§6.2.5τῶν δὲ λοιπῶν τῆς Σικελίας πλευρῶν ἡ μὲν ἀπὸ τοῦ Παχύνου πρὸς Λιλύβαιον διήκουσα ἐκλέλειπται τελέως, ἴχνη τινὰ σώζουσα τῶν ἀρχαίων κατοικιῶν, ὧν ἦν καὶ Καμάρινα ἄποικος Συρακουσίων·
シケリアの残りの辺のうち、パキュノスからリリュバイオンへと至る辺は完全に荒廃しており、かつての居住地のいくつかの痕跡を留めるのみである。 その中にはシュラクサイの植民都市であったカマリナもあった。
Ἀκράγας δὲ Γελῴων οὖσα καὶ τὸ ἐπίνειον καὶ Λιλύβαιον ἔτι συμμένει.
しかし、ゲラ人の都市であったアクラガスとその港、およびリリュバイオンは今なお存続している。
τῇ γὰρ Καρχηδονίᾳ τούτων μάλιστα ὑποπιπτόντων τῶν μερῶν, μακροὶ καὶ συνεχεῖς οἱ πόλεμοι γενόμενοι τὰ πολλὰ κατέφθειραν.
というのも、これらの地域はとりわけカルタゴの支配領域に隣接していたため、長期にわたり継続した戦争が、その大部分を滅ぼしてしまったからである。
ἡ δὲ λοιπὴ καὶ μεγίστη πλευρά, καίπερ οὐδʼ αὐτὴ πολυάνθρωπος οὖσα ὅμως ἱκανῶς συνοικεῖται.
残された、そして最大の辺は、そこ自体も人口が希薄であるとはいえ、それでも十分に人が住んでいる。
καὶ γὰρ Ἄλαισα καὶ Τυνδαρὶς καὶ τὸ τῶν Αἰγεσταίων ἐμπόριον καὶ Κεφαλοιδὶς πολίσματά ἐστι· Πάνορμος δὲ καὶ Ῥωμαίων ἔχει κατοικίαν.
実際、ハライサ、テュンダリス、アイゲスタ人の交易港、そしてケパロイディスは町をなしており、パノルモスにはローマ人の植民地もある。
τὴν δὲ Αἰγεσταίαν κτισθῆναί φασιν ὑπὸ τῶν μετὰ Φιλοκτήτου διαβάντων εἰς τὴν Κροτωνιᾶτιν, καθάπερ ἐν τοῖς Ἰταλικοῖς εἴρηται, παρʼ αὐτοῦ σταλέντων εἰς τὴν Σικελίαν μετὰ Αἰγέστου τοῦ Τρωός.
アイゲスタの地は、イタリアに関する箇所で述べたように、フィロクテテスと共にクロトン地方に渡った人々によって、彼からトロイア人アイゲストスと共にシケリアへと送り出されて建設されたと言われている。
οἰκεῖται δὲ καὶ ὁ Ἔρυξ λόφος ὑψηλός, ἱερὸν ἔχων Ἀφροδίτης τιμώμενον διαφερόντως ἱεροδούλων γυναικῶν πλῆρες τὸ παλαιόν, ἃς ἀνέθεσαν κατʼ εὐχὴν οἵ τʼ ἐκ τῆς Σικελίας καὶ ἔξωθεν πολλοί·
また、エリュクスという高い丘も居住されており、ここにはひときわ崇敬されるアプロディテの神殿があって、古くはシケリア内外の多くの人々が誓願によって奉納した数多くの神殿娼婦たちで満ちていた。
νυνὶ δʼ ὥσπερ αὐτὴ ἡ κατοικία λειπανδρεῖ καὶ τῶν ἱερῶν σωμάτων ἐκλέλοιπε τὸ πλῆθος.
しかし現在では、居住地自体が過疎化しているのと同様に、神聖な人々[神殿娼婦]の数も激減している。
ἀφίδρυμα δʼ ἐστὶ καὶ ἐν Ῥώμῃ τῆς θεοῦ ταύτης τὸ πρὸ τῆς πύλης τῆς Κολλίνης ἱερὸν Ἀφροδίτης Ἐρυκίνης λεγόμενον, ἔχον καὶ νεὼν καὶ στοὰν περικειμένην ἀξιόλογον.
なお、ローマにもこの女神の分霊が祀られており、コッリナ門の前にある「エリュクスのアプロディテ神殿」と呼ばれるものがそれであり、神殿と注目に値する周囲の回廊を備えている。
§6.2.6ἐν δὲ τῇ μεσογαίᾳ τὴν μὲν Ἔνναν, ἐν ᾗ τὸ ἱερὸν τῆς Δήμητρος, ἔχουσιν ὀλίγοι, κειμένην ἐπὶ λόφῳ, περιειλημμένην πλατέσιν ὀροπεδίοις ἀροσίμοις πᾶσιν.
内陸部においては、デメテルの神殿があるエンナは、丘の上に位置し、周囲をすべて耕作可能な広い高原に囲まれているが、占有している者はわずかである。
ἐκάκωσαν δʼ αὐτὴν μάλιστα ἐμπολιορκηθέντες οἱ περὶ Εὔνουν δραπέται καὶ μόλις ἐξαιρεθέντες ὑπὸ Ῥωμαίων·
この町を最も傷つけたのは、エウヌスの一味の逃亡奴隷たちであり、彼らはここに立てこもって包囲され、ローマ人によって辛うじて退治された。
ἔπαθον δὲ τὰ αὐτὰ ταῦτα καὶ Καταναῖοι καὶ Ταυρομενῖται καὶ ἄλλοι πλείους.
そして、カタネやタウロメニオンの人々、その他多くの者たちもこれと同様の被害を被った。
ἡ δʼ ἄλλη κατοικία καὶ τῆς μεσογαίας ποιμένων ἡ πλείστη γεγένηται·
内陸部のその他の居住地の大部分は牧夫たちのものとなっている。
οὔτε γὰρ Ἱμέραν ἔτι συνοικουμένην ἴσμεν οὔτε Γέλαν οὔτε Καλλίπολιν οὔτε Σελινοῦντα οὔτʼ Εὔβοιαν οὔτʼ ἄλλας πλείους, ὧν τὴν μὲν Ἱμέραν οἱ ἐν Μυλαῖς ἔκτισαν Ζαγκλαῖοι, Καλλίπολιν δὲ Νάξιοι, Σελινοῦντα δὲ οἱ αὐτόθι Μεγαρεῖς, Εὔβοιαν δὲ οἱ Λεοντῖνοι.
というのも、我々はヒメラもゲラもカリポリスもセリヌスもエウボイアも、その他多くの都市も、もはや人が住んでいるとは知らないからである。 これらのうち、ヒメラはミュライにいたザンクレ人によって、カリポリスはナクソス人によって、セリヌスは現地のメガラ人によって、エウボイアはレオンティニ人によって建設された。
κεκάκωται δὲ καὶ ἡ Λεοντίνη πᾶσα, Ναξίων οὖσα καὶ αὐτὴ τῶν αὐτόθι·
また、レオンティニの全地域も荒廃しており、この地もまた現地のナクソス人のものであった。
τῶν μὲν γὰρ ἀτυχημάτων ἐκοινώνησαν ἀεὶ τοῖς Συρακουσσίοις, τῶν δʼ εὐτυχημάτων οὐκ ἀεί.
彼らは不幸においては常にシュラクサイ人と苦楽を共にしたが、幸運においては常にそうであったわけではないからである。
καὶ τῶν βαρβαρικῶν δʼ ἐξελείφθησαν πολλαί, καθάπερ οἱ Καμικοὶ τὸ Κωκάλου βασίλειον, παρʼ ᾧ Μίνως δολοφονηθῆναι λέγεται.
さらに、多くの非ギリシア人の都市も放棄された。 コカロスの王宮があり、ミノスが謀殺されたと伝えられるカミコイなどがそうである。
τὴν οὖν ἐρημίαν κατανοήσαντες Ῥωμαῖοι κατακτησάμενοι τά τε ὄρη καὶ τῶν πεδίων τὰ πλεῖστα ἱπποφορβοῖς καὶ βουκόλοις καὶ ποιμέσι παρέδοσαν·
それゆえ、この荒廃に目をつけたローマ人は、山々や平原の大部分を手に入れ、馬の飼育者、牛飼い、羊飼いたちに委ねた。
ὑφʼ ὧν πολλάκις εἰς κινδύνους κατέστη μεγάλους ἡ νῆσος, τὸ μὲν πρῶτον ἐπὶ λῃστείας τρεπομένων σποράδην τῶν νομέων, εἶτα καὶ κατὰ πλήθη συνισταμένων καὶ πορθούντων τὰς κατοικίας, καθάπερ ἡνίκα οἱ περὶ Εὔνουν τὴν Ἔνναν κατέσχον.
彼らによってこの島はしばしば大きな危機に陥った。 最初は牧夫たちが散発的に強盗に走り、次には集団を形成して居住地を略奪したからであり、エウヌスの一味がエンナを占領したときがまさにそうであった。
νεωστὶ δʼ ἐφʼ ἡμῶν εἰς τὴν Ῥώμην ἀνεπέμφθη Σέλουρός τις, Αἴτνης υἱὸς λεγόμενος, στρατιᾶς ἀφηγησάμενος καὶ λεηλασίαις πυκναῖς καταδεδραμηκὼς τὰ κύκλῳ τῆς Αἴτνης πολὺν χρόνον, ὃν ἐν τῇ ἀγορᾷ μονομάχων ἀγῶνος συνεστῶτος εἴδομεν διασπασθέντα ὑπὸ θηρίων·
また最近、我々の時代には、エトナの息子と呼ばれるセルロスという者がローマに送られてきた。 彼は一隊を率い、長い間エトナの周辺地域を頻繁な略奪によって荒らし回った人物であり、我々は彼が、広場で剣闘士の競技が開催されていた際、野獣によって引き裂かれるのを目撃した。
ἐπὶ πήγματος γάρ τινος ὑψηλοῦ τεθεὶς ὡς ἂν ἐπὶ τῆς Αἴτνης, διαλυθέντος αἰφνιδίως καὶ συμπεσόντος κατηνέχθη καὶ αὐτὸς εἰς γαλεάγρας θηρίων εὐδιαλύτους ἐπίτηδες παρεσκευασμένας ὑπὸ τῷ πήγματι.
彼は、あたかもエトナ山の上にあるかのような高い舞台の上に置かれていたのだが、その舞台が突如崩壊して落下したため、彼自身も、舞台の下に意図的に用意されていた、容易に開く仕組みの野獣の檻へと真っ逆さまに落ちたのである。