§7.3.6τοιαῦτα μὲν οὖν κακῶς ἄν τις διαποροίη περὶ τῶν κειμένων παρὰ τῷ ποιητῇ περί τε Μυσῶν καὶ ἀγαυῶν ἱππημολγῶν· ἃ δʼ Ἀπολλόδωρος ἐν τῷ δευτέρῳ περὶ νεῶν προοιμιαζόμενος εἴρηκεν ἥκιστα λέγοιτʼ ἄν.
したがって、このように、詩人のもとに記されている、ミシュア人や馬乳を搾る気高き人々に関する事柄について、不当に異議を唱える者がいるかもしれないが、アポロドロスが『船団について』の第二巻の導入部で述べたことは、最も言うべきではないことである。
ἐπαινεῖ γὰρ Ἐρατοσθένους ἀπόφασιν, ὅτι φησὶν ἐκεῖνος καὶ Ὅμηρον καὶ τοὺς ἄλλους τοὺς παλαιοὺς τὰ μὲν Ἑλληνικὰ εἰδέναι τῶν δὲ πόρρω πολλὴν ἔχειν ἀπειρίαν, ἀπείρους μὲν μακρῶν ὁδῶν ὄντας ἀπείρους δὲ τοῦ ναυτίλλεσθαι.
なぜなら、彼はエラトステネスの見解を称賛しているからである。 すなわち、エラトステネスは、ホメロスも他の古の人々もギリシアの事柄については知っていたが、遠方の地については多大な無知を抱いており、陸路の長旅を経験しておらず、航海にも不慣れであったと主張しているのである。
συνηγορῶν δὲ τούτοις Ὅμηρόν φησι τὴν μὲν Αὐλίδα καλεῖν πετρήεσσαν, ὥσπερ καὶ ἔστι, πολύκνημον δὲ τὸν Ἐτεωνόν, πολυτρήρωνα δὲ τὴν Θίσβην, ποιήεντα δὲ τὸν Ἁλίαρτον· τὰ δʼ ἄπωθεν οὔτʼ αὐτὸν εἰδέναι οὔτε τοὺς ἄλλους.
そして、これらの意見を支持して、彼はホメロスがアウリスを、実際そうであるように「岩多き」と呼び、エテオノスを「多くの尾根を持つ」と呼び、ティスベを「多くの鳩の棲む」と呼び、ハリアルトスを「草深き」と呼んでいる一方で、遠方の地については彼自身も他者も知らなかったと述べている。
ποταμῶν γοῦν περὶ τετταράκοντα ῥεόντων εἰς τὸν Πόντον μηδὲ τῶν ἐνδοξοτάτων μηδενὸς μεμνῆσθαι, οἷον Ἴστρου Τανάιδος Βορυσθένους Ὑπάνιος Φάσιδος Θερμώδοντος Ἅλυος·
少なくとも、ポントス海に流れ込む約四十の河川のうち、イストロス、タナイス、ボリュステネス、ヒュパニス、ファシス、テルモドン、ハリュスといった、最も高名な川のどれ一つとして言及されていない。
ἔτι δὲ Σκυθῶν μὲν μὴ μεμνῆσθαι, πλάττειν δὲ ἀγαυούς τινας ἱππημολγοὺς καὶ γαλακτοφάγους ἀβίους τε, Παφλαγόνας τε τοὺς ἐν τῇ μεσογαίᾳ ἱστορηκέναι παρὰ τῶν πεζῇ τοῖς τόποις πλησιασάντων, τὴν παραλίαν δὲ ἀγνοεῖν·
さらに、スキタイ人には言及せず、馬乳を搾る気高き人々や乳を食らう人々、アビオイ人といった架空の存在を捏造していること、また内陸のパフラゴニア人については陸路でその地域に近づいた人々から聞き知っていたものの、海岸線については知らなかったと述べているが、それは当然のことであった。
καὶ εἰκότως γε. ἄπλουν γὰρ εἶναι τότε τὴν θάλατταν ταύτην καὶ καλεῖσθαι Ἄξενον διὰ τὸ δυσχείμερον καὶ τὴν ἀγριότητα τῶν περιοικούντων ἐθνῶν καὶ μάλιστα τῶν Σκυθικῶν, ξενοθυτούντων καὶ σαρκοφαγούντων καὶ τοῖς κρανίοις ἐκπώμασι χρωμένων·
なぜなら、当時この海は航行不能であり、嵐の多さと周辺に住む部族、とりわけ異邦人を犠牲に捧げ、その肉を食らい、その頭蓋骨を杯として用いたスキタイ人の野蛮さのゆえに、「不親切な海」と呼ばれていたからである。
ὕστερον δʼ Εὔξεινον κεκλῆσθαι τῶν Ἰώνων ἐν τῇ παραλίᾳ πόλεις κτισάντων·
しかし後に、イオニア人が沿岸部に都市を築いたことで「歓待する海」と呼ばれるようになった。
ὁμοίως δʼ ἀγνοεῖν καὶ τὰ περὶ Αἴγυπτον καὶ Λιβύην, οἷον τὰς ἀναβάσεις τοῦ Νείλου καὶ προσχώσεις τοῦ πελάγους, ὧν οὐδαμοῦ μεμνῆσθαι, οὐδὲ τοῦ ἰσθμοῦ τοῦ μεταξὺ τῆς Ἐρυθρᾶς καὶ τῆς Αἰγυπτίας θαλάττης, οὐδὲ τῶν κατὰ τὴν Ἀραβίαν καὶ Αἰθιοπίαν καὶ τὸν ὠκεανόν, εἰ μὴ Ζήνωνι τῷ φιλοσόφῳ προσεκτέον γράφοντι
"
Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε.
同様に、エジプトやリビアに関する事柄、例えばナイル川の氾濫や海への土砂堆積についても無知であり、これらについてどこでも言及しておらず、紅海とエジプト海の間の地峡についても、アラビアやエチオピアやオーケアノスに関する事柄についても言及していない。 ただし、哲学者ゼノンが「エチオピア人、シドン人、そしてアラビア人のもとへ私は至った」と書いているのを真に受けるのでなければ。
"
οὐ θαυμαστὸν δʼ εἶναι περὶ Ὁμήρου·
そして、ホメロスに関して言えば、それは驚くべきことではない。
καὶ γὰρ τοὺς ἔτι νεωτέρους ἐκείνου πολλὰ ἀγνοεῖν καὶ τερατολογεῖν, Ἡσίοδον μὲν Ἡμίκυνας λέγοντα καὶ Μεγαλοκεφάλους καὶ Πυγμαίους, Ἀλκμᾶνα δὲ Στεγανόποδας, Αἰσχύλον δὲ κυνοκεφάλους καὶ στερνοφθάλμους καὶ μονομμάτους καὶ ἄλλα μυρία.
なぜなら、彼より後世の者たちでさえ多くを知らず、不思議な物語を語っているからである。 ヘシオドスは「半犬人」や「大頭人」、「ピュグマイオス」について語り、アルクマーンは「水かき足人」について語り、アイスキュロスは「犬頭人」や「胸眼人」、「一眼人」、その他無数の存在について語っている。
ἀπὸ δὲ τούτων ἐπὶ τοὺς συγγραφέας βαδίζει Ῥιπαῖα ὄρη λέγοντας καὶ τὸ Ὠγύιον ὄρος καὶ τὴν τῶν Γοργόνων καὶ Ἑσπερίδων κατοικίαν, καὶ τὴν παρὰ Θεοπόμπῳ Μεροπίδα γῆν, παρʼ Ἑκαταίῳ δὲ Κιμμερίδα πόλιν, παρʼ Εὐημέρῳ δὲ τὴν Παγχαΐαν γῆν, παρʼ Ἀριστοτέλει δὲ ποταμίους λίθους ἐξ ἄμμου ἐκ δὲ τῶν ὄμβρων τήκεσθαι, ἐν δὲ τῇ Λιβύῃ Διονύσου πόλιν εἶναι, ταύτην δʼ οὐκ ἐνδέχεσθαι δὶς τὸν αὐτὸν ἐξευρεῖν.
これらの人々から、彼は散文作家たちへと議論を進め、彼らがリパイア山脈やオギュギオン山、ゴルゴンたちやヘスペリデスたちの住処について語っていること、テオポンポスにおけるメロピス地方、ヘカタオスにおけるキメリス市、エウヘメロスにおけるパンカイア地方について、またアリストテレスにおける、砂からできて雨によって溶ける川の石について、さらにリビアにはディオニュソスの都市があり、同じ人がそれを二度見つけることは不可能であると述べていることを非難する。
ἐπιτιμᾷ δὲ καὶ τοῖς περὶ Σικελίαν τὴν πλάνην λέγουσι καθʼ Ὅμηρον τὴν Ὀδυσσέως·
彼はまた、オデュッセウスの彷徨がホメロスに従えばシケリア周辺であったと主張する人々をも非難している。
εἰ γὰρ αὖ χρῆναι τὴν μὲν πλάνην ἐκεῖ γεγονέναι φάσκειν, τὸν δὲ ποιητὴν ἐξωκεανικέναι μυθολογίας χάριν.
なぜなら、その彷徨がそこで起きたと主張する一方で、詩人が神話化のためにそれをオーケアノスの外へ移したのだとする必要があるからである。
καὶ τοῖς μὲν ἄλλοις συγγνώμην εἶναι, Καλλιμάχῳ δὲ μὴ πάνυ μεταποιουμένῳ γε γραμματικῆς, ὃς τὴν μὲν Γαῦδον Καλυψοῦς νῆσόν φησι, τὴν δὲ Κόρκυραν Σχερίαν.
そして、他の人々には容赦の余地があるが、学問を大いに自負しているカリマコスには全く容赦がない。 彼はガウドスをカリュプソーの島とし、コルキュラをスケリアであると主張しているからである。
ἄλλους δʼ αἰτιᾶται ψεύσασθαι περὶ Γερήνων καὶ τοῦ Ἀκακησίου καὶ Δήμου ἐν Ἰθάκῃ, Πελεθρονίου δʼ ἐν Πηλίῳ, Γλαυκωπίου δʼ ἐν Ἀθήναις.
彼はまた、他の人々がゲレナやアカケシオン、イタケのデーモス、ペリオンのペレトロニオン、アテナイのグラウコーピオンについて嘘をついていると難じている。
τούτοις δὲ μικρά τινα προσθεὶς τοιαῦτα παύεται, τὰ πλεῖστα μετενέγκας παρὰ τοῦ Ἐρατοσθένους, ὡς καὶ πρότερον ἐμνήσθημεν, οὐκ εὖ εἰρημένα.
これらの事柄に同様の細かな事柄を少し付け加えた後、彼は筆を置いているが、その大部分は、我々が以前にも言及したように、エラトステネスから借用されたものであり、適切に語られたものではない。
τὸ μὲν γὰρ τοὺς ὕστερον ἐμπειροτέρους γεγονέναι τῶν πάλαι περὶ τὰ τοιαῦτα καὶ Ἐρατοσθένει καὶ τούτῳ δοτέον·
なぜなら、後世の者がこのような事柄に関して古の人々よりも経験豊かになったということは、エラトステネスにも彼にも認められねばならないからである。
τὸ δʼ οὕτω πέρα τοῦ μετρίου προάγειν καὶ μάλιστα ἐφʼ Ὁμήρου, δοκεῖ μοι κἂν ἐπιπλῆξαί τις δικαίως καὶ τοὐναντίον εἰπεῖν, ὡς περὶ ὧν ἀγνοοῦσιν αὐτοί, περὶ τούτων τῷ ποιητῇ προφέρουσι.
しかし、これを度を越して推し進めること、とりわけホメロスに対してそうすることは、誰かが正当に彼らを難じ、むしろ逆に、彼ら自身が知らない事柄について、詩人を非難しているのだと言うことができるように私には思われる。
τὰ μὲν οὖν ἄλλα ἐν τοῖς καθʼ ἕκαστα οἰκείας μνήμης τυγχάνει, τὰ δʼ ἐν τοῖς καθόλου.
したがって、その他の事柄は、詳細な記述の中でふさわしく言及されるが、いくつかの事柄は全体的な議論の中で扱われる。