Humanitext Reader

斯特拉波 · 地理学 §7.1.3

莱茵河与阿尔比斯河之间的地理与部族

第 201 段,共 577 段 · 希腊语

内容简介

斯特拉博描述了莱茵河与阿尔比斯河(易北河)之间的日耳曼地理,详细介绍了赫尔辛尼亚森林、马罗博杜斯统治下的苏维汇人及其游牧生活方式。他还提及了德鲁苏斯·日耳曼尼库斯在该地区的军事征服活动,以及维苏尔吉斯河和鲁皮亚斯河等几条河流。

§7.1.3ἔστι δὲ τὰ μὲν πρῶτα μέρη τῆς χώρας ταύτης τὰ πρὸς τῷ Ῥήνῳ μέχρι τῶν ἐκβολῶν ἀπὸ τῆς πηγῆς ἀρξαμένοις· σχεδὸν δέ τι καὶ τοῦτʼ ἔστι τὸ ἑσπέριον τῆς χώρας πλάτος, ἡ ποταμία πᾶσα.
这个地区的第一部分是沿着莱茵河、从源头开始一直到河口的区域;而这整片沿河土地,几乎可以说是该地区的西部宽度。
ταύτης δὲ τὰ μὲν εἰς τὴν Κελτικὴν μετήγαγον Ῥωμαῖοι, τὰ δʼ ἔφθη μεταστάντα εἰς τὴν ἐν βάθει χώραν, καθάπερ Μαρσοί· λοιποὶ δʼ εἰσὶν ὀλίγοι καὶ τῶν Σουγάμβρων μέρος.
在这片土地中,罗马人将一部分人迁移到了凯尔特地区(高卢),而另一部分人则抢先迁移到了内陆深处,正如马尔西人那样;剩下的只有少数人,其中包括苏甘布里人的一部分。
μετὰ δὲ τοὺς παραποταμίους τἆλλά ἐστιν ἔθνη τὰ μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Ἄλβιος ποταμοῦ, ὃς παράλληλός πως ἐκείνῳ ῥεῖ πρὸς τὸν ὠκεανόν, οὐκ ἐλάττω χώραν διεξιὼν ἤπερ ἐκεῖνος.
在沿河居民之后,是介于莱茵河与阿尔比斯河之间的其他部落。 阿尔比斯河与莱茵河大致平行地流向大洋,穿过的土地面积不亚于后者。
εἰσὶ δὲ μεταξὺ καὶ ἄλλοι ποταμοὶ πλωτοὶ (ὧν ἐν τῷ Ἀμασίᾳ Δροῦσος Βρουκτέρους κατεναυμάχησε), ῥέοντες ὡσαύτως ἀπὸ νότου πρὸς βορρᾶν καὶ τὸν ὠκεανόν.
在这两河之间还有其他可通航的河流(在其中的阿马西亚河上,德鲁苏斯曾在一场海战中击败了布鲁克特里人),它们同样由南向北流入大洋。
ἐξῆρται γὰρ ἡ χώρα πρὸς νότον καὶ συνεχῆ ταῖς Ἄλπεσι ποιεῖ ῥάχιν τινὰ πρὸς ἕω τεταμένην, ὡς ἂν μέρος οὖσαν τῶν Ἄλπεων· καὶ δὴ καὶ ἀπεφήναντό τινες οὕτως διά τε τὴν λεχθεῖσαν θέσιν καὶ διὰ τὸ τὴν αὐτὴν ὕλην ἐκφέρειν· οὐ μὴν ἐπὶ τοσοῦτό γε ὕψος ἀνίσχει τὰ ταύτῃ ὄρη.
因为该地区向南升高,并与阿尔卑斯山相连,形成了一条向东延伸的山脊,仿佛是阿尔卑斯山的一部分;事实上,有些人确实这样认为,这既是因为上述位置,也是因为它产出相同的木材;然而,这一地区的山脉并没有升到那么高的高度。
ἐνταῦθα δʼ ἐστὶν ὁ Ἑρκύνιος δρυμὸς καὶ τὰ τῶν Σοήβων ἔθνη, τὰ μὲν οἰκοῦντα ἐντὸς τοῦ δρυμοῦ, ἐν οἷς ἐστι καὶ τὸ Βουίαιμον τὸ τοῦ Μαροβόδου βασίλειον, εἰς ὃν ἐκεῖνος τόπον ἄλλους τε μετανέστησε πλείους καὶ δὴ καὶ τοὺς ὁμοεθνεῖς ἑαυτῷ Μαρκομμάνους.
这里有赫尔辛尼亚森林和苏维汇人的诸部落,其中一些居住在森林内部,其中也有波伊埃蒙,即马罗博杜斯的王宫所在地;他将其他几个部落迁往该地,尤其是与他同族的马科曼尼人。
ἐπέστη γὰρ τοῖς πράγμασιν οὗτος ἐξ ἰδιώτου μετὰ τὴν ἐκ Ῥώμης ἐπάνοδον· νέος γὰρ ἦν ἐνθάδε καὶ εὐεργετεῖτο ὑπὸ τοῦ Σεβαστοῦ, ἐπανελθὼν δὲ ἐδυνάστευσε καὶ κατεκτήσατο πρὸς οἷς εἶπον Λουγίους τε, μέγα ἔθνος, καὶ Ζούμους καὶ Γούτωνας καὶ Μουγίλωνας καὶ Σιβίνους καὶ τῶν Σοήβων αὐτῶν μέγα ἔθνος, Σέμνωνας.
因为这个人在从罗马返回后,从一介私人登上了统治地位;他年轻时曾在罗马,并受到奥古斯都的恩遇,回国后便建立起统治,除了我提到的人之外,还征服了卢基人(一个大部落)、祖姆人、古托内斯人、穆吉洛内斯人、西比努斯人,以及苏维汇人自身中的一个大部落塞姆诺内斯人。
πλὴν τά γε τῶν Σοήβων, ὡς ἔφην, ἔθνη τὰ μὲν ἐντὸς οἰκεῖ, τὰ δὲ ἐκτὸς τοῦ δρυμοῦ, ὅμορα τοῖς Γέταις.
不过,正如我所说,苏维汇人的部落一部分居住在森林内,一部分居住在森林外,与盖塔人接壤。
μέγιστον μὲν οὖν τὸ τῶν Σοήβων ἔθνος· διήκει γὰρ ἀπὸ τοῦ Ῥήνου μέχρι τοῦ Ἄλβιος· μέρος δέ τι αὐτῶν καὶ πέραν τοῦ Ἄλβιος νέμεται, καθάπερ Ἑρμόνδοροι καὶ Λαγκόβαρδοι· νυνὶ δὲ καὶ τελέως εἰς τὴν περαίαν οὗτοί γε ἐκπεπτώκασι φεύγοντες.
苏维汇部落是最大的,因为它的领地从莱茵河延伸到阿尔比斯河;他们的一部分甚至居住在阿尔比斯河的彼岸,例如赫尔蒙多里人和兰科巴多伊人;但现在,这些人在逃亡中已被完全驱逐到了河的对岸。
κοινὸν δʼ ἐστὶν ἅπασι τοῖς ταύτῃ τὸ περὶ τὰς μεταναστάσεις εὐμαρὲς διὰ τὴν λιτότητα τοῦ βίου καὶ διὰ τὸ μὴ γεωργεῖν μηδὲ θησαυρίζειν, ἀλλʼ ἐν καλυβίοις οἰκεῖν ἐφήμερον ἔχουσι παρασκευήν· τροφὴ δʼ ἀπὸ τῶν θρεμμάτων ἡ πλείστη καθάπερ τοῖς νομάσιν, ὥστʼ ἐκείνους μιμούμενοι τὰ οἰκεῖα ταῖς ἁρμαμάξαις ἐπάραντες ὅπῃ ἂν δόξῃ τρέπονται μετὰ τῶν βοσκημάτων.
这一地区所有人的共同特征是他们易于迁移,这是因为他们生活简朴,不从事耕作,也不积蓄财富,而是住在小屋里,只有临时的生活准备;他们的食物大部分来自牲畜,就像游牧民族一样,因此他们模仿游牧民族,将家当装上蓬车,带着牲畜走向他们认为合适的任何地方。
ἄλλα δʼ ἐνδεέστερά ἐστιν ἔθνη Γερμανικὰ Χηροῦσκοί τε καὶ Χάττοι καὶ Γαμαβρίουιοι καὶ Χαττουάριοι· πρὸς δὲ τῷ ὠκεανῷ Σούγαμβροί τε καὶ Χαῦβοι καὶ Βρούκτεροι καὶ Κίμβροι Καῦκοί τε καὶ Καοῦλκοι καὶ Καμψιανοὶ καὶ ἄλλοι πλείους.
其他较弱小的日耳曼部落有切鲁西人、哈蒂人、加马布里维人和哈图阿里人;靠近大洋的有苏甘布里人、哈乌比人、布鲁克特里人、辛布里人、卡乌科人、卡乌尔科人、坎普西亚尼人以及其他许多部落。
ἐπὶ ταὐτὰ δὲ τῷ Ἀμασίᾳ φέρονται Βίσουργίς τε καὶ Λουπίας ποταμός, διέχων Ῥήνου περὶ ἑξακοσίους σταδίους, ῥέων διὰ Βρουκτέρων τῶν ἐλαττόνων.
维苏尔吉斯河和鲁皮亚斯河也流向与阿马西亚河相同的方向,后者距离莱茵河约六百斯塔迪亚,流经较小的布鲁克特里人的领土。
ἔστι δὲ καὶ Σάλας ποταμός, οὗ μεταξὺ καὶ τοῦ Ῥήνου πολεμῶν καὶ κατορθῶν Δροῦσος ἐτελεύτησεν ὁ Γερμανικός.
还有萨拉河,在这条河与莱茵河之间,德鲁苏斯·日耳曼尼库斯在进行战争并取得成功时去世。
ἐχειρώσατο δʼ οὐ μόνον τῶν ἐθνῶν τὰ πλεῖστα, ἀλλὰ καὶ τὰς ἐν τῷ παράπλῳ νήσους, ὧν ἐστι καὶ ἡ Βυρχανίς, ἣν ἐκ πολιορκίας εἷλε.
他不仅征服了大多数部落,还征服了沿航线经过的岛屿,其中就有他通过围攻夺取的拜尔哈尼斯岛。

词汇与语法注释

  1. 7.1.3ἀρξαμένοις — 假设一般观察者的与格复数分词(意为“若从……开始”,表示条件或视角)。虽然类似表达中偶尔使用单数(ἀρξαμένῳ),但此处使用复数指代一般的旅行者或读者。
  2. 7.1.3ἔφθη μεταστάντα — 动词 φθάνω 伴随补充性分词,构成了“比……更早做某事”或“抢先做某事”的句式。此处用来描述马尔西人等部分部落在罗马人对其进行强制迁移之前,便已主动抢先迁往内陆。
  3. 7.1.3ὡς ἂν μέρος οὖσαν — ὡς 迈 + 分词(宾格 οὖσαν)结构,表示“仿佛是……”的假设性比拟。宾格的 οὖσαν 在性、数、格上与前文的 ῥάχιν τινά(一条山脊)相一致。
  4. p.399εἰς ὃν ἐκεῖνος τόπον — 先行词同化(attraction)的例子,名词 τόπος 被拉入由关系代词 ὃν 引导的关系从句中。正常的语序本应是 εἰς τὸν τόπον, εἰς ὃν ἐκεῖνος...,将名词并入关系从句使句子结构更加紧凑。
  5. p.400διέχων — 单数现在分词。尽管紧接其前并列提到了两条河流“维苏尔吉斯河与鲁皮亚斯河”(Βίσουργίς τε καὶ Λουπίας ποταμός),但该单数分词及其相关描述(距离莱茵河约六百斯塔迪亚、流经布鲁克特里人领土)仅修饰后者,即鲁皮亚斯河。

引用这一段

斯特拉波, 地理学 §7.1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。