§7.3.7νυνὶ δὲ περὶ Θρᾳκῶν ἐλέγομεν
"
Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν,
γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων,
"
βουλόμενοι συγκρῖναι τά τε ὑφʼ ἡμῶν καὶ τὰ ὑπὸ Ποσειδωνίου λεχθέντα καὶ τὰ ὑπὸ τούτων· πρότερον δʼ ὅτι τὴν ἐπιχείρησιν ὑπεναντίαν τοῖς προτεθεῖσι πεποίηνται.
不过,我们刚才正在谈论色雷斯人,引用道: “以及近战的米西亚人和高贵的伊佩摩尔戈伊人,食乳者和阿比伊人,最公正的人们,” 这是因为我们希望将我们自己所说的、波塞多尼乌斯所说的以及这些作家所说的话进行对比;但在此之前,必须指出的是,他们的论证方式与他们自己提出的命题恰好相反。
προὔθεντο μὲν γὰρ διδάξαι διότι τῶν πόρρω τῆς Ἑλλάδος πλείων ἦν ἄγνοια τοῖς πρεσβυτέροις ἢ τοῖς νεωτέροις, ἔδειξαν δὲ τἀναντία, καὶ οὐ τὰ πόρρω μόνον ἀλλὰ καὶ τὰ ἐν αὐτῇ τῇ Ἑλλάδι.
因为他们旨在表明,古人对远离希腊之地的无知要多于今人,但他们证明的结果却恰恰相反,不仅对遥远之地如此,甚至对希腊本土内的事物也是如此。
ἀλλʼ, ὡς ἔφην, τὰ ἄλλα μὲν ὑπερκείσθω, τὰ δὲ νῦν σκοπῶμεν.
但是,正如我所说,其他事情且先搁下,让我们来考察眼前的重点。
Σκυθῶν μὲν γὰρ μεμνῆσθαι κατʼ ἄγνοιάν φασι, μηδὲ τῆς περὶ τοὺς ξένους ὠμότητος αὐτῶν, καταθυόντων καὶ σαρκοφαγούντων καὶ τοῖς κρανίοις ἐκπώμασι χρωμένων, διʼ οὓς Ἄξενος ὠνομάζετο ὁ πόντος, πλάττειν δʼ ἀγαυούς τινας ἱππημολγοὺς γαλακτοφάγους ἀβίους τε, δικαιοτάτους ἀνθρώπους, τοὺς οὐδαμοῦ γῆς ὄντας.
因为他们声称,荷马因无知而未提及塞人,也未提及他们对待外邦人的残暴——即杀人祭神、食其肉并以其头骨作杯,蓬托斯海也正是因他们而被命名为“无情海”;相反,他却编造了一些高贵的伊佩摩尔戈伊人、食乳者、阿比伊人以及最公正的人,而这些人在地上根本不存在。
πῶς οὖν Ἄξενον ὠνόμαζον, εἰ μὴ ᾔδεισαν τὴν ἀγριότητα, μηδʼ αὐτοὺς τοὺς μάλιστα τοιούτους;
那么,如果他们不知道这种野蛮,甚至不知道最具有这种特征的人群本身,他们又怎会将其命名为“无情海”呢?
οὗτοι δʼ εἰσὶ δήπου οἱ Σκύθαι.
而这些人当然就是塞人。
πότερον δʼ οὐδʼ ἱππημολγοὶ ἦσαν οἱ ἐπέκεινα τῶν Μυσῶν καὶ Θρᾳκῶν καὶ Γετῶν, οὐδὲ γαλακτοφάγοι καὶ ἄβιοι;
难道在米西亚人、色雷斯人和格特人之外,连伊佩摩尔戈伊人都不存在,也没有食乳者和阿比伊人吗?
ἀλλὰ καὶ νῦν εἰσιν ἁμάξοικοι καὶ νομάδες καλούμενοι, ζῶντες ἀπὸ θρεμμάτων καὶ γάλακτος καὶ τυροῦ καὶ μάλιστα ἱππείου, θησαυρισμὸν δʼ οὐκ εἰδότες οὐδὲ καπηλείαν πλὴν εἰ φόρτον ἀντὶ φόρτου.
不,即使在今天,也依然有被称为“车居者”和“游牧民”的人,他们依靠牲畜、乳汁和干酪(尤其是马乳干酪)生活,既不懂积聚财富,也不懂零售商业,除非是货物对货物的物物交换。
πῶς οὖν ἠγνόει τοὺς Σκύθας ὁ ποιητής, ἱππημολγοὺς καὶ γαλακτοφάγους τινὰς προσαγορεύων;
那么,既然诗人称呼他们为某种伊佩摩尔戈伊人和食乳者,他又怎会不知道塞人呢?
ὅτι γὰρ οἱ τότε τούτους ἱππημολγοὺς ἐκάλουν, καὶ Ἡσίοδος μάρτυς ἐν τοῖς ὑπʼ Ἐρατοσθένους παρατεθεῖσιν ἔπεσιν
"
Αἰθίοπας τε Λίγυς τε ἰδὲ Σκύθας ἱππημολγούς.
因为当时的人们确实称他们为伊佩摩尔戈伊人,埃拉托斯特尼所引用的赫西俄德的诗句就是明证: “埃塞俄比亚人、利古里亚人,以及挤马奶的塞人。
"
τί δὲ θαυμαστόν, εἰ διὰ τὸ πλεονάζειν παρʼ ἡμῖν τὴν περὶ τὰ συμβόλαια ἀδικίαν δικαιοτάτους εἶπεν ἀνθρώπους τοὺς ἥκιστα ἐν τοῖς συμβολαίοις καὶ τῷ ἀργυρισμῷ ζῶντας, ἀλλὰ καὶ κοινὰ κεκτημένους πάντα πλὴν ξίφους καὶ ποτηρίου, ἐν δὲ τοῖς πρῶτον τὰς γυναῖκας πλατωνικῶς ἔχοντας κοινὰς καὶ τέκνα;
“而且,由于我们之间关于契约的不正之风盛行,诗人将那些最不生活在契约和金钱谋利之中、反而除了剑和杯子之外共同拥有一切,甚至最主要的是以柏拉图式的方式共同拥有妻子和孩子的人称为“最公正的人”,这又有什么可奇怪的呢?
καὶ Αἰσχύλος δʼ ἐμφαίνει συνηγορῶν τῷ ποιητῇ φήσας περὶ τῶν Σκυθῶν
"
ἀλλʼ ἱππάκης βρωτῆρες εὔνομοι Σκύθαι
"
αὕτη δʼ ἡ ὑπόληψις καὶ νῦν ἔτι συμμένει παρὰ τοῖς Ἕλλησιν·
埃斯库罗斯也表示支持这位诗人,他在谈到塞人时说: “但食马乳酪、法度良好的塞人。
ἁπλουστάτους τε γὰρ αὐτοὺς νομίζομεν καὶ ἥκιστα κακεντρεχεῖς εὐτελεστέρους τε πολὺ ἡμῶν καὶ αὐταρκεστέρους· καίτοι ὅ γε καθʼ ἡμᾶς βίος εἰς πάντας σχεδόν τι διατέτακε τὴν πρὸς τὸ χεῖρον μεταβολήν, τρυφὴν καὶ ἡδονὰς καὶ κακοτεχνίας καὶ πλεονεξίας μυρίας πρὸς ταῦτʼ εἰσάγων.
“这种看法至今仍留在希腊人中间;因为我们认为他们最纯朴、最无恶意,比我们节俭得多,也更自给足;尽管我们当今的生活方式几乎向所有人推广了向坏处的转变,为此引入了奢侈、享乐、恶劣手段和无数贪欲。
πολὺ οὖν τῆς τοιαύτης κακίας καὶ εἰς τοὺς βαρβάρους ἐμπέπτωκε τούς τε ἄλλους καὶ τοὺς νομάδας· καὶ γὰρ θαλάττης ἁψάμενοι χείρους γεγόνασι λῃστεύοντες καὶ ξενοκτονοῦντες, καὶ ἐπιπλεκόμενοι πολλοῖς μεταλαμβάνουσι τῆς ἐκείνων πολυτελείας καὶ καπηλείας· ἃ δοκεῖ μὲν εἰς ἡμερότητα συντείνειν, διαφθείρει δὲ τὰ ἤθη καὶ ποικιλίαν ἀντὶ τῆς ἁπλότητος τῆς ἄρτι λεχθείσης εἰσάγει.
因此,这种邪恶也有很大一部分落到了蛮族身上,包括其他蛮族和游牧民;因为由于接触了海洋,他们因抢劫和杀害外邦人而变得更坏,并且由于与许多人交往,他们分享了那些人的奢侈和零售业;这些事情虽然似乎有助于文明化,却败坏了道德,并引入了复杂性,以取代刚才提到的纯朴。