Humanitext Reader

ストラボン · 地理誌 §6.2.7-6.2.8

シケリアの肥沃さとエトナ山の火口

188 / 577 箇所 · ギリシア語

要旨

シケリアの計り知れない肥沃さとその物産について解説し、さらにエトナ山の地形や、登山者の証言に基づく火口の様子、および哲学者エンペドクレスをめぐる伝説の信憑性を論じる。

§6.2.7τὴν δὲ τῆς χώρας ἀρετὴν θρυλουμένην ὑπὸ πάντων οὐδὲν χείρω τῆς Ἰταλίας ἀποφαινομένων τί δεῖ λέγειν;
すべての人がこの土地の肥沃さについて語り草とし、イタリアに少しも劣らないと主張していることについて、何を語る必要があろうか。
σίτῳ δὲ καὶ μέλιτι καὶ κρόκῳ καὶ ἄλλοις τισὶ κἂν ἀμείνω τις φαίη.
穀物、蜂蜜、サフラン、その他いくつかの点においては、ここがより優れていると言う者さえいるだろう。
πρόσεστι δὲ καὶ τὸ ἐγγύθεν·
さらに近さという利点も加わっている。
ὡσανεὶ γὰρ μέρος τι τῆς Ἰταλίας ἐστὶν ἡ νῆσος, καὶ ὑποχορηγεῖ τῇ Ῥώμῃ καθάπερ ἐκ τῶν Ἰταλικῶν ἀγρῶν ἕκαστα εὐμαρῶς καὶ ἀταλαιπώρως.
というのも、この島はまるでイタリアの一部であるかのようであり、イタリアの農地からであるかのように、個々の物資を容易に、かつ労なくローマに供給しているからである。
καὶ δὴ καὶ καλοῦσιν αὐτὴν ταμεῖον τῆς Ῥώμης·
実際、人々はこの島を「ローマの倉庫」と呼んでいる。
κομίζεται γὰρ τὰ γινόμενα πάντα πλὴν ὀλίγων τῶν αὐτόθι ἀναλισκομένων δεῦρο.
現地で消費されるわずかなものを除き、産出されるすべてのものがここへと運ばれるからである。
ταῦτα δʼ ἐστὶν οὐχ οἱ καρποὶ μόνον, ἀλλὰ καὶ βοσκήματα καὶ δέρματα καὶ ἔρια καὶ τὰ τοιαῦτα.
これらは農産物だけでなく、家畜、獣皮、羊毛、その他これに類するものである。
φησὶ δʼ ὁ Ποσειδώνιος οἷον ἀκροπόλεις ἐπὶ θαλάττης δύο τὰς Συρακούσσας ἱδρῦσθαι καὶ τὸν Ἔρυκα, μέσην δὲ ἀμφοῖν ὑπερκεῖσθαι τῶν κύκλῳ πεδίων τὴν Ἔνναν.
ポセイドニオスは、シュラクサイとエリュクスが海に面した二つのアクロポリスのように建てられており、その両者の中間に、周囲の平野を見下ろす形でエンナがそびえ立っている、と述べている。
§6.2.8πλησίον δὲ τῶν Κεντορίπων ἐστὶ πόλισμα ἡ μικρὸν ἔμπροσθεν λεχθεῖσα Αἴτνη τοὺς ἀναβαίνοντας ἐπὶ τὸ ὄρος δεχομένη καὶ παραπέμπουσα·
ケントリパの近くには、少し前に言及されたエトナという町があり、山に登る人々を受け入れ、また送り出している。
ἐντεῦθεν γὰρ ἀρχὴ τῆς ἀκρωρείας.
ここから山頂部への登り口が始まるからである。
ἔστι δὲ ψιλὰ τὰ ἄνω χωρία καὶ τεφρώδη καὶ χιόνος μεστὰ τοῦ χειμῶνος, τὰ κάτω δὲ δρυμοῖς καὶ φυτείαις διείληπται παντοδαπαῖς.
上部の地域は木がなく、灰に覆われ、冬には雪で満ちているが、下部は森やあらゆる種類の植栽で覆われている。
ἔοικε δὲ λαμβάνειν μεταβολὰς πολλὰς τὰ ἄκρα τοῦ ὄρους διὰ τὴν νομὴν τοῦ πυρός, τοτὲ μὲν εἰς ἕνα κρατῆρα συμφερομένου τοτὲ δὲ σχιζομένου, καὶ τοτὲ μὲν ῥύακας ἀναπέμποντος τοτὲ δὲ φλόγας καὶ λιγνῦς, ἄλλοτε δὲ καὶ μύδρους ἀναφυσῶντος·
火の活動によって山の山頂部は多くの変化を被るようであり、火がある時は一つの火口に集まり、ある時は分裂し、またある時は溶岩流を吹き出し、ある時は炎と黒煙を、またある時は熱い火山礫を吹き上げる。
ἀνάγκη δὲ τοῖς πάθεσι τούτοις τούς τε ὑπὸ γῆν πόρους συμμεταβάλλειν καὶ τὰ στόμια ἐνίοτε πλείω κατὰ τὴν ἐπιφάνειαν τὴν πέριξ.
これらの現象に伴って、地下の通路もまた変化し、周囲の表面の火口も時には増えることが不可避である。
οἱ δʼ οὖν νεωστὶ ἀναβάντες διηγοῦντο ἡμῖν ὅτι καταλάβοιεν ἄνω πεδίον ὁμαλὸν ὅσον εἴκοσι σταδίων τὴν περίμετρον, κλειόμενον ὀφρύι τεφρώδει τειχίου τὸ ὕψος ἔχοντι, ὥστε δεῖν καθάλλεσθαι τοὺς εἰς τὸ πεδίον προελθεῖν βουλομένους·
ところで、最近登った人々が我々に語ったところによれば、彼らは上部で周囲およそ20スタディオンの平らな平原を見出したが、それは城壁ほどの高さを持つ灰の堤によって囲まれており、そのため平原へ進むことを望む者は飛び降りねばならなかった。
ὁρᾶν τʼ ἐν τῷ μέσῳ βουνὸν τεφρώδη τὴν χρόαν, οἵαπερ καὶ ἡ ἐπιφάνεια καθεωρᾶτο τοῦ πεδίου, ὑπὲρ δὲ τοῦ βουνοῦ νέφος ὄρθιον διανεστηκὸς εἰς ὕψος ὅσον διακοσίων ποδῶν ἠρεμοῦν (εἶναι γὰρ καὶ νηνεμίαν), εἰκάζειν δὲ καπνῷ·
そして中央に、平原の表面に見られたのとまさに同じような灰色の丘があり、丘の上には約200フィートの高さに真っ直ぐ立ち上り、風もなかったため静止している雲があって、それを彼らは煙のようだと推測した。
δύο δὲ τολμήσαντας προελθεῖν εἰς τὸ πεδίον, ἐπειδὴ θερμοτέρας ἐπέβαινον τῆς ψάμμου καὶ βαθυτέρας, ἀναστρέψαι μηδὲν ἔχοντας περιττότερον φράζειν τῶν φαινομένων τοῖς πόρρωθεν ἀφορῶσι.
二人の者が平原へと進むことを企てたが、より熱く、より深い砂に足を踏み入れたとき、遠くから眺めている人々に見えるもの以上のことを語るすべを持たずに引き返した。
νομίζειν δʼ ἐκ τῆς τοιαύτης ὄψεως πολλὰ μυθεύεσθαι καὶ μάλιστα οἷά φασί τινες περὶ Ἐμπεδοκλέους, ὅτι καθάλοιτο εἰς τὸν κρατῆρα καὶ καταλίποι τοῦ πάθους ἴχνος τῶν ἐμβάδων τὴν ἑτέραν ἃς ἐφόρει χαλκᾶς·
このような光景から、多くのことが作り話とされていると彼らは考えており、とりわけ人々がエンペドクレスについて語るようなこと、すなわち彼が火口へと飛び降り、その出来事の証拠として、彼が履いていた青銅のサンダルの一方を残したという話がそうである。
εὑρεθῆναι γὰρ ἔξω μικρὸν ἄπωθεν τοῦ χείλους τοῦ κρατῆρος ὡς ἀνερριμμένην ὑπὸ τῆς βίας τοῦ πυρός·
サンダルは、火の勢いによって吹き上げられたかのように、火口の縁から少し離れた外側で見出されたというのである。
οὔτε γὰρ προσιτὸν εἶναι τὸν τόπον οὔθʼ ὁρατόν, εἰκάζειν τε μηδὲ καταρριφῆναί τι δύνασθαι ἐκεῖσε ὑπὸ τῆς ἀντιπνοίας τῶν ἐκ βάθους ἀνέμων καὶ τῆς θερμότητος, ἣν προαπαντᾶν εὔλογον πόρρωθεν πρὶν ἢ τῷ στομίῳ τοῦ κρατῆρος προσπελάσαι·
というのも、その場所は近づくことも見ることもできず、いかなるものもそこへ投げ落とされることは不可能であると彼らは推測しているからであり、それは深部からの逆風と熱気によるもので、その熱気は火口の開口部に近づくはるか手前から立ち向かってくるのが当然である。
εἰ δὲ καταρριφείη, φθάνοι ἂν διαφθαρὲν πρὶν ἀναρριφῆναι πάλιν ὁποῖον παρελήφθη πρότερον.
また、もし投げ落とされたとしても、かつて投げ落とされたときの状態のままで再び吹き上げられる前に、先に破壊されてしまうだろう。
τὸ μὲν οὖν ἐκλείπειν ποτὲ τὰ πνεύματα καὶ τὸ πῦρ ἐπιλειπούσης τῆς ὕλης, οὐκ ἄλογον, οὐ μὴν ἐπὶ τοσοῦτόν γε ὥστʼ ἀντὶ τῆς τοσαύτης βίας ἐφικτὸν ἀνθρώπῳ γενέσθαι τὸν πλησιασμόν.
したがって、燃料が尽きることによって時に風や火が絶えるということは不合理ではないが、だからといって、それほどの強大な力の代わりに、人間が近づくことが可能になるほど絶えるわけではない。
ὑπέρκειται δʼ ἡ Αἴτνη μᾶλλον μὲν τῆς κατὰ τὸν πορθμὸν καὶ τὴν Καταναίαν παραλίας, ἀλλὰ καὶ τῆς κατὰ τὸ Τυρρηνικὸν πέλαγος καὶ τὰς Λιπαραίων νήσους.
エトナ山は、海峡やカタネの沿岸の上方に位置しているが、ティレニア海やリパラ諸島の沿岸の上方にもそびえ立っている。
νύκτωρ μὲν οὖν καὶ φέγγη φαίνεται λαμπρὰ ἐκ τῆς κορυφῆς, μεθʼ ἡμέραν δὲ καπνῷ καὶ ἀχλύι κατέχεται.
夜間は山頂から輝かしい光が見え、日中は煙と霧に覆われている。

語釈・文法注

  1. §6.2.7ἀποφαινομένων — 現在分詞複数属格で、前行の `ὑπὸ πάντων`(すべての者によって)の `πάντων` に呼応する一致。`οὐδὲν χείρω τῆς Ἰταλίας`(イタリアに劣らないこと)を目的語とする対格節を導く。
  2. §6.2.7κἂν ἀμείνω τις φαίη — `κἂν` は `καὶ ἄν` の縮約。希求法 `φαίη` と共に潜在(〜と言うかもしれない)を表す。`ἀμείνω` は対格女性単数 `ἀμείνονα` の縮約形で、前節の `τὴν ἀρετήν` を承ける。
  3. §6.2.8τοῦ πυρός — この属格名詞に続く一連の現在分詞(`συμφερομένου`, `σχιζομένου`, `ἀναπέμποντος`, `ἀναφυσῶντος`)は、すべて `τοῦ πυρός`(火の)に性・数・格が一致し、前置詞句 `διὰ τὴν νομὴν`(広がりによって)の支配下にある。一部は中性・男性の語形を取るが、ここでは `πῦρ`(中性)の属格 `πυρός` に一致している。
  4. §6.2.8τειχίου τὸ ὕψος ἔχοντι — 与格現在分詞 `ἔχοντι`(中性・男性)は、文法上は女性与格名詞 `ὀφρύι`(堤)にかかるべきだが、直前の中性属格 `τειχίου`(城壁)の影響による引き込み(attraction)、あるいは文法的一致の破れ(アナコルトン)が起きている。
  5. §6.2.8φθάνοι ἂν διαφθαρὲν — `φθάνω` + 分詞(ここではアオリスト受動分詞 `διαφθαρὲν`)で「〜するよりも先に〜する」という慣用表現。希求法 `φθάνοι` + `ἄν` は潜在(〜することになるだろう)のニュアンスを持ち、次の `πρὶν ἀναρριφῆναι`(再び吹き上げられる前に)へ繋がる。

この箇所を引用する

ストラボン, 地理誌 §6.2.7-6.2.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.2.7-6.2.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。