Humanitext Reader

ストラボン · 地理誌 §7.3.13-7.3.16

ダヌビオス川の呼称とイストロス川からテュラス川の地理

210 / 577 箇所 · ギリシア語

要旨

ドナウ川(ダヌビオス/イストロス)の呼称区分と、流域に暮らすゲタイ人およびダコイ人の現状、そしてイストロス川からテュラス川にかけての地理的状況や河口部・島の解説。

§7.3.13ῥεῖ δὲ διʼ αὐτῶν Μάρισος ποταμὸς εἰς τὸν Δανούιον, ᾧ τὰς παρασκευὰς ἀνεκόμιζον οἱ Ῥωμαῖοι τὰς πρὸς τὸν πόλεμον·
そして彼らの地を貫いてマリソス川がダヌビオス川へと流れており、それを用いてローマ人たちは戦争のための補給物資を運んでいた。
καὶ γὰρ τοῦ ποταμοῦ τὰ μὲν ἄνω καὶ πρὸς ταῖς πηγαῖς μέρη μέχρι τῶν καταρακτῶν Δανούιον προσηγόρευον, ἃ μάλιστα διὰ τῶν Δακῶν φέρεται, τὰ δὲ κάτω μέχρι τοῦ Πόντου τὰ παρὰ τοὺς Γέτας καλοῦσιν Ἴστρον·
というのも、この川の上流部、すなわち水源に近い部分から急流までの部分を、人々はダヌビオスと呼んでおり(そこは主にダコイ人の地を通って流れている)、一方、ゲタイ人の地のそばを通る、ポントス海に至るまでの下流部を、人々はイストロスと呼んでいるからである。
ὁμόγλωττοι δʼ εἰσὶν οἱ Δακοὶ τοῖς Γέταις.
ダコイ人はゲタイ人と同言語である。
παρὰ μὲν οὖν τοῖς Ἕλλησιν οἱ Γέται γνωρίζονται μᾶλλον διὰ τὸ συνεχεῖς τὰς μεταναστάσεις ἐφʼ ἑκάτερα τοῦ Ἴστρου ποιεῖσθαι καὶ τοῖς Μοισοῖς ἀναμεμῖχθαι·
したがってギリシア人の間では、ゲタイ人の方がよく知られている。 それは彼らがイストロス川の両岸へ絶えず移動を繰り返し、モイソイ人と混ざり合っているからである。
καὶ τὸ τῶν Τριβαλλῶν δʼ ἔθνος, Θρᾳκικὸν ὄν, τὸ αὐτὸ πέπονθε τοῦτο.
そしてトリバッロイ人の部族(彼らはトラキア人であるが)も、これと同じ経験をした。
μεταναστάσεις γὰρ δέδεκται, τῶν πλησιοχώρων εἰς τοὺς ἀσθενεστέρους ἐξαναστάντων, τῶν μὲν ἐκ τῆς περαίας Σκυθῶν καὶ Βασταρνῶν καὶ Σαυροματῶν ἐπικρατούντων πολλάκις, ὥστε καὶ ἐπιδιαβαίνειν τοῖς ἐξελαθεῖσι καὶ καταμένειν τινὰς αὐτῶν ἢ ἐν ταῖς νήσοις ἢ ἐν τῇ Θρᾴκῃ·
というのも、(この地域は)移動を受け入れてきたからであり、近隣の者たちがより弱い者たちを力ずくで退去させてきたからである。 すなわち、対岸からはスキタイ人、バスタルナイ人、サウロマタイ人がしばしば優勢となって支配し、その結果、追い払われた者たちを追って川を渡り、彼らのうちのある者たちは島々かトラキアに居残ることになった。
τῶν δʼ ἐκ θατέρου μέρους ὑπʼ Ἰλλυριῶν μάλιστα κατισχυομένων.
また、もう一方の側からは、主にイルリア人によって圧倒されてきたからである。
αὐξηθέντες δʼ οὖν ἐπὶ πλεῖστον οἵ τε Γέται οἵ τε Δακοί, ὥστε καὶ εἰκοσιμυριάδας ἐκπέμπειν στρατείας, νῦν ὅσον εἰς τέτταρας μυριάδας συνεσταλμένοι τυγχάνουσι, καὶ ἐγγὺς μὲν ἥκουσι τοῦ ὑπακούειν Ῥωμαίων, οὔπω δʼ εἰσὶν ὑποχείριοι τελέως διὰ τὰς ἐκ τῶν Γερμανῶν ἐλπίδας πολεμίων ὄντων τοῖς Ῥωμαίοις.
いずれにせよ、かつては極めて強大になり、20万人もの遠征軍を送り出すほどであったゲタイ人とダコイ人は、現在ではおよそ4万人ほどに縮小しており、ローマ人に従属する寸前にまで至っているが、ローマ人の敵であるゲルマニア人に望みを抱いているため、まだ完全には支配下に置かれていない。
§7.3.14μεταξὺ δὲ τῆς Ποντικῆς θαλάττης τῆς ἀπὸ Ἴστρου ἐπὶ Τύραν καὶ ἡ τῶν Γετῶν ἐρημία πρόκειται πεδιὰς πᾶσα καὶ ἄνυδρος, ἐν ᾗ Δαρεῖος ἀποληφθεὶς ὁ Ὑστάσπεω, καθʼ ὃν καιρὸν διέβη τὸν Ἴστρον ἐπὶ τοὺς Σκύθας, ἐκινδύνευσε πανστρατιᾷ δίψῃ διαλυθῆναι·
イストロス川からテュラス川にかけてのポントス海の間の地域には、「ゲタイ人の荒野」が広がっており、そこはすべて平坦で水がない。 ヒュスタスペスの子ダレイオスが、スキタイ人に対してイストロス川を渡った際、そこに閉じ込められ、全軍が渇きによって滅びる危険に瀕した。
συνῆκε δʼ ὀψὲ καὶ ἀνέστρεψε.
彼は遅まきながら危険を理解し、退却した。
Λυσίμαχος δʼ ὕστερον στρατεύσας ἐπὶ Γέτας καὶ τὸν βασιλέα Δρομιχαίτην οὐκ ἐκινδύνευσε μόνον, ἀλλὰ καὶ ἑάλω ζωγρίᾳ·
その後リュシマコスがゲタイ人とその王ドロミカイテスに対して遠征した際、危険に遭っただけでなく、生け捕りにされて捕虜となった。
πάλιν δʼ ἐσώθη τυχὼν εὐγνώμονος τοῦ βαρβάρου, καθάπερ εἶπον πρότερον.
しかし、私が以前に述べたように、その蛮族が寛大であったため、彼は再び救われた。
§7.3.15πρὸς δὲ ταῖς ἐκβολαῖς μεγάλη νῆσός ἐστιν ἡ Πεύκη·
河口の近くには、ペウケと呼ばれる大きな島がある。
κατασχόντες δʼ αὐτὴν Βαστάρναι Πευκῖνοι προσηγορεύθησαν·
バスタルナイ人がここを占領して、ペウキノイ人と呼ばれるようになった。
εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι πολὺ ἐλάττους, αἱ μὲν ἀνωτέρω ταύτης αἱ δὲ πρὸς τῇ θαλάττῃ.
他にもこれよりずっと小さな島々があり、あるものはこれより上流に、別のものは海の近くにある。
ἑπτάστομος γάρ ἐστι·
というのも、川は7つの河口を持っているからである。
μέγιστον δὲ τὸ ἱερὸν στόμα καλούμενον, διʼ οὗ σταδίων ἀνάπλους ἐπὶ τὴν Πεύκην ἑκατὸν εἴκοσιν, ἧς κατὰ τὸ κάτω μέρος ἐποίησε τὸ ζεῦγμα Δαρεῖος·
最大なのは「聖なる河口」と呼ばれるもので、これを通ってペウケ島までは120スタディオンの遡行となる。 ダレイオスはこの島の下流部に舟橋を架けた。
δύναιτο δʼ ἂν ζευχθῆναι καὶ κατὰ τὸ ἄνω.
もっとも、上流部にも架けることは可能であろう。
τοῦτο δὲ καὶ πρῶτόν ἐστι στόμα ἐν ἀριστερᾷ εἰσπλέοντι εἰς τὸν Πόντον·
これはまた、ポントス海へ船で入る者にとって、左側にある最初の河口である。
τὰ δʼ ἑξῆς ἐν παράπλῳ τῷ ἐπὶ τὸν Τύραν·
それに続く河口は、テュラス川へ向けて沿岸を航行する順に並んでいる。
διέχει δʼ ἀπʼ αὐτοῦ τὸ ἕβδομον στόμα περὶ τριακοσίους σταδίους.
7番目の河口は、そこから約300スタディオン離れている。
γίνονται οὖν μεταξὺ τῶν στομάτων νησῖδες.
したがって、河口の間には小島ができている。
τὰ μὲν δὴ τρία στόματα τὰ ἐφεξῆς τῷ ἱερῷ στόματί ἐστι μικρά, τὰ δὲ λοιπὰ τοῦ μὲν πολὺ ἐλάττονα τῶν δὲ μείζονα·
聖なる河口に続く3つの河口は小さく、残りの河口はこれよりはずっと小さいが、他のものよりは大きい。
Ἔφορος δὲ πεντάστομον εἴρηκε τὸν Ἴστρον.
しかしエフォロスは、イストロス川は5つの河口を持つと述べている。
ἐντεῦθεν δʼ ἐπὶ Τύραν ποταμὸν πλωτὸν ἐνακόσιοι στάδιοι·
そこから可航河川であるテュラス川までは900スタディオンである。
ἐν δὲ τῷ μεταξὺ δύο λίμναι μεγάλαι, ἡ μὲν ἀνεῳγμένη πρὸς τὴν θάλατταν ὥστε καὶ λιμένι χρῆσθαι, ἡ δʼ ἄστομος.
その中間には2つの大きな湖があり、一方は海に開いていて港としても利用でき、他方は出口がない。
§7.3.16ἐπὶ δὲ τῷ στόματι τοῦ Τύρα πύργος ἐστὶ Νεοπτολέμου καλούμενος καὶ κώμη Ἑρμώνακτος λεγομένη.
テュラス川の河口には、「ネオプトレモスの塔」と呼ばれるものと、「ヘルモナクスの村」と呼ばれる村がある。
ἀναπλεύσαντι δὲ ἑκατὸν τετταράκοντα σταδίους ἐφʼ ἑκάτερα πόλεις, ἡ μὲν Νικωνία ἡ δʼ ἐν ἀριστερᾷ Ὀφιοῦσσα·
140スタディオン遡ると、両岸に町があり、一方はニコニア、他方の左側にあるのがオフィウッサである。
οἱ δὲ προσοικοῦντες τῷ ποταμῷ πόλιν φασὶν ἀνιόντι ἑκατὸν καὶ εἴκοσι σταδίους.
しかし、川の周辺に住む人々は、120スタディオン上ったところに町があると言っている。
διέχει δὲ τοῦ στόματος ἡ νῆσος ἡ Λευκὴ δίαρμα πεντακοσίων σταδίων, ἱερὰ τοῦ Ἀχιλλέως, πελαγία.
また、河口から海路で500スタディオンの距離には、アキレウスに捧げられた、外海にあるレウケ島がある。

語釈・文法注

  1. 7.3.13τῶν μὲν ἐκ τῆς περαίας... κατισχυομένων — τῶν μὲν ἐκ τῆς περαίας... から始まる部分は、μεταναστάσεις γὰρ δέδεκται(移動を受け入れてきたからである)という主節の理由を補足する絶対属格(genitive absolute)の並列構造である。τῶν μὲν... ἐπικρατούντων と τῶν δʼ... κατισχυομένων が対比されており、前者の内部に結果を示す ὥστε 節が埋め込まれている。
  2. 7.3.13ἐγγὺς μὲν ἥκουσι τοῦ ὑπακούειν Ῥωμαίων — ἐγγὺς ἥκω(〜に近づく、〜の寸前である)という表現が支配する属格として、動名詞(冠詞付き不定詞)の属格 τοῦ ὑπακούειν(従属することに)が置かれ、さらにその不定詞 ὑπακούειν が支配する属格 Ῥωμαίων(ローマ人に)が結合している二重の属格構造。
  3. 7.3.16ἀναπλεύσαντι — 移動を表す動詞の完了分詞与格(関係の与格、ないし位置や視点を規定する与格)であり、「(川を)遡る者にとっては」「遡ったところに」という意味を表す。主節の主語ではなく、空間的な基準や視点を示す役割を持つ。

この箇所を引用する

ストラボン, 地理誌 §7.3.13-7.3.16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.3.13-7.3.16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。