§7.3.7νυνὶ δὲ περὶ Θρᾳκῶν ἐλέγομεν
"
Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν,
γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων,
"
βουλόμενοι συγκρῖναι τά τε ὑφʼ ἡμῶν καὶ τὰ ὑπὸ Ποσειδωνίου λεχθέντα καὶ τὰ ὑπὸ τούτων·
ところで、私たちは今、トラキア人たちについて、 "手向かうミシュア人と、馬乳を搾る気高き人々、乳を食らうアビオイ人、最も正しき人々、 "と語っていた。 それは、私たち自身が述べたことと、ポセイドニオスによって述べられたこと、そしてこれらによって述べられたことを比較したいと望むからである。
πρότερον δʼ ὅτι τὴν ἐπιχείρησιν ὑπεναντίαν τοῖς προτεθεῖσι πεποίηνται.
しかしその前に、彼らがその論理の展開を、自ら提示した命題と逆のものにしてしまっていることを指摘せねばならない。
προὔθεντο μὲν γὰρ διδάξαι διότι τῶν πόρρω τῆς Ἑλλάδος πλείων ἦν ἄγνοια τοῖς πρεσβυτέροις ἢ τοῖς νεωτέροις, ἔδειξαν δὲ τἀναντία, καὶ οὐ τὰ πόρρω μόνον ἀλλὰ καὶ τὰ ἐν αὐτῇ τῇ Ἑλλάδι.
というのも、彼らはギリシアから遠く離れた地については、古の人々の無知が後世の者たちよりも大きかったことを示しようと企てたのだが、結果はその逆であることを、しかも遠方の地についてだけでなく、ギリシア自体の内部の事柄についても示してしまったからである。
ἀλλʼ, ὡς ἔφην, τὰ ἄλλα μὲν ὑπερκείσθω, τὰ δὲ νῦν σκοπῶμεν.
しかし、私が言ったように、他の事柄は差し置くことにして、今の問題を考察しよう。
Σκυθῶν μὲν γὰρ μεμνῆσθαι κατʼ ἄγνοιάν φασι, μηδὲ τῆς περὶ τοὺς ξένους ὠμότητος αὐτῶν, καταθυόντων καὶ σαρκοφαγούντων καὶ τοῖς κρανίοις ἐκπώμασι χρωμένων, διʼ οὓς Ἄξενος ὠνομάζετο ὁ πόντος, πλάττειν δʼ ἀγαυούς τινας ἱππημολγοὺς γαλακτοφάγους ἀβίους τε, δικαιοτάτους ἀνθρώπους, τοὺς οὐδαμοῦ γῆς ὄντας.
というのも、彼らは、[ホメロスが]無知のためにスキタイ人に言及しておらず、また彼らの異邦人に対する残虐さ、すなわち彼らを犠牲に捧げ、肉を食らい、頭蓋骨を杯に用いること、そして彼らのゆえにポントス海が「不親切な海」と呼ばれたことについても言及していないとし、その一方で、地上のどこにも存在しない、馬乳を搾る気高き人々、乳を食らう人々、アビオイ人、最も正しき人々などという存在を捏造している、と言うからである。
πῶς οὖν Ἄξενον ὠνόμαζον, εἰ μὴ ᾔδεισαν τὴν ἀγριότητα, μηδʼ αὐτοὺς τοὺς μάλιστα τοιούτους;
では、もし彼らがその野蛮さを知らず、また特にそのような野蛮さを持つ人々自身をも知らなかったのだとしたら、どうして彼らは「不親切な海」と呼んだのだろうか。
οὗτοι δʼ εἰσὶ δήπου οἱ Σκύθαι.
そして、これらの人々とは言うまでもなくスキタイ人のことである。
πότερον δʼ οὐδʼ ἱππημολγοὶ ἦσαν οἱ ἐπέκεινα τῶν Μυσῶν καὶ Θρᾳκῶν καὶ Γετῶν, οὐδὲ γαλακτοφάγοι καὶ ἄβιοι;
それとも、ミシュア人、トラキア人、ゲタイ人の彼方にいる人々は、馬乳を搾る者たちでもなく、乳を食らう者たちでも、アビオイ人でもなかったのだろうか。
ἀλλὰ καὶ νῦν εἰσιν ἁμάξοικοι καὶ νομάδες καλούμενοι, ζῶντες ἀπὸ θρεμμάτων καὶ γάλακτος καὶ τυροῦ καὶ μάλιστα ἱππείου, θησαυρισμὸν δʼ οὐκ εἰδότες οὐδὲ καπηλείαν πλὴν εἰ φόρτον ἀντὶ φόρτου.
いや、今でも彼らは「車上に住む者たち」や「遊牧民」と呼ばれて存在しており、家畜と乳とチーズ、特に馬のそれによって暮らしており、富の蓄積も、物々交換を除く小売り商業も知らないのである。
πῶς οὖν ἠγνόει τοὺς Σκύθας ὁ ποιητής, ἱππημολγοὺς καὶ γαλακτοφάγους τινὰς προσαγορεύων;
それなら、詩人が彼らを馬乳を搾る者たち、あるいは乳を食らう者たちと呼んでいるのに、どうして彼がスキタイ人を知らなかったなどということがあろうか。
ὅτι γὰρ οἱ τότε τούτους ἱππημολγοὺς ἐκάλουν, καὶ Ἡσίοδος μάρτυς ἐν τοῖς ὑπʼ Ἐρατοσθένους παρατεθεῖσιν ἔπεσιν
"
Αἰθίοπας τε Λίγυς τε ἰδὲ Σκύθας ἱππημολγούς.
なぜなら、当時の人々が彼らを「馬乳を搾る者たち」と呼んでいたことは、エラトステネスによって引用されたヘシオドスの詩行が証言しているからである。 "エチオピア人、リグリア人、そして馬乳を搾るスキタイ人。
"
τί δὲ θαυμαστόν, εἰ διὰ τὸ πλεονάζειν παρʼ ἡμῖν τὴν περὶ τὰ συμβόλαια ἀδικίαν δικαιοτάτους εἶπεν ἀνθρώπους τοὺς ἥκιστα ἐν τοῖς συμβολαίοις καὶ τῷ ἀργυρισμῷ ζῶντας, ἀλλὰ καὶ κοινὰ κεκτημένους πάντα πλὴν ξίφους καὶ ποτηρίου, ἐν δὲ τοῖς πρῶτον τὰς γυναῖκας πλατωνικῶς ἔχοντας κοινὰς καὶ τέκνα;
"また、私たちの間で契約に関する不正が蔓延しているがゆえに、契約や金儲けの内に最も生きることがなく、それどころか剣と杯を除くすべてのものを共同で所有し、さらに何よりも、プラトン風に妻たちや子供たちを共同のものとしている人々を、[詩人が]「最も正しき人々」と呼んだとしても、何の不思議があろうか。
καὶ Αἰσχύλος δʼ ἐμφαίνει συνηγορῶν τῷ ποιητῇ φήσας περὶ τῶν Σκυθῶν
"
ἀλλʼ ἱππάκης βρωτῆρες εὔνομοι Σκύθαι
"
αὕτη δʼ ἡ ὑπόληψις καὶ νῦν ἔτι συμμένει παρὰ τοῖς Ἕλλησιν·
アイスキュロスもまた、スキタイ人について次のように言って、詩人を支持していることを示している。 "しかし、馬のチーズを食らう、良き法を持つスキタイ人。 "そしてこの見方は、今なおギリシア人の間に残っている。
ἁπλουστάτους τε γὰρ αὐτοὺς νομίζομεν καὶ ἥκιστα κακεντρεχεῖς εὐτελεστέρους τε πολὺ ἡμῶν καὶ αὐταρκεστέρους·
なぜなら、私たちは彼らを極めて単純素朴で、最も悪意がなく、私たちよりもはるかに質素で自足しているとみなしているからである。
καίτοι ὅ γε καθʼ ἡμᾶς βίος εἰς πάντας σχεδόν τι διατέτακε τὴν πρὸς τὸ χεῖρον μεταβολήν, τρυφὴν καὶ ἡδονὰς καὶ κακοτεχνίας καὶ πλεονεξίας μυρίας πρὸς ταῦτʼ εἰσάγων.
もっとも、私たちの現在の生活様式は、奢侈、快楽、悪知恵、そしてこれらに伴う無数の貪欲を導入することによって、ほぼすべての人々に悪化への変化を行き渡らせてしまったのであるが。
πολὺ οὖν τῆς τοιαύτης κακίας καὶ εἰς τοὺς βαρβάρους ἐμπέπτωκε τούς τε ἄλλους καὶ τοὺς νομάδας·
それゆえ、そのような邪悪さは、他の野蛮人たちだけでなく、遊牧民たちの中にも大いに侵入している。
καὶ γὰρ θαλάττης ἁψάμενοι χείρους γεγόνασι λῃστεύοντες καὶ ξενοκτονοῦντες, καὶ ἐπιπλεκόμενοι πολλοῖς μεταλαμβάνουσι τῆς ἐκείνων πολυτελείας καὶ καπηλείας·
というのも、彼らは海に関わることで、海賊行為や異邦人殺害を行い、悪化してしまったからであり、また多くの人々と交わることで、彼らの贅沢や小売り商業を分かち合うようになったからである。
ἃ δοκεῖ μὲν εἰς ἡμερότητα συντείνειν, διαφθείρει δὲ τὰ ἤθη καὶ ποικιλίαν ἀντὶ τῆς ἁπλότητος τῆς ἄρτι λεχθείσης εἰσάγει.
これらのことは、文明化に寄与するように見えるものの、実際には道徳を退廃させ、さきほど述べた単純素朴さの代わりに奸智を導入するのである。