπονημένοι δὲ ὑπὸ τοῦ Σεβαστοῦ τελέως·
接下来是伊阿波德斯人的沿岸航程,为一千斯塔迪翁;因为伊阿波德斯人居住在阿尔比奥斯山上,这是阿尔卑斯山脉的尽头且非常高,一侧临着潘诺尼亚人和伊斯特罗斯川,另一侧临着亚得里亚海;他们好战,但已被奥古斯都彻底平定。
πόλεις δʼ αὐτῶν Μέτουλον Ἀρουπῖνοι Μονήτιον Ὀυένδων·
他们的城市有梅图隆、阿鲁皮尼、莫内提翁、温顿。
λυπρὰ δὲ τὰ χωρία, καὶ ζειᾷ καὶ κέγχρῳ τὰ πολλὰ τρεφομένων·
这些地方贫瘠,人们大多以二粒小麦和小米为食。
ὁ δʼ ὁπλισμὸς Κελτικός· κατάστικτοι δʼ ὁμοίως τοῖς ἄλλοις Ἰλλυριοῖς καὶ Θρᾳξί.
他们的武装是凯尔特式的,并且像其他伊利里亚人和色雷斯人一样有文身。
μετὰ δὲ τὸν τῶν Ἰαπόδων ὁ Λιβυρνικὸς παράπλους ἐστί, μείζων τοῦ προτέρου σταδίοις, ἐν δὲ τῷ παράπλῳ ποταμὸς φορτίοις ἀνάπλουν ἔχων μέχρι Δαλματέων, καὶ Σκάρδων Λιβυρνὴ πόλις.
在伊阿波德斯人之后是利布尔尼亚沿岸航程,比前一个长[若干]斯塔迪翁;在这段航程中有一条河流,货船可顺流而上到达达尔马提亚人的土地,还有利布尔尼亚城市斯卡尔东。
§7.5.5παρʼ ὅλην δʼ ἣν εἶπον παραλίαν νῆσοι μὲν αἱ Ἀψυρτίδες, περὶ ἃς ἡ Μήδεια λέγεται διαφθεῖραι τὸν ἀδελφὸν Ἄψυρτον διώκοντα αὐτήν.
沿着我所说的整个海岸有许多岛屿:首先是阿普舒尔蒂德斯群岛,据说美狄亚在其周围杀死了追击她的弟弟阿普舒尔托斯。
ἔπειτα ἡ Κυρικτικὴ κατὰ τοὺς Ἰάποδας· εἶθʼ αἱ Λιβυρνίδες περὶ τετταράκοντα τὸν ἀριθμόν·
接着是位于伊阿波德斯人冲合的库里克提凯岛,然后是数量约为四十的利布尔尼斯群岛。
εἶτʼ ἄλλαι νῆσοι, γνωριμώταται δʼ Ἴσσα, Τραγούριον, Ἰσσέων κτίσμα, Φάρος ἡ πρότερον Πάρος, Παρίων κτίσμα, ἐξ ἧς Δημήτριος ὁ Φάριος.
然后是其他岛屿,其中最著名的是伊萨、特拉古里翁(伊萨人的殖民地)以及法罗斯(先前称为帕罗斯,帕罗斯人的殖民地,法罗斯的德米特里即出自该地)。
εἶτα ἡ τῶν Δαλματέων παραλία καὶ τὸ ἐπίνειον αὐτῶν Σάλων.
接着是达尔马提亚人的海岸和他们的港口萨隆。
ἔστι δὲ τῶν πολὺν χρόνον πολεμησάντων πρὸς Ῥωμαίους τὸ ἔθνος τοῦτο· κατοικίας δʼ ἔσχεν ἀξιολόγους εἰς πεντήκοντα, ὧν τινὰς καὶ πόλεις, Σάλωνά τε καὶ Πρώμωνα καὶ Νινίαν καὶ Σινώτιον τό τε νέον καὶ τὸ παλαιόν, ἃς ἐνέπρησεν ὁ Σεβαστός.
这个部族是长期与罗马人作战的部族之一;他们拥有多达五十个值得注意的定居点,其中一些甚至是城市,如萨洛纳、普罗莫纳、尼尼亚,以及新旧西诺提翁,这些城市都被奥古斯都烧毁了。
ἔστι δὲ καὶ Ἀνδήτριον ἐρυμνὸν χωρίον, Δέλμιον δὲ μεγάλη πόλις, ἧς ἐπώνυμον τὸ ἔθνος· μικρὰν δʼ ἐποίησε Νασικᾶς καὶ τὸ πεδίον μηλόβοτον διὰ τὴν πλεονεξίαν τῶν ἀνθρώπων.
还有安德提翁这一险要之地,以及德尔米翁这一大城市,该部族因之得名;由于这些人的贪婪,纳西卡将这座城市变小,并将其平原变成了羊群的放牧地。
ἴδιον δὲ τῶν Δαλματέων τὸ διὰ ὀκταετηρίδος χώρας ἀναδασμὸν ποιεῖσθαι· τὸ δὲ μὴ χρῆσθαι νομίσμασι πρὸς μὲν τοὺς ἐν τῇ παραλίᾳ ταύτῃ ἴδιον, πρὸς ἄλλους δὲ τῶν βαρβάρων πολλοὺς κοινόν.
达尔马提亚人的独特之处在于每八年重新分配一次土地;而不用货币对于这一海岸的居民来说是独特的,但对于许多其他野蛮人来说是共同的。
Ἄδριον δὲ ὄρος ἐστὶ μέσην τέμνον τὴν Δαλματικήν, τὴν μὲν ἐπιθαλάττιον τὴν δʼ ἐπὶ θάτερα.
阿德里翁山是将达尔马提亚从中间切开的山,分为沿海部分和另一侧部分。
εἶθʼ ὁ Νάρων ποταμὸς καὶ οἱ περὶ αὐτὸν Δαόριζοι καὶ Ἀρδιαῖοι καὶ Πληραῖοι, ὧν τοῖς μὲν πλησιάζει νῆσος ἡ μέλαινα Κόρκυρα καλουμένη καὶ πόλις, Κνιδίων κτίσμα, τοῖς δὲ Ἀρδιαίοις ἡ Φάρος, Πάρος λεγομένη πρότερον· Παρίων γάρ ἐστι κτίσμα.
然后是纳龙河,以及其周围的达奥里佐伊人、阿尔迪亚伊人和普莱赖奥伊人,对于其中一些人来说,被称为“黑科尔库拉”的岛屿及城市(克尼多斯人的殖民地)就在附近,而对于阿尔迪亚伊人来说,法罗斯岛就在附近(先前称为帕罗斯,因为它是帕罗斯人的殖民地)。
§7.5.6Ὀυαρδαίους δʼ οἱ ὕστερον ἐκάλεσαν τοὺς Ἀρδιαίους· ἀπέωσαν δʼ αὐτοὺς εἰς τὴν μεσόγαιαν ἀπὸ τῆς θαλάττης Ῥωμαῖοι, λυμαινομένους αὐτὴν διὰ τῶν λῃστηρίων, καὶ ἠνάγκασαν γεωργεῖν.
后人称阿尔迪亚伊人为瓦尔代伊人;但罗马人因为他们通过海盗行为骚扰海洋而将他们从海上赶入内陆,并强迫他们从事农耕。
τραχεῖα δὲ χώρα καὶ λυπρὰ καὶ οὐ γεωργῶν ἀνθρώπων, ὥστʼ ἐξέφθαρται τελέως, μικροῦ δὲ καὶ ἐκλέλοιπε.
然而,土地崎岖而贫瘠,不适合从事农耕的人,以至于他们完全衰落,几乎灭绝。
τοῦτο δὲ καὶ τοῖς ἄλλοις ἔθνεσι τοῖς ταύτῃ συνέβη· οἱ γὰρ πλεῖστον δυνάμενοι πρότερον τελέως ἐταπεινώθησαν καὶ ἐξέλιπον, Γαλατῶν μὲν Βοῖοι καὶ Σκορδίσται, Ἰλλυριῶν δὲ Αὐταριᾶται καὶ Ἀρδιαῖοι καὶ Δαρδάνιοι, Θρᾳκῶν δὲ Τριβαλλοί, ὑπʼ ἀλλήλων μὲν ἐξ ἀρχῆς, ὕστερον δʼ ὑπὸ Μακεδόνων καὶ Ῥωμαίων ἐκπολεμούμενοι.
这同样也发生在这一地区的其他部族身上;因为先前最强盛的部族被完全削弱并消灭了:在加拉太人中是波伊人和斯科迪斯泰人,在伊利里亚人中是奥塔里亚特人、阿尔迪亚伊人和达尔达尼亚人,在色雷斯人中是特里巴利人;他们起初互相征战,后来被马其顿人和罗马人通过战争消灭。