§7.1.1εἰρηκόσι δʼ ἡμῖν περὶ τῆς Ἰβηρίας καὶ τῶν Κελτικῶν ἐθνῶν καὶ τῶν Ἰταλικῶν σὺν ταῖς πλησίον νήσοις ἐφεξῆς ἂν εἴη λέγειν τὰ λειπόμενα τῆς Εὐρώπης μέρη, διελοῦσι τὸν ἐνδεχόμενον τρόπον.
我々がイベリア、ケルトの諸民族、そしてそれらに近接する島々を伴うイタリアの諸民族についてすでに述べたので、次に、可能な方法で区分しながら、ヨーロッパの残されている部分について述べるのが順序であろう。
λείπεται δὲ τὰ πρὸς ἕω μὲν τὰ πέραν τοῦ Ῥήνου μέχρι τοῦ Τανάιδος καὶ τοῦ στόματος τῆς Μαιώτιδος λίμνης, καὶ ὅσα μεταξὺ τοῦ Ἀδρίου καὶ τῶν ἀριστερῶν τῆς Ποντικῆς θαλάττης μερῶν ἀπολαμβάνει πρὸς νότον μέχρι τῆς Ἑλλάδος καὶ τῆς Προποντίδος ὁ Ἴστρος·
残されているのは、東の方では、ライン川の彼方からタナイス川およびマイオティス湖の湖口に至るまでの地域であり、またアドリア海とポントス海の左側の地域との間で、イストロス川が南の方においてギリシアおよびプロポンティスに至るまでに取り囲んでいるすべての地域である。
διαιρεῖ γὰρ οὗτος ἅπασαν ὡς ἐγγυτάτω δίχα τὴν λεχθεῖσαν γῆν, μέγιστος τῶν κατὰ τὴν Εὐρώπην ποταμῶν, ῥέων πρὸς νότον κατʼ ἀρχάς, εἶτʼ ἐπιστρέφων εὐθὺς ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολὴν καὶ τὸν Πόντον.
というのも、この川は、述べられた土地全体をほぼ正確に二分しているからであり、ヨーロッパの川の中で最大のもので、最初は南に向かって流れ、次に西から東およびポントス海へと急に向きを変えている。
ἄρχεται μὲν οὖν ἀπὸ τῶν Γερμανικῶν ἄκρων τῶν ἑσπερίων, πλησίον δὲ καὶ τοῦ μυχοῦ τοῦ Ἀδριατικοῦ, διέχων αὐτοῦ περὶ χιλίους σταδίους·
それは、西のゲルマンの山地から始まり、アドリア海の湾奥にも近く、そこから約千スタディオン離れている。
τελευτᾷ δʼ εἰς τὸν Πόντον οὐ πολὺ ἄπωθεν τῶν τοῦ Τύρα καὶ τοῦ Βορυσθένους ἐκβολῶν, ἐκκλίνων πως πρὸς ἄρκτους.
そして、やや北に傾きながら、テュラス川とボリュステネス川の河口からそれほど遠くないところでポントス海に終わる。
προσάρκτια μὲν οὖν ἐστι τῷ Ἴστρῳ τὰ πέραν τοῦ Ῥήνου καὶ τῆς Κελτικῆς·
したがって、イストロス川の北側にあるのは、ライン川およびケルトの地の彼方にある地域である。
ταῦτα δʼ ἐστὶ τά τε Γαλατικὰ ἔθνη καὶ τὰ Γερμανικὰ μέχρι Βασταρνῶν καὶ Τυρεγετῶν καὶ τοῦ ποταμοῦ τοῦ Βορυσθένους, καὶ ὅσα μεταξὺ τούτου καὶ Τανάιδος καὶ τοῦ στόματος τῆς Μαιώτιδος εἴς τε τὴν μεσόγαιαν ἀνατείνει μέχρι τοῦ ὠκεανοῦ καὶ τῇ Ποντικῇ κλύζεται θαλάττῃ·
これらは、バスタルナイやテュレゲタイ、そしてボリュステネス川に至るまでのガラティアの諸民族およびゲルマンの諸民族であり、さらにこの川とタナイス川およびマイオティス湖の湖口との間で、内陸においては大洋まで達し、ポントス海によって波に洗われているすべての地域である。
μεσημβρινὰ δὲ τά τε Ἰλλυρικὰ καὶ τὰ Θρᾴκια καὶ ὅσα τούτοις ἀναμέμικται τῶν Κελτικῶν ἤ τινων ἄλλων, μέχρι τῆς Ἑλλάδος.
一方、南側にあるのは、イリュリアの諸民族、トラキアの諸民族、およびこれらに混ざり合っているケルトやその他の諸民族の土地で、ギリシアに至る。
λέγωμεν δὲ πρῶτον περὶ τῶν ἐκτὸς τοῦ Ἴστρου·
まずはイストロス川の外側にある地域について述べよう。
πολὺ γὰρ ἁπλούστερα τῶν ἐπὶ θάτερα μερῶν ἐστιν.
なぜなら、そちらはもう一方の側に比べてはるかに単純だからである。
§7.1.2εὐθὺς τοίνυν τὰ πέραν τοῦ Ῥήνου μετὰ τοὺς Κελτοὺς πρὸς τὴν ἕω κεκλιμένα Γερμανοὶ νέμονται, μικρὸν ἐξαλλάττοντες τοῦ Κελτικοῦ φύλου τῷ τε πλεονασμῷ τῆς ἀγριότητος καὶ τοῦ μεγέθους καὶ τῆς ξανθότητος, τἆλλα δὲ παραπλήσιοι καὶ μορφαῖς καὶ ἤθεσι καὶ βίοις ὄντες, οἵους εἰρήκαμεν τοὺς Κελτούς.
さて、ライン川の彼方で、ケルト人のすぐ後に東へと位置している地域は、ゲルマン人が居住しており、彼らは野蛮さ、体躯の大きさ、金髪の度合いがより甚だしいという点でケルト人の部族とわずかに異なっているだけで、その他の点では、我々がケルト人について述べたような容姿、気質、生活様式に非常に類似している。
διὸ δὴ καί μοι δοκοῦσι Ῥωμαῖοι τοῦτο αὐτοῖς θέσθαι τοὔνομα ὡς ἂν γνησίους Γαλάτας φράζειν βουλόμενοι·
それゆえにこそ、ローマ人は、彼らを本物のガラティア人と呼びたいと望んで、この名前を彼らに与えたのだと私は思う。
γνήσιοι γὰρ οἱ Γερμανοὶ κατὰ τὴν Ῥωμαίων διάλεκτον.
なぜなら、ローマ人の言語においては、ゲルマノイは本物を意味するからである。