Humanitext Reader

斯特拉波 · 地理学 §7.3.8-7.3.9

关于古代斯基泰人纯朴与公正的历史见证

第 208 段,共 577 段 · 希腊语

内容简介

斯特拉波论证了古代游牧民(如塞人)确实如荷马所述,具有纯朴和公正的性格特征,并引用了涉及亚历山大和德罗米开特斯的历史轶事,以及历史学家埃福罗斯的记载来加以证明。

§7.3.8οἱ μέντοι πρὸ ἡμῶν καὶ μάλιστα οἱ ἐγγὺς τοῖς Ὁμήρου χρόνοις τοιοῦτοί τινες ἦσαν καὶ ὑπελαμβάνοντο παρὰ τοῖς Ἕλλησιν ὁποίους Ὅμηρός φησιν.
然而,在我们之前的人,特别是那些接近荷马时代的人,确实是这样的人,并且在希腊人中被认为正如荷马所说的那样。
ὅρα δὲ ἃ λέγει Ἡρόδοτος περὶ τοῦ τῶν Σκυθῶν βασιλέως, ἐφʼ ὃν ἐστράτευσε Δαρεῖος, καὶ τὰ ἐπεσταλμένα παρʼ αὐτοῦ.
且看希罗多德关于大流士曾对其用兵的塞人国王所说的话,以及那国王送来的信。
ὅρα δὲ καὶ ἃ λέγει Χρύσιππος περὶ τῶν τοῦ Βοσπόρου βασιλέων τῶν περὶ Λεύκωνα.
且看克律西波斯关于留孔一族的博斯普鲁斯国王们所说的话。
πλήρεις δὲ καὶ αἱ Περσικαὶ ἐπιστολαὶ τῆς ἁπλότητος ἧς λέγω, καὶ τὰ ὑπὸ τῶν Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Ἰνδῶν ἀπομνημονευόμενα.
波斯的书信也充满了。 我所说的这种纯朴,埃及人、巴比伦人和印度人所记载的事迹也是如此。
διὰ τοῦτο δὲ καὶ ὁ Ἀνάχαρσις καὶ Ἄβαρις καί τινες ἄλλοι τοιοῦτοι παρὰ τοῖς Ἕλλησιν εὐδοκίμουν, ὅτι ἐθνικόν τινα χαρακτῆρα ἐπέφαινον εὐκολίας καὶ λιτότητος καὶ δικαιοσύνης.
正因为如此,阿纳哈尔西斯、阿巴里斯和其他一些类似的人在希腊人中享有盛誉,因为他们展现出了一种温和、朴素和公正的民族性格特征。
καὶ τί δεῖ τοὺς πάλαι λέγειν;
又何必谈论古人呢?
Ἀλέξανδρος γὰρ ὁ Φιλίππου κατὰ τὴν ἐπὶ Θρᾷκας τοὺς ὑπὲρ τοῦ Αἵμου στρατείαν ἐμβαλὼν εἰς Τριβαλλούς, ὁρῶν μέχρι τοῦ Ἴστρου καθήκοντας καὶ τῆς ἐν αὐτῷ νήσου Πεύκης, τὰ πέραν δὲ Γέτας ἔχοντας, ἀφῖχθαι λέγεται μέχρι δεῦρο, καὶ εἰς μὲν τὴν νῆσον ἀποβῆναι μὴ δύνασθαι σπάνει πλοίων (ἐκεῖσε γὰρ καταφυγόντα τὸν τῶν Τριβαλλῶν βασιλέα Σύρμον ἀντισχεῖν πρὸς τὴν ἐπιχείρησιν), εἰς δὲ τοὺς Γέτας διαβάντα ἑλεῖν αὐτῶν πόλιν καὶ ἀναστρέψαι διὰ ταχέων εἰς τὴν οἰκείαν, λαβόντα δῶρα τῶν ἐθνῶν καὶ παρὰ τοῦ Σύρμου.
因为腓力之子亚历山大在远征海玛斯山以外的色雷斯人时,攻入特里巴利人的领地,看到他们一直延伸到伊斯特河以及河中的培乌刻岛,而河对岸则是格特人占领,据说他到达了这里;虽然由于缺乏船只,他未能登上该岛(因为特里巴利人的国王叙尔莫斯逃避至此并抵抗了他的进攻),但他渡河来到格特人那里,攻占了他们的一座城市,并在收到这些民族以及叙尔莫斯的礼物后,迅速返回本国。
φησὶ δὲ Πτολεμαῖος ὁ Λάγου κατὰ ταύτην τὴν στρατείαν συμμῖξαι τῷ Ἀλεξάνδρῳ Κελτοὺς τοὺς περὶ τὸν Ἀδρίαν φιλίας καὶ ξενίας χάριν, δεξάμενον δὲ αὐτοὺς φιλοφρόνως τὸν βασιλέα ἐρέσθαι παρὰ πότον, τί μάλιστα εἴη ὃ φοβοῖντο, νομίζοντα αὐτὸν ἐρεῖν· αὐτοὺς δʼ ἀποκρίνασθαι ὅτι οὐδὲν πλὴν εἰ ἄρα μὴ ὁ οὐρανὸς αὐτοῖς ἐπιπέσοι, φιλίαν γε μὴν ἀνδρὸς τοιούτου περὶ παντὸς τίθεσθαι.
拉古斯之子托勒密说,在这次远征中,亚得里亚海周围的凯尔特人为了寻求友谊和好客而与亚历山大相会,国王亲切地接待了他们,并在酒席上询问他们最害怕的是什么,以为他们会说是他自己;但他们回答说,除了天空可能会塌下来落到他们头上之外,他们什么都不怕,但他们把与这样一位人物的友谊置于一切之上。
ταῦτα δὲ ἁπλότητος τῆς τῶν βαρβάρων ἐστὶ σημεῖα, τοῦ τε μὴ συγχωρήσαντος μὲν τὴν ἀπόβασιν τὴν εἰς τὴν νῆσον, δῶρα δὲ πέμψαντος καὶ συνθεμένου φιλίαν, καὶ τῶν φοβεῖσθαι μὲν οὐδένα φαμένων, φιλίαν δὲ περὶ παντὸς τίθεσθαι μεγάλων ἀνδρῶν.
这些都是蛮族纯朴的标志:一方面是那不准他登陆岛屿、却送来礼物并结下友谊的人,另一方面是那些声称谁也不怕、却把与伟大人物的友谊置于一切之上的人。
ὅ τε Δρομιχαίτης κατὰ τοὺς διαδόχους ἦν Γετῶν βασιλεύς· ἐκεῖνος τοίνυν λαβὼν ζωγρίᾳ Λυσίμαχον ἐπιστρατεύσαντα αὐτῷ, δείξας τὴν πενίαν τήν τε ἑαυτοῦ καὶ τοῦ ἔθνους, ὁμοίως δὲ καὶ τὴν αὐτάρκειαν, ἐκέλευσε τοῖς τοιούτοις μὴ πολεμεῖν, ἀλλὰ φίλοις χρῆσθαι· ταῦτα δʼ εἰπών, ξενίσας καὶ συνθέμενος φιλίαν ἀπέλυσεν αὐτόν.
德罗米开特斯则是继业者时代格特人的国王;他生擒了向他用兵的利西马科斯,向他展示了自己和自己民族的贫困,以及他们的自给自足,并劝告他不要与这样的人作战,而要把他们当作朋友;说完这些话,他招待了他,结下友谊并释放了他。
§7.3.9ἔφορος δʼ ἐν τῇ τετάρτῃ μὲν τῆς ἱστορίας Εὐρώπῃ δʼ ἐπιγραφομένῃ βίβλῳ, περιοδεύσας τὴν Εὐρώπην μέχρι Σκυθῶν ἐπὶ τέλει φησὶν εἶναι τῶν τε ἄλλων Σκυθῶν καὶ τῶν Σαυροματῶν τοὺς βίους ἀνομοίους· τοὺς μὲν γὰρ εἶναι χαλεποὺς ὥστε καὶ ἀνθρωποφαγεῖν, τοὺς δὲ καὶ τῶν ἄλλων ζῴων ἀπέχεσθαι.
埃福罗斯在《历史》第四卷(题为《欧洲》)中,游历欧洲直至塞人之地,并在篇末提到,其他塞人与萨夫罗马泰人的生活方式并不相同:因为一些人极为残忍,甚至食人,而另一些人则甚至不吃其他动物。
οἱ μὲν οὖν ἄλλοι, φησί, τὰ περὶ τῆς ὠμότητος αὐτῶν λέγουσιν, εἰδότες τὸ δεινόν τε καὶ τὸ θαυμαστὸν ἐκπληκτικὸν ὄν· δεῖν δὲ τἀναντία καὶ λέγειν καὶ παραδείγματα ποιεῖσθαι· καὶ αὐτὸς οὖν περὶ τῶν δικαιοτάτοις ἤθεσι χρωμένων ποιήσεσθαι τοὺς λόγους· εἶναι γάρ τινας τῶν νομάδων Σκυθῶν γάλακτι τρεφομένους ἵππων τῇ τε δικαιοσύνῃ πάντων διαφέρειν·
他说,其他人谈论他们的残酷,是因为他们知道可怕和惊奇的事物是引人入胜的;但人们也应该谈论相反的事物并将其作为榜样;因此,他自己将就那些拥有最公正习俗的人进行论述;因为游牧塞人中,有一些人以马乳为生,在公正上胜过所有人。
μεμνῆσθαι δʼ αὐτῶν τοὺς ποιητάς, Ὅμηρον μὲν " γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων " φήσαντα τὴν γῆν καθορᾶν τὸν Δία, Ἡσίοδον δʼ ἐν τῇ καλουμένῃ γῆς περιόδῳ τὸν Φινέα ὑπὸ τῶν Ἁρπυιῶν ἄγεσθαι " γλακτοφάγων εἰς γαῖαν ἀπήναις οἰκίʼ ἐχόντων.
诗人们也提到了他们,荷马确实说过宙斯俯瞰着 “食乳者和阿比伊人,最公正的人们” 的土地,而赫西俄德在名为《大地环行》的著作中说,菲纽斯被哈耳庇厄们带走: “到在车上有家室的食乳者的土地。
" εἶτʼ αἰτιολογεῖ διότι ταῖς διαίταις εὐτελεῖς ὄντες καὶ οὐ χρηματισταὶ πρός τε ἀλλήλους εὐνομοῦνται, κοινὰ πάντα ἔχοντες τά τε ἄλλα καὶ τὰς γυναῖκας καὶ τέκνα καὶ τὴν ὅλην συγγένειαν, πρός τε τοὺς ἐκτὸς ἄμαχοί εἰσι καὶ ἀνίκητοι, οὐδὲν ἔχοντες ὑπὲρ οὗ δουλεύσουσι.
” 接着他说明了原因,因为他们在生活方式上朴素且不追求金钱,所以彼此相处法度良好,共同拥有一切,包括其他事物以及妻子、孩子和整个亲族,并且他们对外部人来说是不可战胜和无敌的,因为没有任何东西会让他们沦为奴隶。
καλεῖ δὲ καὶ Χοιρίλον εἰπόντα ἐν τῇ διαβάσει τῆς σχεδίας ἣν ἔζευξε Δαρεῖος " μηλονόμοι τε Σάκαι, γενεῇ Σκύθαι· αὐτὰρ ἔναιον Ἀσίδα πυροφόρον· νομάδων γε μὲν ἦσαν ἄποικοι, ἀνθρώπων νομίμων.
他还引用了科伊里洛斯,后者在大流士所搭设的浮桥渡河一诗中说: “以及牧羊的塞迦人,血统上是塞人;但他们居住在产麦的亚洲;他们确实是游牧民的移民,守法的人们。
" καὶ τὸν Ἀνάχαρσιν δὲ σοφὸν καλῶν ὁ Ἔφορος τούτου τοῦ γένους φησὶν εἶναι· νομισθῆναι δὲ καὶ τῶν ἑπτὰ σοφῶν ἐπʼ εὐτελείᾳ σωφροσύνῃ καὶ συνέσει· εὑρήματά τε αὐτοῦ λέγει τά τε ζώπυρα καὶ τὴν ἀμφίβολον ἄγκυραν καὶ τὸν κεραμικὸν τροχόν.
” 埃福罗斯称阿纳哈尔西斯为智者,并说他属于这个种族;他还说,由于其朴素、节制和聪明才智,他也被列为七贤人之一;并称他的发明包括风箱、双爪锚和陶轮。
ταῦτα δὲ λέγω σαφῶς μὲν εἰδὼς ὅτι καὶ οὗτος αὐτὸς οὐ τἀληθέστατα λέγει περὶ πάντων, καὶ δὴ καὶ τὸ τοῦ Ἀναχάρσιδος· πῶς γὰρ ὁ τροχὸς εὕρημα αὐτοῦ, ὃν οἶδεν Ὅμηρος πρεσβύτερος ὤν;
我说这些话,固然清楚地知道这位作者本人并非在所有事情上都说出了最真实的真理,特别是在阿纳哈尔西斯的事情上;因为比他年长的荷马既然已经知道陶轮,陶轮又怎会是他的发明呢?
ἀλλʼ ἐκεῖνα διασημῆναι βουλόμενος ὅτι κοινῇ τινι φήμῃ καὶ ὑπὸ τῶν παλαιῶν καὶ ὑπὸ τῶν ὑστέρων πεπιστεῦσθαι συνέβαινε τὸ τῶν νομάδων, τοὺς μάλιστα ἀπῳκισμένους ἀπὸ τῶν ἄλλων ἀνθρώπων γαλακτοφάγους τε εἶναι καὶ ἀβίους καὶ δικαιοτάτους, ἀλλʼ οὐχ ὑπὸ Ὁμήρου πεπλάσθαι.
但我主要是想阐明这一点,即无论古人还是后世的作家都普遍流传并相信一个关于游牧民的传说:那些最远离其他人类的人确实是食乳者、阿比伊人、且最公正的人,而这并不是荷马编造出来的。

词汇与语法注释

  1. 7.3.8νομίζοντα αὐτὸν ἐρεῖν — 在此对格与不定式结构中,分词 `νομίζοντα`(主语为 `τὸν βασιλέα`,即“国王亚历山大”)修饰并支配不定式 `ἐρεῖν`(“将会说”)。作为 `ἐρεῖν` 逻辑主语的对格代词 `αὐτόν` 在语境中指代亚历山大本人,而非被提问的凯尔特人。
  2. 7.3.8τοῦ τε μὴ συγχωρήσαντος... καὶ τῶν φοβεῖσθαι μὲν οὐδένα φαμένων — 这是两个并列的属格成分,修饰名词 `σημεῖα`(“标志、证据”)。前半部分是单数 `τοῦ... συγχωρήσαντος`(指特里巴利人的国王叙尔莫斯),后半部分是复数 `τῶν... φαμένων`(指凯尔特人),由连词 `τε... καί` 连接,共同表明这两个逸事都是蛮族“纯朴”的证据。
  3. 7.3.9δεῖν δὲ τἀναντία καὶ λέγειν καὶ παραδείγματα ποιεῖσθαι — 不定式 `δεῖν` 代表间接引语中埃福罗斯观点的非人称动词 `δεῖ`。不定式 `λέγειν` 和 `ποιεῖσθαι` 依赖于 `δεῖν`,意为“有必要谈论相反的情况并将其作为榜样”。

引用这一段

斯特拉波, 地理学 §7.3.8-7.3.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.3.8-7.3.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。