§7.3.6τοιαῦτα μὲν οὖν κακῶς ἄν τις διαποροίη περὶ τῶν κειμένων παρὰ τῷ ποιητῇ περί τε Μυσῶν καὶ ἀγαυῶν ἱππημολγῶν· ἃ δʼ Ἀπολλόδωρος ἐν τῷ δευτέρῳ περὶ νεῶν προοιμιαζόμενος εἴρηκεν ἥκιστα λέγοιτʼ ἄν.
因此,对于诗人的作品中所记述的关于米西亚人和高贵的伊佩摩尔戈伊人的事,人们或许会以这种方式拙劣地提出质疑;但阿波罗多洛斯在《船只篇》第二卷引言中所说的话,则是最不该被赞同的。
ἐπαινεῖ γὰρ Ἐρατοσθένους ἀπόφασιν, ὅτι φησὶν ἐκεῖνος καὶ Ὅμηρον καὶ τοὺς ἄλλους τοὺς παλαιοὺς τὰ μὲν Ἑλληνικὰ εἰδέναι τῶν δὲ πόρρω πολλὴν ἔχειν ἀπειρίαν, ἀπείρους μὲν μακρῶν ὁδῶν ὄντας ἀπείρους δὲ τοῦ ναυτίλλεσθαι.
因为他赞扬埃拉托斯特尼的论断,即后者声称荷马及其他古人都熟悉希腊的事物,但对遥远的地方却极为无知,既不曾经历长途陆路旅行,也不熟悉航海。
συνηγορῶν δὲ τούτοις Ὅμηρόν φησι τὴν μὲν Αὐλίδα καλεῖν πετρήεσσαν, ὥσπερ καὶ ἔστι, πολύκνημον δὲ τὸν Ἐτεωνόν, πολυτρήρωνα δὲ τὴν Θίσβην, ποιήεντα δὲ τὸν Ἁλίαρτον· τὰ δʼ ἄπωθεν οὔτʼ αὐτὸν εἰδέναι οὔτε τοὺς ἄλλους.
为了支持这些观点,他指出荷马称奥利斯为“多岩石的”(事实确是如此),称埃特奥努斯为“多山脊的”,称底斯贝为“多鸽子的”,称哈利亚尔托斯为“草木茂盛的”;但对于遥远的地方,荷马本人和其他人都一无所知。
ποταμῶν γοῦν περὶ τετταράκοντα ῥεόντων εἰς τὸν Πόντον μηδὲ τῶν ἐνδοξοτάτων μηδενὸς μεμνῆσθαι, οἷον Ἴστρου Τανάιδος Βορυσθένους Ὑπάνιος Φάσιδος Θερμώδοντος Ἅλυος· ἔτι δὲ Σκυθῶν μὲν μὴ μεμνῆσθαι, πλάττειν δὲ ἀγαυούς τινας ἱππημολγοὺς καὶ γαλακτοφάγους ἀβίους τε, Παφλαγόνας τε τοὺς ἐν τῇ μεσογαίᾳ ἱστορηκέναι παρὰ τῶν πεζῇ τοῖς τόποις πλησιασάντων, τὴν παραλίαν δὲ ἀγνοεῖν·
至少,尽管有大约四十条河流流入蓬托斯海,但他甚至没有提到其中最著名的任何一条,例如伊斯特河、塔奈斯河、博里斯提尼斯河、许帕尼斯河、法希斯河、特尔莫东河、哈吕斯河;而且,他不仅没有提到塞人,反而编造了一些高贵的伊佩摩尔戈伊人、食乳者以及阿比伊人,并且指出他只是通过陆路接近该地的人了解了内陆的帕夫拉戈尼亚人,却对海岸一无所知;而这本是理所当然的。
καὶ εἰκότως γε. ἄπλουν γὰρ εἶναι τότε τὴν θάλατταν ταύτην καὶ καλεῖσθαι Ἄξενον διὰ τὸ δυσχείμερον καὶ τὴν ἀγριότητα τῶν περιοικούντων ἐθνῶν καὶ μάλιστα τῶν Σκυθικῶν, ξενοθυτούντων καὶ σαρκοφαγούντων καὶ τοῖς κρανίοις ἐκπώμασι χρωμένων· ὕστερον δʼ Εὔξεινον κεκλῆσθαι τῶν Ἰώνων ἐν τῇ παραλίᾳ πόλεις κτισάντων·
因为当时这片海洋无法航行,由于气候恶劣以及周围部落(尤其是塞人)的野蛮——他们用外邦人祭神、食人肉并以头颅作杯,故被称为“无情海”;而后来,随着伊奥尼亚人在沿岸建立城市,它才被称为“友谊海”。
ὁμοίως δʼ ἀγνοεῖν καὶ τὰ περὶ Αἴγυπτον καὶ Λιβύην, οἷον τὰς ἀναβάσεις τοῦ Νείλου καὶ προσχώσεις τοῦ πελάγους, ὧν οὐδαμοῦ μεμνῆσθαι, οὐδὲ τοῦ ἰσθμοῦ τοῦ μεταξὺ τῆς Ἐρυθρᾶς καὶ τῆς Αἰγυπτίας θαλάττης, οὐδὲ τῶν κατὰ τὴν Ἀραβίαν καὶ Αἰθιοπίαν καὶ τὸν ὠκεανόν, εἰ μὴ Ζήνωνι τῷ φιλοσόφῳ προσεκτέον γράφοντι
"
Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε.
同样地,他对埃及和利比亚的事物也一无所知,例如尼罗河的泛滥和海洋的淤积,他在任何地方都没有提到这些,也没有提到红海与埃及海之间的地峡,更没有提到阿拉伯、埃塞俄比亚和俄刻阿诺斯地区的事物,除非我们应当理会哲学家芝诺所写的:“我来到了埃塞俄比亚人、西顿人和阿拉伯人那里。
"
οὐ θαυμαστὸν δʼ εἶναι περὶ Ὁμήρου· καὶ γὰρ τοὺς ἔτι νεωτέρους ἐκείνου πολλὰ ἀγνοεῖν καὶ τερατολογεῖν, Ἡσίοδον μὲν Ἡμίκυνας λέγοντα καὶ Μεγαλοκεφάλους καὶ Πυγμαίους, Ἀλκμᾶνα δὲ Στεγανόποδας, Αἰσχύλον δὲ κυνοκεφάλους καὶ στερνοφθάλμους καὶ μονομμάτους καὶ ἄλλα μυρία.
”而关于荷马,这并不奇怪;因为甚至比他更晚近的人也对许多事物一无所知,并编造神怪传说——赫西俄德提到了“半犬人”、“大头人”和“侏儒”;阿尔克曼提到了“蹼足人”;埃斯库罗斯提到了“犬头人”、“胸眼人”、“独眼人”以及其他无数离奇之物。
ἀπὸ δὲ τούτων ἐπὶ τοὺς συγγραφέας βαδίζει Ῥιπαῖα ὄρη λέγοντας καὶ τὸ Ὠγύιον ὄρος καὶ τὴν τῶν Γοργόνων καὶ Ἑσπερίδων κατοικίαν, καὶ τὴν παρὰ Θεοπόμπῳ Μεροπίδα γῆν, παρʼ Ἑκαταίῳ δὲ Κιμμερίδα πόλιν, παρʼ Εὐημέρῳ δὲ τὴν Παγχαΐαν γῆν, παρʼ Ἀριστοτέλει δὲ ποταμίους λίθους ἐξ ἄμμου ἐκ δὲ τῶν ὄμβρων τήκεσθαι, ἐν δὲ τῇ Λιβύῃ Διονύσου πόλιν εἶναι, ταύτην δʼ οὐκ ἐνδέχεσθαι δὶς τὸν αὐτὸν ἐξευρεῖν.
从此,他又转向散文作家,指责他们谈论里派亚山脉、奥吉吉翁山、戈耳工与赫斯珀里得斯的住所,以及泰奥蓬波斯笔下的梅罗皮斯之地、赫卡泰乌斯笔下的基美里斯城、欧赫迈罗斯笔下的潘开亚之地,还有亚里士多德所说的由沙子构成、遇雨即融的河石,以及利比亚有一座狄奥尼索斯之城、同一个人绝不可能两次找到它。
ἐπιτιμᾷ δὲ καὶ τοῖς περὶ Σικελίαν τὴν πλάνην λέγουσι καθʼ Ὅμηρον τὴν Ὀδυσσέως· εἰ γὰρ αὖ χρῆναι τὴν μὲν πλάνην ἐκεῖ γεγονέναι φάσκειν, τὸν δὲ ποιητὴν ἐξωκεανικέναι μυθολογίας χάριν. καὶ τοῖς μὲν ἄλλοις συγγνώμην εἶναι, Καλλιμάχῳ δὲ μὴ πάνυ μεταποιουμένῳ γε γραμματικῆς, ὃς τὴν μὲν Γαῦδον Καλυψοῦς νῆσόν φησι, τὴν δὲ Κόρκυραν Σχερίαν.
他还指责了那些声称根据荷马史诗奥德修斯的流浪发生在西西里附近的人;因为如果一方面必须坚称流浪发生在那里,而另一方面诗人为了神话化却将其转移到了俄刻阿诺斯之外……其他人还情有可原,但对于自负于学术的卡利马科斯却绝不能宽恕,因为他称高多斯岛为卡吕普索的岛屿,而称科尔库拉为斯克里亚。
ἄλλους δʼ αἰτιᾶται ψεύσασθαι περὶ Γερήνων καὶ τοῦ Ἀκακησίου καὶ Δήμου ἐν Ἰθάκῃ, Πελεθρονίου δʼ ἐν Πηλίῳ, Γλαυκωπίου δʼ ἐν Ἀθήναις.
他还指责其他人在关于格雷纳、阿卡克西翁、伊萨卡的德摩斯、皮立翁山的佩莱特罗尼翁以及雅典的格劳科皮翁的事上撒谎。
τούτοις δὲ μικρά τινα προσθεὶς τοιαῦτα παύεται, τὰ πλεῖστα μετενέγκας παρὰ τοῦ Ἐρατοσθένους, ὡς καὶ πρότερον ἐμνήσθημεν, οὐκ εὖ εἰρημένα.
在对这些事物加上一些类似的细微细节后,他就结束了,他的大部分材料都搬用自埃拉托斯特尼,正如我们此前也提到过的,这些话并非妥当之言。
τὸ μὲν γὰρ τοὺς ὕστερον ἐμπειροτέρους γεγονέναι τῶν πάλαι περὶ τὰ τοιαῦτα καὶ Ἐρατοσθένει καὶ τούτῳ δοτέον· τὸ δʼ οὕτω πέρα τοῦ μετρίου προάγειν καὶ μάλιστα ἐφʼ Ὁμήρου, δοκεῖ μοι κἂν ἐπιπλῆξαί τις δικαίως καὶ τοὐναντίον εἰπεῖν, ὡς περὶ ὧν ἀγνοοῦσιν αὐτοί, περὶ τούτων τῷ ποιητῇ προφέρουσι.
因为,一方面,后人在这些事情上确实比古人更有经验,这一点必须向埃拉托斯特尼和此人都予以承认;但如果把这一点推得如此过分,尤其是针对荷马,在我看来,人们完全可以公正地谴责他们并说相反的话,即:他们正是用自己所不知道的事物,来指责这位诗人。
τὰ μὲν οὖν ἄλλα ἐν τοῖς καθʼ ἕκαστα οἰκείας μνήμης τυγχάνει, τὰ δʼ ἐν τοῖς καθόλου.
因此,其余的事物将在具体叙述中得到适宜的提及,而有些则在总体的讨论中予以处理。