§7.3.1τὸ δὲ νότιον μέρος τῆς Γερμανίας τὸ πέραν τοῦ Ἄλβιος τὸ μὲν συνεχὲς ἀκμὴν ὑπὸ τῶν Σοήβων κατέχεται·
アルビス川の向こう側のゲルマニアの南部地域については、隣接する部分は依然としてスエビ人によって占められている。
εἶτʼ εὐθὺς ἡ τῶν Γετῶν συνάπτει γῆ, κατʼ ἀρχὰς μὲν στενή, παρατεταμένη τῷ Ἴστρῳ κατὰ τὸ νότιον μέρος, κατὰ δὲ τοὐναντίον τῇ παρωρείᾳ τοῦ Ἑρκυνίου δρυμοῦ, μέρος τι τῶν ὀρῶν καὶ αὐτὴ κατέχουσα, εἶτα πλατύνεται πρὸς τὰς ἄρκτους μέχρι Τυρεγετῶν·
そのすぐ先にはゲタイ人の土地が接しており、最初は狭く、南側はイストロス川に沿って、反対側はヘルキュニアの森の麓の山地に沿って延びており、それ自体も山地の一部を占めているが、その後、北方へと広がりテュレゲタイ人の地に達している。
τοὺς δὲ ἀκριβεῖς ὅρους οὐκ ἔχομεν φράζειν.
しかし、正確な境界を我々は語ることができない。
διὰ δὲ τὴν ἄγνοιαν τῶν τόπων τούτων οἱ τὰ Ῥιπαῖα ὄρη καὶ τοὺς Ὑπερβορείους μυθοποιοῦντες λόγου ἠξίωνται, καὶ ἃ Πυθέας ὁ Μασσαλιώτης κατεψεύσατο ταῦτα τῆς παρωκεανίτιδος, προσχήματι χρώμενος τῇ περὶ τὰ οὐράνια καὶ τὰ μαθηματικὰ ἱστορίᾳ.
これらの土地についての無知のゆえに、リパイア山脈やヒュペルボレオス人について神話化する者たちが信用に値するとみなされ、また、マッサリアのピュテアスが大洋沿岸についてでっち上げた嘘も、天文学や数学に関する探究を口実に用いることで、同様に扱われてきた。
ἐκεῖνοι μὲν οὖν ἐάσθωσαν·
したがって、それらの人々は退けておくことにしよう。
οὐδὲ γὰρ εἴ τινα Σοφοκλῆς τραγῳδεῖ περὶ τῆς Ὠρειθυίας λέγων ὡς ἀναρπαγεῖσα ὑπὸ Βορέου κομισθείη
"
ὑπέρ τε πόντον πάντʼ ἐπʼ ἔσχατα χθονὸς
νυκτός τε πηγὰς οὐρανοῦ τʼ ἀναπτυχάς,
Φοίβου παλαιὸν κῆπον,
"
οὐδὲν ἂν εἴη πρὸς τὰ νῦν, ἀλλʼ ἐατέον, ὥσπερ καὶ ἐν τῷ Φαίδρῳ ὁ Σωκράτης.
なぜなら、たとえソポクレスが、オレイテュイアについて、彼女がボレアスによってさらわれて「すべての海を越えて大地の果てへ、夜の源泉と天のひらけゆくところ、ポイボスの古き庭園へ」運ばれたと悲劇的に語っているとしても、現在の事柄には何ら関係がないであろうから、プラトンの『パイドロス』においてソクラテスがしているように、放っておくべきだからである。
ἃ δὲ ἔκ τε τῆς παλαιᾶς ἱστορίας καὶ τῆς νῦν παρειλήφαμεν, ταῦτα λέγωμεν.
しかし、我々が古代の歴史と現在の情報の双方から受け継いできたこと、これらを語ることにしよう。
§7.3.2οἱ τοίνυν Ἕλληνες τοὺς Γέτας Θρᾷκας ὑπελάμβανον·
さて、ギリシア人たちはゲタイ人をトラキア人であると考えていた。
ᾤκουν δʼ ἐφʼ ἑκάτερα τοῦ Ἴστρου καὶ οὗτοι καὶ οἱ Μυσοὶ Θρᾷκες ὄντες καὶ αὐτοὶ καὶ οὓς νῦν Μοισοὺς καλοῦσιν, ἀφʼ ὧν ὡρμήθησαν καὶ οἱ νῦν μεταξὺ Λυδῶν καὶ Φρυγῶν καὶ Τρώων οἰκοῦντες Μυσοί.
彼らも、またやはり自身トラキア人であって現在モイソイ人と呼ばれているミシュア人も、イストロス川の両岸に住んでおり、現在リュディア人とフリュギア人とトロイア人の間に住んでいるミシュア人も、彼らから出発したのである。
καὶ αὐτοὶ δʼ οἱ Φρύγες Βρίγες εἰσί, Θρᾴκιόν τι ἔθνος, καθάπερ καὶ Μυγδόνες καὶ Βέβρυκες καὶ Μαιδοβιθυνοὶ καὶ Βιθυνοὶ καὶ Θυνοὶ, δοκῶ δὲ καὶ τοὺς Μαριανδυνούς.
そしてフリュギア人自身も、マイグドネス人、ベブリュケス人、マイドビテュノイ人、ビテュノイ人、テュノイ人、そして私が思うにマリアンデュノイ人たちと同様に、トラキア系の一部族であるブリゲス人なのである。
οὗτοι μὲν οὖν τελέως ἐκλελοίπασι πάντες τὴν Εὐρώπην, οἱ δὲ Μυσοὶ συνέμειναν.
したがって、これらの人々は全員ヨーロッパを完全に去ってしまったが、ミシュア人はとどまった。
καὶ Ὅμηρον δʼ ὀρθῶς εἰκάζειν μοι δοκεῖ Ποσειδώνιος τοὺς ἐν τῇ Εὐρώπῃ Μυσοὺς κατονομάζειν (λέγω δὲ τοὺς ἐν τῇ Θρᾴκῃ) ὅταν φῇ
"
αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ,
νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
Μυσῶν τʼ ἀγχεμάχων.
またポセイドニオスが、ホメロスが次の詩句において、ヨーロッパ(すなわちトラキア)にいるミシュア人の名を挙げていると推測するのは正しいと私には思われる。 「しかし彼は自ら、その輝く両眼を再び背け、遥か彼方、馬を飼うトラキア人たちの土地と、接近戦を戦うミシュア人たちの土地を見渡した。
"
ἐπεὶ εἴ γε τοὺς κατὰ τὴν Ἀσίαν Μυσοὺς δέχοιτό τις, ἀπηρτημένος ἂν εἴη ὁ λόγος.
」なぜなら、もし誰かがアジアにいるミシュア人と受け取るならば、その記述は脈絡を欠いたものになってしまうだろうから。
τὸ γὰρ ἀπὸ τῶν Τρώων τρέψαντα τὴν ὅρασιν ἐπὶ τὴν Θρᾳκῶν γῆν συγκαταλέγειν ταύτῃ τὴν τῶν Μυσῶν, τῶν οὐ νόσφιν ὄντων ἀλλʼ ὁμόρων τῇ Τρῳάδι καὶ ὄπισθεν αὐτῆς ἱδρυμένων καὶ ἑκατέρωθεν, διειργομένων δʼ ἀπὸ τῆς Θρᾴκης πλατεῖ Ἑλλησπόντῳ, συγχέοντος ἂν εἴη τὰς ἠπείρους καὶ ἅμα τῆς φράσεως οὐκ ἀκούοντος.
というのも、トロイアの人々からトラキア人の土地へと視線を転じながら、これにミシュア人の土地を一緒に並べることは――彼らは遠く離れているのではなくトロアス地方に隣接し、その背後や両側に位置しており、トラキアからは広いヘレスポントス海峡によって隔てられているのだから――大陸を混同し、同時にその表現を聞き損じている者のなすことだろうからである。
τὸ γὰρ πάλιν τρέπεν μάλιστα μέν ἐστιν εἰς τοὐπίσω· ὁ δʼ ἀπὸ τῶν Τρώων μεταφέρων τὴν ὄψιν ἐπὶ τοὺς μὴ ὄπισθεν αὐτῶν ἢ ἐκ πλαγίων ὄντας προσωτέρω μὲν μεταφέρει, εἰς τοὐπίσω δʼ οὐ πάνυ.
なぜなら、「再び背ける(あるいは逆に転じる)」というのは最も「後方へ」ということであり、トロイアの人々から彼らの背後や側方にいない人々へと視線を移す者は、より前方へ移しているのであって、後方へは全く移していないからである。
καὶ τὸ ἐπιφερόμενον δʼ αὐτοῦ τούτου μαρτύριον, ὅτι τοὺς ἱππημολγοὺς καὶ γαλακτοφάγους καὶ ἀβίους συνῆψεν αὐτοῖς, οἵπερ εἰσὶν οἱ ἁμάξοικοι Σκύθαι καὶ Σαρμάται.
そして、それに続く詩句もこのこと自体の証拠である。 なぜなら、彼は彼らと、馬の乳を搾り乳を食すアビオイ人を結合させたが、彼らこそが、幌馬車に住むスキタイ人とサルマタイ人だからである。
καὶ γὰρ νῦν ἀναμέμικται ταῦτα τὰ ἔθνη τοῖς Θρᾳξὶ καὶ τὰ Βασταρνικά, μᾶλλον μὲν τοῖς ἐκτὸς Ἴστρου, ἀλλὰ καὶ τοῖς ἐντός.
実際、現在でもこれらの諸部族はトラキア人と混ざり合っており、バスタルナイ系も同様であるが、これはイストロス川の外側の者たちに顕著であるとはいえ、内側の者たちについてもそうである。
τούτοις δὲ καὶ τὰ Κελτικά, οἵ τε Βόιοι καὶ Σκορδίσκοι καὶ Ταυρίσκοι.
また、これらにはケルト系も混ざっており、ボイオイ人やスコルディスコイ人やタウリスコイ人がそうである。
τοὺς δὲ Σκορδίσκους ἔνιοι Σκορδίστας καλοῦσι· καὶ τοὺς Ταυρίσκους δὲ Τευρίσκους καὶ Ταυρίστας φασί.
なお、スコルディスコイ人を「スコルディスタイ」と呼ぶ者もおり、タウリスコイ人を「テウリスコイ」や「タウリスタイ」とも言う。
§7.3.3λέγει δὲ τοὺς Μυσοὺς ὁ Ποσειδώνιος καὶ ἐμψύχων ἀπέχεσθαι κατʼ εὐσέβειαν, διὰ δὲ τοῦτο καὶ θρεμμάτων·
ポセイドニオスはまた、ミシュア人が敬虔さのゆえに生きているものを食べるのを避け、それゆえ家畜を食べることも避けていると述べている。
μέλιτι δὲ χρῆσθαι καὶ γάλακτι καὶ τυρῷ ζῶντας καθʼ ἡσυχίαν, διὰ δὲ τοῦτο καλεῖσθαι θεοσεβεῖς τε καὶ καπνοβάτας·
そして彼らは、蜜や乳、チーズを用い、静かに暮らしており、それゆえに彼らは「神を畏れる者たち」や「カプノバタイ」と呼ばれているのだという。
εἶναι δέ τινας τῶν Θρᾳκῶν οἳ χωρὶς γυναικὸς ζῶσιν, οὓς κτίστας καλεῖσθαι, ἀνιερῶσθαί τε διὰ τιμὴν καὶ μετὰ ἀδείας ζῆν·
さらに、トラキア人の中には女性なしで暮らす者たちがおり、彼らは「クティスタイ」と呼ばれ、尊ばれて神に捧げられ、何の恐れもなく暮らしているのだという。
τούτους δὴ συλλήβδην ἅπαντας τὸν ποιητὴν εἰπεῖν ἀγαυοὺς ἱππημολγοὺς γλακτοφάγους ἀβίους τε, δικαιοτάτους ἀνθρώπους.
まさにこれらすべての人々を総称して、詩人は「誇り高き、馬の乳を搾る者たち、乳を食す者たち、アビオイ人、最も正しい人間たち」と呼んだのだという。
ἀβίους δὲ προσαγορεύειν μάλιστα ὅτι χωρὶς γυναικῶν, ἡγούμενον ἡμιτελῆ τινα βίον τὸν χῆρον, καθάπερ καὶ τὸν οἶκον ἡμιτελῆ τὸν Πρωτεσιλάου διότι χῆρος·
そして、彼らを「アビオイ」と呼ぶのは、とりわけ彼らが女性なしで暮らしているからであり、それは、独り身の生活は未完成なものであると考えたからである。 これは、プロテシラオスの家が、主を失って独り身となったゆえに「未完成の家」と言われるのと同様である。
ἀγχεμάχους δὲ τοὺς Μυσούς, ὅτι ἀπόρθητοι, καθὰ οἱ ἀγαθοὶ πολεμισταί· δεῖν δὲ ἐν τῷ τρισκαιδεκάτῳ γράφειν ἀντὶ τοῦ Μυσῶν τʼ ἀγχεμάχων Μοισῶν τʼ ἀγχεμάχων.
また、ミシュア人を「接近戦を戦う」と呼ぶのは、彼らが優れた戦士たちのように征服されないからであり、さらに、第十三巻においては、「接近戦を戦うミシュア人たちの」の代わりに「接近戦を戦うモイソイ人たちの」と書くべきだという。