Humanitext Reader

ストラボン · 地理誌 §7.3.8-7.3.9

古代スキタイ人の素朴さと正義をめぐる歴史的証言

208 / 577 箇所 · ギリシア語

要旨

ストラボンは、古代のスキタイ人などの遊牧民がホメロスの描写通り単純素朴で正義を重んじる性質を持っていたこと、そしてこの評判が歴史家エポロスなどの記述や、アレクサンドロスやドロミカイテスにまつわる歴史的逸話によって裏付けられていることを論じる。

§7.3.8οἱ μέντοι πρὸ ἡμῶν καὶ μάλιστα οἱ ἐγγὺς τοῖς Ὁμήρου χρόνοις τοιοῦτοί τινες ἦσαν καὶ ὑπελαμβάνοντο παρὰ τοῖς Ἕλλησιν ὁποίους Ὅμηρός φησιν.
しかしながら、私たちの前の人々、特にホメロスの時代に近い人々は、そのような者たちであり、またギリシア人たちの間でも、ホメロスが言うような人々であると考えられていた。
ὅρα δὲ ἃ λέγει Ἡρόδοτος περὶ τοῦ τῶν Σκυθῶν βασιλέως, ἐφʼ ὃν ἐστράτευσε Δαρεῖος, καὶ τὰ ἐπεσταλμένα παρʼ αὐτοῦ.
ヘロドトスが、ダレイオスが遠征したスキタイ人の王について述べていること、およびその王から送られた親書について述べていることを見よ。
ὅρα δὲ καὶ ἃ λέγει Χρύσιππος περὶ τῶν τοῦ Βοσπόρου βασιλέων τῶν περὶ Λεύκωνα.
また、クリュシッポスがレウコンの一族などのボスポロスの王たちについて述べていることを見よ。
πλήρεις δὲ καὶ αἱ Περσικαὶ ἐπιστολαὶ τῆς ἁπλότητος ἧς λέγω, καὶ τὰ ὑπὸ τῶν Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Ἰνδῶν ἀπομνημονευόμενα.
ペルシアの書簡もまた、私が言う単純素朴さに満ちており、エジプト人、バビロニア人、インド人によって記録されている事柄も同様である。
διὰ τοῦτο δὲ καὶ ὁ Ἀνάχαρσις καὶ Ἄβαρις καί τινες ἄλλοι τοιοῦτοι παρὰ τοῖς Ἕλλησιν εὐδοκίμουν, ὅτι ἐθνικόν τινα χαρακτῆρα ἐπέφαινον εὐκολίας καὶ λιτότητος καὶ δικαιοσύνης.
そしてこのために、アナカルシスやアバリス、およびその他のそのような人々がギリシア人の間で高く評価されたのである。 彼らが、従順さ、簡素さ、そして正義という、民族的な性格を示していたからである。
καὶ τί δεῖ τοὺς πάλαι λέγειν;
古の人々のことを言う必要がどこにあろうか。
Ἀλέξανδρος γὰρ ὁ Φιλίππου κατὰ τὴν ἐπὶ Θρᾷκας τοὺς ὑπὲρ τοῦ Αἵμου στρατείαν ἐμβαλὼν εἰς Τριβαλλούς, ὁρῶν μέχρι τοῦ Ἴστρου καθήκοντας καὶ τῆς ἐν αὐτῷ νήσου Πεύκης, τὰ πέραν δὲ Γέτας ἔχοντας, ἀφῖχθαι λέγεται μέχρι δεῦρο, καὶ εἰς μὲν τὴν νῆσον ἀποβῆναι μὴ δύνασθαι σπάνει πλοίων (ἐκεῖσε γὰρ καταφυγόντα τὸν τῶν Τριβαλλῶν βασιλέα Σύρμον ἀντισχεῖν πρὸς τὴν ἐπιχείρησιν), εἰς δὲ τοὺς Γέτας διαβάντα ἑλεῖν αὐτῶν πόλιν καὶ ἀναστρέψαι διὰ ταχέων εἰς τὴν οἰκείαν, λαβόντα δῶρα τῶν ἐθνῶν καὶ παρὰ τοῦ Σύρμου.
フィリッポスの子アレクサンドロスは、ハイモス山の彼方のトラキア人たちに対する遠征においてトリバッロイ人の地に侵入し、彼らがイストロス川とその川の中にあるペウケ島にまで達しており、さらにその向こう側をゲタイ人が占めているのを見て、ここまで到達したと言われている。 そして、船の不足のためにその島に上陸することはできなかったが(そこに逃げ込んだトリバッロイ人の王シュルモスがアレクサンドロスの企てに対抗したためである)、ゲタイ人の地へと渡って彼らの都市を攻略し、諸部族から、またシュルモスからも贈り物を受け取って、速やかに自国へと引き返したとされる。
φησὶ δὲ Πτολεμαῖος ὁ Λάγου κατὰ ταύτην τὴν στρατείαν συμμῖξαι τῷ Ἀλεξάνδρῳ Κελτοὺς τοὺς περὶ τὸν Ἀδρίαν φιλίας καὶ ξενίας χάριν, δεξάμενον δὲ αὐτοὺς φιλοφρόνως τὸν βασιλέα ἐρέσθαι παρὰ πότον, τί μάλιστα εἴη ὃ φοβοῖντο, νομίζοντα αὐτὸν ἐρεῖν·
ラゴスの子プトレマイオスによれば、この遠征の際、アドリア海周辺のケルト人たちが、友好と歓待を求めてアレクサンドロスに合流したという。 王は彼らを親切に迎え、宴席で、彼らが最も恐れているものは何かと尋ねた。 自分と答えるだろうと思ったのである。
αὐτοὺς δʼ ἀποκρίνασθαι ὅτι οὐδὲν πλὴν εἰ ἄρα μὴ ὁ οὐρανὸς αὐτοῖς ἐπιπέσοι, φιλίαν γε μὴν ἀνδρὸς τοιούτου περὶ παντὸς τίθεσθαι.
しかし、彼らは、天空が自分たちの上に落ちてくること以外には何もないが、このような人物との友好を何よりも重んじている、と答えた。
ταῦτα δὲ ἁπλότητος τῆς τῶν βαρβάρων ἐστὶ σημεῖα, τοῦ τε μὴ συγχωρήσαντος μὲν τὴν ἀπόβασιν τὴν εἰς τὴν νῆσον, δῶρα δὲ πέμψαντος καὶ συνθεμένου φιλίαν, καὶ τῶν φοβεῖσθαι μὲν οὐδένα φαμένων, φιλίαν δὲ περὶ παντὸς τίθεσθαι μεγάλων ἀνδρῶν.
これらは、島への上陸は許さなかったものの、贈り物を送り友好を結んだ者と、誰も恐れていないと言いつつ、偉大な人物との友好を何よりも重んじるとした者たちの双方における、野蛮人たちの単純素朴さの証拠である。
ὅ τε Δρομιχαίτης κατὰ τοὺς διαδόχους ἦν Γετῶν βασιλεύς·
また、ドロミカイテスは、後継者たちの時代におけるゲタイ人の王であった。
ἐκεῖνος τοίνυν λαβὼν ζωγρίᾳ Λυσίμαχον ἐπιστρατεύσαντα αὐτῷ, δείξας τὴν πενίαν τήν τε ἑαυτοῦ καὶ τοῦ ἔθνους, ὁμοίως δὲ καὶ τὴν αὐτάρκειαν, ἐκέλευσε τοῖς τοιούτοις μὴ πολεμεῖν, ἀλλὰ φίλοις χρῆσθαι·
彼は、自分に対して遠征してきたリュシマコスを生け捕りにすると、自分と自らの民族の貧しさを示し、同時に自足の生活をも示して、このような人々とは戦わず、むしろ友人として交わるようにと諭した。
ταῦτα δʼ εἰπών, ξενίσας καὶ συνθέμενος φιλίαν ἀπέλυσεν αὐτόν.
そう語った後、彼はリュシマコスをもてなし、友好を結んで解放した。
§7.3.9ἔφορος δʼ ἐν τῇ τετάρτῃ μὲν τῆς ἱστορίας Εὐρώπῃ δʼ ἐπιγραφομένῃ βίβλῳ, περιοδεύσας τὴν Εὐρώπην μέχρι Σκυθῶν ἐπὶ τέλει φησὶν εἶναι τῶν τε ἄλλων Σκυθῶν καὶ τῶν Σαυροματῶν τοὺς βίους ἀνομοίους·
エポロスは、歴史の第4巻(「エウロペ」と題されている)において、ヨーロッパをスキタイ人に至るまで巡った後、その最後で、他のスキタイ人やサウロマタイ人の生き方は一様ではないと述べている。
τοὺς μὲν γὰρ εἶναι χαλεποὺς ὥστε καὶ ἀνθρωποφαγεῖν, τοὺς δὲ καὶ τῶν ἄλλων ζῴων ἀπέχεσθαι.
なぜなら、ある者たちは残虐で食人さえ行うのに対し、他の者たちは他の動物の肉を食うことさえ控えるからである。
οἱ μὲν οὖν ἄλλοι, φησί, τὰ περὶ τῆς ὠμότητος αὐτῶν λέγουσιν, εἰδότες τὸ δεινόν τε καὶ τὸ θαυμαστὸν ἐκπληκτικὸν ὄν·
他によれば、他の著述家たちは、恐ろしいことや驚くべきことが衝撃を与えるものであると知っているため、彼らの残虐さについて語るのである。
δεῖν δὲ τἀναντία καὶ λέγειν καὶ παραδείγματα ποιεῖσθαι·
しかし、その逆のことも語り、模範とすべきである。
καὶ αὐτὸς οὖν περὶ τῶν δικαιοτάτοις ἤθεσι χρωμένων ποιήσεσθαι τοὺς λόγους·
それゆえ、彼自身も最も正しい道徳を持つ人々について論じるつもりである、と言う。
εἶναι γάρ τινας τῶν νομάδων Σκυθῶν γάλακτι τρεφομένους ἵππων τῇ τε δικαιοσύνῃ πάντων διαφέρειν·
なぜなら、遊牧民のスキタイ人の中には、馬の乳で育ち、正義においてすべての人に勝る者たちが存在するからである。
μεμνῆσθαι δʼ αὐτῶν τοὺς ποιητάς, Ὅμηρον μὲν " γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων " φήσαντα τὴν γῆν καθορᾶν τὸν Δία, Ἡσίοδον δʼ ἐν τῇ καλουμένῃ γῆς περιόδῳ τὸν Φινέα ὑπὸ τῶν Ἁρπυιῶν ἄγεσθαι " γλακτοφάγων εἰς γαῖαν ἀπήναις οἰκίʼ ἐχόντων.
そして詩人たちも彼らに言及しており、ホメロスは "乳を食らうアビオイ人、最も正しき人々 "と言って、ゼウスがその地を見下ろしているとし、ヘシオドスは『大地の巡歴』と呼ばれる著作の中で、フィネウスがハルピュイアたちによって、 "車上に家を持つ、乳を食らう者たちの地へと "連れ去られるとしている。
" εἶτʼ αἰτιολογεῖ διότι ταῖς διαίταις εὐτελεῖς ὄντες καὶ οὐ χρηματισταὶ πρός τε ἀλλήλους εὐνομοῦνται, κοινὰ πάντα ἔχοντες τά τε ἄλλα καὶ τὰς γυναῖκας καὶ τέκνα καὶ τὴν ὅλην συγγένειαν, πρός τε τοὺς ἐκτὸς ἄμαχοί εἰσι καὶ ἀνίκητοι, οὐδὲν ἔχοντες ὑπὲρ οὗ δουλεύσουσι.
それから彼は、彼らが生活において質素で、金儲けをしないがゆえに、互いの間で良い秩序を保っており、他のすべての物だけでなく妻や子供、そして親族全体を共同で所有しており、外部の者に対しては、奴隷となるようなものを何も持たないために、闘志に溢れ無敵である、と理由を説明している。
καλεῖ δὲ καὶ Χοιρίλον εἰπόντα ἐν τῇ διαβάσει τῆς σχεδίας ἣν ἔζευξε Δαρεῖος " μηλονόμοι τε Σάκαι, γενεῇ Σκύθαι·
また、コイリロスが、ダレイオスが架けた浮橋の渡河について次のように述べているのを引用している。 "羊を飼うサカイ人、血統はスキタイ人。
αὐτὰρ ἔναιον Ἀσίδα πυροφόρον·
しかし彼らは、小麦の育つアジアに住んでいた。
νομάδων γε μὲν ἦσαν ἄποικοι, ἀνθρώπων νομίμων.
彼らは遊牧民の植民者であり、法を守る人々であった。
" καὶ τὸν Ἀνάχαρσιν δὲ σοφὸν καλῶν ὁ Ἔφορος τούτου τοῦ γένους φησὶν εἶναι·
"また、エポロスは、アナカルシスを賢者と呼び、この部族の出身であると述べている。
νομισθῆναι δὲ καὶ τῶν ἑπτὰ σοφῶν ἐπʼ εὐτελείᾳ σωφροσύνῃ καὶ συνέσει·
そして、その簡素さ、節制、そして知性のゆえに、七賢人の一人とみなされたとも言う。
εὑρήματά τε αὐτοῦ λέγει τά τε ζώπυρα καὶ τὴν ἀμφίβολον ἄγκυραν καὶ τὸν κεραμικὸν τροχόν.
さらに、彼の発明として、ふいご、両爪の錨、そして陶工のろくろを挙げている。
ταῦτα δὲ λέγω σαφῶς μὲν εἰδὼς ὅτι καὶ οὗτος αὐτὸς οὐ τἀληθέστατα λέγει περὶ πάντων, καὶ δὴ καὶ τὸ τοῦ Ἀναχάρσιδος·
私がこれらのことを述べるのは、この著者自身もすべてのことについて最も真実なことを語っているわけではないこと、特にアナカルシスに関する事柄がそうであることを十分に承知の上である。
πῶς γὰρ ὁ τροχὸς εὕρημα αὐτοῦ, ὃν οἶδεν Ὅμηρος πρεσβύτερος ὤν;
というのも、彼より年長であるホメロスがすでに知っていたものが、どうして彼の発明であり得ようか。
ἀλλʼ ἐκεῖνα διασημῆναι βουλόμενος ὅτι κοινῇ τινι φήμῃ καὶ ὑπὸ τῶν παλαιῶν καὶ ὑπὸ τῶν ὑστέρων πεπιστεῦσθαι συνέβαινε τὸ τῶν νομάδων, τοὺς μάλιστα ἀπῳκισμένους ἀπὸ τῶν ἄλλων ἀνθρώπων γαλακτοφάγους τε εἶναι καὶ ἀβίους καὶ δικαιοτάτους, ἀλλʼ οὐχ ὑπὸ Ὁμήρου πεπλάσθαι.
しかし、次のこと、すなわち、他の人々から最も遠く離れて暮らしている遊牧民が、乳を食らう者であり、アビオイ人であり、最も正しい人々であるということが、古の人々によっても後世の人々によっても共通の評判によって信じられてきたのであり、それはホメロスによって捏造されたのではない、ということを明確に示したいと望むからである。

語釈・文法注

  1. 7.3.8νομίζοντα αὐτὸν ἐρεῖν — 対格不定詞句において、分詞 `νομίζοντα`(主語は `τὸν βασιλέα`「王(アレクサンドロス)」)と不定詞 `ἐρεῖν`(「言うだろう」)が組み合わさっている。`ἐρεῖν` の意味上の主語である対格 `αὐτόν` は文脈上、質問されているケルト人ではなく、「王自身(アレクサンドロス)」を指す再帰的指示(あるいは代名詞の対格)として解釈される。
  2. 7.3.8τοῦ τε μὴ συγχωρήσαντος... καὶ τῶν φοβεῖσθαι μὲν οὐδένα φαμένων — 名詞 `σημεῖα`(兆候・証拠)を修飾する二つの並列された属格要素。前半は `τοῦ... συγχωρήσαντος`(単数、トリバッロイ人の王シュルモスを指す)、後半は `τῶν... φαμένων`(複数、ケルト人たちを指す)で、接続詞 `τε... καί` によって結ばれ、両者のエピソードがともに「単純素朴さ」の証拠であることを示している。
  3. 7.3.9δεῖν δὲ τἀναντία καὶ λέγειν καὶ παραδείγματα ποιεῖσθαι — エポロスの間接話法における非人称動詞 `δεῖ` の不定詞 `δεῖν`。「その逆[の美徳]についても語り、それらを模範(例)とすべきである」という意味。`λέγειν` と `ποιεῖσθαι` が `δεῖν` に依存する能動および中動の不定詞である。

この箇所を引用する

ストラボン, 地理誌 §7.3.8-7.3.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.3.8-7.3.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。