§6.2.7τὴν δὲ τῆς χώρας ἀρετὴν θρυλουμένην ὑπὸ πάντων οὐδὲν χείρω τῆς Ἰταλίας ἀποφαινομένων τί δεῖ λέγειν;
至于这片土地的肥沃,早已人人称颂,他们声明它绝不亚于意大利,对此又何需多言?
σίτῳ δὲ καὶ μέλιτι καὶ κρόκῳ καὶ ἄλλοις τισὶ κἂν ἀμείνω τις φαίη.
甚至有人会说,在谷物、蜂蜜、藏红花以及其他某些物资方面,它还要更胜一筹。
πρόσεστι δὲ καὶ τὸ ἐγγύθεν· ὡσανεὶ γὰρ μέρος τι τῆς Ἰταλίας ἐστὶν ἡ νῆσος, καὶ ὑποχορηγεῖ τῇ Ῥώμῃ καθάπερ ἐκ τῶν Ἰταλικῶν ἀγρῶν ἕκαστα εὐμαρῶς καὶ ἀταλαιπώρως.
此外还有距离相近的优势;因为这座岛屿仿佛就是意大利的一部分,它将各种产物轻松、毫不费力地供给罗马,就像是从意大利的田野中运来一样。
καὶ δὴ καὶ καλοῦσιν αὐτὴν ταμεῖον τῆς Ῥώμης· κομίζεται γὰρ τὰ γινόμενα πάντα πλὴν ὀλίγων τῶν αὐτόθι ἀναλισκομένων δεῦρο.
事实上,人们称它为“罗马的仓库”;因为除了在当地消耗的少数物品外,这里生产的所有东西都会被运到这里。
ταῦτα δʼ ἐστὶν οὐχ οἱ καρποὶ μόνον, ἀλλὰ καὶ βοσκήματα καὶ δέρματα καὶ ἔρια καὶ τὰ τοιαῦτα.
这些不仅是农产品,还有牲畜、皮革、羊毛等类似物资。
φησὶ δʼ ὁ Ποσειδώνιος οἷον ἀκροπόλεις ἐπὶ θαλάττης δύο τὰς Συρακούσσας ἱδρῦσθαι καὶ τὸν Ἔρυκα, μέσην δὲ ἀμφοῖν ὑπερκεῖσθαι τῶν κύκλῳ πεδίων τὴν Ἔνναν.
波塞多尼奥斯说,叙拉古和埃里克斯就像是建在海边的两座卫城,而恩纳则高耸于周围的平原之上,介于两者正中。
§6.2.8πλησίον δὲ τῶν Κεντορίπων ἐστὶ πόλισμα ἡ μικρὸν ἔμπροσθεν λεχθεῖσα Αἴτνη τοὺς ἀναβαίνοντας ἐπὶ τὸ ὄρος δεχομένη καὶ παραπέμπουσα· ἐντεῦθεν γὰρ ἀρχὴ τῆς ἀκρωρείας.
在肯图里帕附近有刚才提到的埃特纳镇,它接待并送行那些登上该山的人;因为这里是山脊的起点。
ἔστι δὲ ψιλὰ τὰ ἄνω χωρία καὶ τεφρώδη καὶ χιόνος μεστὰ τοῦ χειμῶνος, τὰ κάτω δὲ δρυμοῖς καὶ φυτείαις διείληπται παντοδαπαῖς.
上部区域光秃、布满灰烬,冬季积雪盈满,而下部区域则被森林和各种植被所覆盖。
ἔοικε δὲ λαμβάνειν μεταβολὰς πολλὰς τὰ ἄκρα τοῦ ὄρους διὰ τὴν νομὴν τοῦ πυρός, τοτὲ μὲν εἰς ἕνα κρατῆρα συμφερομένου τοτὲ δὲ σχιζομένου, καὶ τοτὲ μὲν ῥύακας ἀναπέμποντος τοτὲ δὲ φλόγας καὶ λιγνῦς, ἄλλοτε δὲ καὶ μύδρους ἀναφυσῶντος· ἀνάγκη δὲ τοῖς πάθεσι τούτοις τούς τε ὑπὸ γῆν πόρους συμμεταβάλλειν καὶ τὰ στόμια ἐνίοτε πλείω κατὰ τὴν ἐπιφάνειαν τὴν πέριξ.
由于火势的蔓延,山顶部分似乎经历了许多变化,火时而聚集在一个火口,时而分裂,时而喷出熔岩流,时而喷出火焰和浓烟,时而也吹出炽热的石块;随着这些现象的发生,地下通道也必然发生相应的改变,周围表面的喷口有时也会增多。
οἱ δʼ οὖν νεωστὶ ἀναβάντες διηγοῦντο ἡμῖν ὅτι καταλάβοιεν ἄνω πεδίον ὁμαλὸν ὅσον εἴκοσι σταδίων τὴν περίμετρον, κλειόμενον ὀφρύι τεφρώδει τειχίου τὸ ὕψος ἔχοντι, ὥστε δεῖν καθάλλεσθαι τοὺς εἰς τὸ πεδίον προελθεῖν βουλομένους· ὁρᾶν τʼ ἐν τῷ μέσῳ βουνὸν τεφρώδη τὴν χρόαν, οἵαπερ καὶ ἡ ἐπιφάνεια καθεωρᾶτο τοῦ πεδίου, ὑπὲρ δὲ τοῦ βουνοῦ νέφος ὄρθιον διανεστηκὸς εἰς ὕψος ὅσον διακοσίων ποδῶν ἠρεμοῦν (εἶναι γὰρ καὶ νηνεμίαν), εἰκάζειν δὲ καπνῷ· δύο δὲ τολμήσαντας προελθεῖν εἰς τὸ πεδίον, ἐπειδὴ θερμοτέρας ἐπέβαινον τῆς ψάμμου καὶ βαθυτέρας, ἀναστρέψαι μηδὲν ἔχοντας περιττότερον φράζειν τῶν φαινομένων τοῖς πόρρωθεν ἀφορῶσι.
无论如何,最近登山的人向我们讲述说,他们在山顶发现了一片周长约二十斯塔迪翁的平坦平原,它被一个具有墙壁高度的灰烬堤缘所包围,因此想要进入平原的人必须跳下去;他们看到在中央有一个颜色呈灰色的丘,就像平原表面所呈现的颜色一样,在丘的上方有一朵直立的云,耸立到大约两百英尺的高度,静止不动(因为当时风平浪静),他们推测这云如同烟雾;有两个敢于向平原前进的人,当他们踩到更热、更深的沙子时,便转过身来,没有带来比远观者所见更多的见闻。
νομίζειν δʼ ἐκ τῆς τοιαύτης ὄψεως πολλὰ μυθεύεσθαι καὶ μάλιστα οἷά φασί τινες περὶ Ἐμπεδοκλέους, ὅτι καθάλοιτο εἰς τὸν κρατῆρα καὶ καταλίποι τοῦ πάθους ἴχνος τῶν ἐμβάδων τὴν ἑτέραν ἃς ἐφόρει χαλκᾶς· εὑρεθῆναι γὰρ ἔξω μικρὸν ἄπωθεν τοῦ χείλους τοῦ κρατῆρος ὡς ἀνερριμμένην ὑπὸ τῆς βίας τοῦ πυρός· οὔτε γὰρ προσιτὸν εἶναι τὸν τόπον οὔθʼ ὁρατόν, εἰκάζειν τε μηδὲ καταρριφῆναί τι δύνασθαι ἐκεῖσε ὑπὸ τῆς ἀντιπνοίας τῶν ἐκ βάθους ἀνέμων καὶ τῆς θερμότητος, ἣν προαπαντᾶν εὔλογον πόρρωθεν πρὶν ἢ τῷ στομίῳ τοῦ κρατῆρος προσπελάσαι· εἰ δὲ καταρριφείη, φθάνοι ἂν διαφθαρὲν πρὶν ἀναρριφῆναι πάλιν ὁποῖον παρελήφθη πρότερον.
他们认为,从这种景象中编造出了许多神话,尤其是有些人关于恩培多克勒的传说,说他跳进了火口,并留下了他所穿的两只青铜鞋中的一只,作为他遭遇的证据;因为那只鞋在火口边缘外不远处被发现,仿佛是被火的力量喷射出来的;因为他们推测,那个地方既不可接近也不可见,而且由于来自深处的风的逆吹和热气,任何东西都无法被投掷下去,这种热气理所当然在接近火口开口之前就从远处迎面扑来;如果被投掷下去,在它以原样再次被喷射出来之前,就已经被摧毁了。
τὸ μὲν οὖν ἐκλείπειν ποτὲ τὰ πνεύματα καὶ τὸ πῦρ ἐπιλειπούσης τῆς ὕλης, οὐκ ἄλογον, οὐ μὴν ἐπὶ τοσοῦτόν γε ὥστʼ ἀντὶ τῆς τοσαύτης βίας ἐφικτὸν ἀνθρώπῳ γενέσθαι τὸν πλησιασμόν.
当燃料匮乏时,风和火有时会止息,这并非不合理,但决不至于减弱到能够让人类克服如此巨大的力量而接近它的地步。
ὑπέρκειται δʼ ἡ Αἴτνη μᾶλλον μὲν τῆς κατὰ τὸν πορθμὸν καὶ τὴν Καταναίαν παραλίας, ἀλλὰ καὶ τῆς κατὰ τὸ Τυρρηνικὸν πέλαγος καὶ τὰς Λιπαραίων νήσους.
埃特纳山不仅耸立在海峡和卡塔奈沿岸的上方,也耸立在提雷尼亚海和利帕里群岛沿岸的上方。
νύκτωρ μὲν οὖν καὶ φέγγη φαίνεται λαμπρὰ ἐκ τῆς κορυφῆς, μεθʼ ἡμέραν δὲ καπνῷ καὶ ἀχλύι κατέχεται.
夜间,从山顶可以看到明亮的光芒,而白昼则被烟雾和浓雾所笼罩。