§7.3.1τὸ δὲ νότιον μέρος τῆς Γερμανίας τὸ πέραν τοῦ Ἄλβιος τὸ μὲν συνεχὲς ἀκμὴν ὑπὸ τῶν Σοήβων κατέχεται·
至于阿尔比斯河以外日耳曼尼亚的南部地区,与其相邻的部分目前仍由苏维汇人占领。
εἶτʼ εὐθὺς ἡ τῶν Γετῶν συνάπτει γῆ, κατʼ ἀρχὰς μὲν στενή, παρατεταμένη τῷ Ἴστρῳ κατὰ τὸ νότιον μέρος, κατὰ δὲ τοὐναντίον τῇ παρωρείᾳ τοῦ Ἑρκυνίου δρυμοῦ, μέρος τι τῶν ὀρῶν καὶ αὐτὴ κατέχουσα, εἶτα πλατύνεται πρὸς τὰς ἄρκτους μέχρι Τυρεγετῶν· τοὺς δὲ ἀκριβεῖς ὅρους οὐκ ἔχομεν φράζειν.
随后紧邻着的就是盖塔人的土地,起初狭窄,南面沿伊斯特罗斯河延伸,相反的一面则沿着赫尔辛尼亚森林的麓山地带,其自身也占领了山脉的一部分,然后向北变宽,一直延伸到提雷盖塔人那里;但我们无法说明确切的边界。
διὰ δὲ τὴν ἄγνοιαν τῶν τόπων τούτων οἱ τὰ Ῥιπαῖα ὄρη καὶ τοὺς Ὑπερβορείους μυθοποιοῦντες λόγου ἠξίωνται, καὶ ἃ Πυθέας ὁ Μασσαλιώτης κατεψεύσατο ταῦτα τῆς παρωκεανίτιδος, προσχήματι χρώμενος τῇ περὶ τὰ οὐράνια καὶ τὰ μαθηματικὰ ἱστορίᾳ.
由于对这些地方的无知,那些对里帕伊山脉和极北之地人进行神话创作的人被认为值得信赖,而马萨利亚的皮特亚斯利用关于天文和数学的研究所作的伪装,对大洋沿岸所捏造的谎言也同样被当回事。
ἐκεῖνοι μὲν οὖν ἐάσθωσαν· οὐδὲ γὰρ εἴ τινα Σοφοκλῆς τραγῳδεῖ περὶ τῆς Ὠρειθυίας λέγων ὡς ἀναρπαγεῖσα ὑπὸ Βορέου κομισθείη
"
ὑπέρ τε πόντον πάντʼ ἐπʼ ἔσχατα χθονὸς
νυκτός τε πηγὰς οὐρανοῦ τʼ ἀναπτυχάς,
Φοίβου παλαιὸν κῆπον,
"
οὐδὲν ἂν εἴη πρὸς τὰ νῦν, ἀλλʼ ἐατέον, ὥσπερ καὶ ἐν τῷ Φαίδρῳ ὁ Σωκράτης.
那么,就让那些人过去吧;因为即使索福克勒斯在悲剧中描述奥蕾梯亚,说她被玻瑞阿斯劫持并被带到“越过整个大海直到大地的尽头,夜的源泉和天空开辟之处,福玻斯的古老花园”,这也与当前的事情毫无关系,而是应该不予理会,正如苏格拉底在《斐德罗篇》中所做的那样。
ἃ δὲ ἔκ τε τῆς παλαιᾶς ἱστορίας καὶ τῆς νῦν παρειλήφαμεν, ταῦτα λέγωμεν.
但让我们来谈谈我们从古代历史和现代记载中所继承的那些事情。
§7.3.2οἱ τοίνυν Ἕλληνες τοὺς Γέτας Θρᾷκας ὑπελάμβανον· ᾤκουν δʼ ἐφʼ ἑκάτερα τοῦ Ἴστρου καὶ οὗτοι καὶ οἱ Μυσοὶ Θρᾷκες ὄντες καὶ αὐτοὶ καὶ οὓς νῦν Μοισοὺς καλοῦσιν, ἀφʼ ὧν ὡρμήθησαν καὶ οἱ νῦν μεταξὺ Λυδῶν καὶ Φρυγῶν καὶ Τρώων οἰκοῦντες Μυσοί.
于是,希腊人认为盖塔人是色雷斯人;他们以及同样是色雷斯人、现在被称为默西亚人的米西亚人,都居住在伊斯特罗斯河的两岸,而如今居住在吕底亚人、弗里吉亚人和特洛伊人之间的米西亚人,也是从他们那里源出的。
καὶ αὐτοὶ δʼ οἱ Φρύγες Βρίγες εἰσί, Θρᾴκιόν τι ἔθνος, καθάπερ καὶ Μυγδόνες καὶ Βέβρυκες καὶ Μαιδοβιθυνοὶ καὶ Βιθυνοὶ καὶ Θυνοὶ, δοκῶ δὲ καὶ τοὺς Μαριανδυνούς.
弗里吉亚人本身也是布里吉人,这是一个色雷斯部落,正如米格多涅斯人、贝布里克斯人、迈多比提尼亚人、比提尼亚人、提尼亚人,以及我认为还有马里安杜尼亚人一样。
οὗτοι μὲν οὖν τελέως ἐκλελοίπασι πάντες τὴν Εὐρώπην, οἱ δὲ Μυσοὶ συνέμειναν.
因此,这些人全部彻底离开了欧洲,但米西亚人留了下来。
καὶ Ὅμηρον δʼ ὀρθῶς εἰκάζειν μοι δοκεῖ Ποσειδώνιος τοὺς ἐν τῇ Εὐρώπῃ Μυσοὺς κατονομάζειν (λέγω δὲ τοὺς ἐν τῇ Θρᾴκῃ) ὅταν φῇ
"
αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ,
νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
Μυσῶν τʼ ἀγχεμάχων.
波塞多尼乌斯在我看来推测得对,他认为荷马在以下诗句中所称呼的是欧洲的(我的意思是色雷斯的)米西亚人:“但他自己又转回闪亮双眼,眺望远方养马的色雷斯人的土地和近战的米西亚人的土地。
"
ἐπεὶ εἴ γε τοὺς κατὰ τὴν Ἀσίαν Μυσοὺς δέχοιτό τις, ἀπηρτημένος ἂν εἴη ὁ λόγος.
”因为如果有人理解为亚洲的米西亚人,这段话就会显得缺乏联系。
τὸ γὰρ ἀπὸ τῶν Τρώων τρέψαντα τὴν ὅρασιν ἐπὶ τὴν Θρᾳκῶν γῆν συγκαταλέγειν ταύτῃ τὴν τῶν Μυσῶν, τῶν οὐ νόσφιν ὄντων ἀλλʼ ὁμόρων τῇ Τρῳάδι καὶ ὄπισθεν αὐτῆς ἱδρυμένων καὶ ἑκατέρωθεν, διειργομένων δʼ ἀπὸ τῆς Θρᾴκης πλατεῖ Ἑλλησπόντῳ, συγχέοντος ἂν εἴη τὰς ἠπείρους καὶ ἅμα τῆς φράσεως οὐκ ἀκούοντος.
因为,把目光从特洛伊人移向色雷斯人的土地,并在其中列入米西亚人的土地——而他们并非远在天边,而是与特洛伊亚相邻,位于其后方及两侧,且被宽阔的赫勒斯滂海峡与色雷斯隔开——这会是一个混淆大陆、同时又没听懂其措辞的人的做法。
τὸ γὰρ πάλιν τρέπεν μάλιστα μέν ἐστιν εἰς τοὐπίσω· ὁ δʼ ἀπὸ τῶν Τρώων μεταφέρων τὴν ὄψιν ἐπὶ τοὺς μὴ ὄπισθεν αὐτῶν ἢ ἐκ πλαγίων ὄντας προσωτέρω μὲν μεταφέρει, εἰς τοὐπίσω δʼ οὐ πάνυ.
因为,“再次转回”最主要是“向后”;而那些把目光从特洛伊人移向并不在他们后方或侧方的人的人,确实是在把目光向更前方移动,而绝非向后。
καὶ τὸ ἐπιφερόμενον δʼ αὐτοῦ τούτου μαρτύριον, ὅτι τοὺς ἱππημολγοὺς καὶ γαλακτοφάγους καὶ ἀβίους συνῆψεν αὐτοῖς, οἵπερ εἰσὶν οἱ ἁμάξοικοι Σκύθαι καὶ Σαρμάται.
紧随其后的内容也是这方面的证据,因为他把他们与那些挤马奶、以奶为食且被称为阿比伊人的人联系在一起,而这些人正是住在篷车里的斯基泰人和萨尔马提亚人。
καὶ γὰρ νῦν ἀναμέμικται ταῦτα τὰ ἔθνη τοῖς Θρᾳξὶ καὶ τὰ Βασταρνικά, μᾶλλον μὲν τοῖς ἐκτὸς Ἴστρου, ἀλλὰ καὶ τοῖς ἐντός.
事实上,直到现在这些部落仍然与色雷斯人混居,巴斯塔奈系的部落也是如此,虽然在伊斯特罗斯河外侧的人身上更为明显,但在内侧的人身上也是这样。
τούτοις δὲ καὶ τὰ Κελτικά, οἵ τε Βόιοι καὶ Σκορδίσκοι καὶ Ταυρίσκοι.
而在这些人之中还有凯尔特系的部落,如波伊奥伊人、斯科尔迪斯科伊人和陶里斯科伊人。
τοὺς δὲ Σκορδίσκους ἔνιοι Σκορδίστας καλοῦσι· καὶ τοὺς Ταυρίσκους δὲ Τευρίσκους καὶ Ταυρίστας φασί.
另外,有些人称斯科尔迪斯科伊人为“斯科尔迪斯泰人”;他们说陶里斯科伊人也被称为“特乌里斯科伊人”和“陶里斯泰人”。
§7.3.3λέγει δὲ τοὺς Μυσοὺς ὁ Ποσειδώνιος καὶ ἐμψύχων ἀπέχεσθαι κατʼ εὐσέβειαν, διὰ δὲ τοῦτο καὶ θρεμμάτων· μέλιτι δὲ χρῆσθαι καὶ γάλακτι καὶ τυρῷ ζῶντας καθʼ ἡσυχίαν, διὰ δὲ τοῦτο καλεῖσθαι θεοσεβεῖς τε καὶ καπνοβάτας·
波塞多尼乌斯还说,米西亚人出于敬虔而禁食有生命之物,因此也禁食家畜;他们依靠蜂蜜、牛奶和奶酪度日,过着平静的生活,因此被称为“敬神者”和“烟行者”。
εἶναι δέ τινας τῶν Θρᾳκῶν οἳ χωρὶς γυναικὸς ζῶσιν, οὓς κτίστας καλεῖσθαι, ἀνιερῶσθαί τε διὰ τιμὴν καὶ μετὰ ἀδείας ζῆν·
此外,色雷斯人中有些人在没有女人的情况下生活,他们被称为“创立者”,因受到尊敬而被奉献给神,免于恐惧地生活。
τούτους δὴ συλλήβδην ἅπαντας τὸν ποιητὴν εἰπεῖν ἀγαυοὺς ἱππημολγοὺς γλακτοφάγους ἀβίους τε, δικαιοτάτους ἀνθρώπους.
诗人正是将所有这些人统称为“高贵的挤马奶者、以乳为食者和阿比伊人,最公正的人”。
ἀβίους δὲ προσαγορεύειν μάλιστα ὅτι χωρὶς γυναικῶν, ἡγούμενον ἡμιτελῆ τινα βίον τὸν χῆρον, καθάπερ καὶ τὸν οἶκον ἡμιτελῆ τὸν Πρωτεσιλάου διότι χῆρος·
而他之所以称他们为“阿比伊人”,主要是因为他们没有女人,认为独身的生活是未完成的生活,正如同普罗特西劳斯的家因为失去女主人而被称为“未完成的家”一样。
ἀγχεμάχους δὲ τοὺς Μυσούς, ὅτι ἀπόρθητοι, καθὰ οἱ ἀγαθοὶ πολεμισταί· δεῖν δὲ ἐν τῷ τρισκαιδεκάτῳ γράφειν ἀντὶ τοῦ Μυσῶν τʼ ἀγχεμάχων Μοισῶν τʼ ἀγχεμάχων.
而他称米西亚人为“近战的”,是因为他们不可战胜,如同优秀的战士一般;并且说在《伊利亚特》第十三卷中,应该用“近战的默西亚人”代替“近战的米西亚人”。