§6.2.5τῶν δὲ λοιπῶν τῆς Σικελίας πλευρῶν ἡ μὲν ἀπὸ τοῦ Παχύνου πρὸς Λιλύβαιον διήκουσα ἐκλέλειπται τελέως, ἴχνη τινὰ σώζουσα τῶν ἀρχαίων κατοικιῶν, ὧν ἦν καὶ Καμάρινα ἄποικος Συρακουσίων· Ἀκράγας δὲ Γελῴων οὖσα καὶ τὸ ἐπίνειον καὶ Λιλύβαιον ἔτι συμμένει.
在西西里其余的几边中,从帕丘努斯延伸到莉莉拜乌姆的那一边已完全荒废,仅保留了古代定居点的一些遗迹,其中就有卡马里纳,它是叙拉古人的殖民地;但曾属于盖拉人的阿克拉加斯及其港口,以及莉莉拜乌姆,至今仍然存在。
τῇ γὰρ Καρχηδονίᾳ τούτων μάλιστα ὑποπιπτόντων τῶν μερῶν, μακροὶ καὶ συνεχεῖς οἱ πόλεμοι γενόμενοι τὰ πολλὰ κατέφθειραν.
因为这些地方最容易受到迦太基领土的影响,长期且连续不断的战争摧毁了其中的大部分。
ἡ δὲ λοιπὴ καὶ μεγίστη πλευρά, καίπερ οὐδʼ αὐτὴ πολυάνθρωπος οὖσα ὅμως ἱκανῶς συνοικεῖται.
剩下且最大的一边,虽然其本身人口也不多,但仍然有足够的居民。
καὶ γὰρ Ἄλαισα καὶ Τυνδαρὶς καὶ τὸ τῶν Αἰγεσταίων ἐμπόριον καὶ Κεφαλοιδὶς πολίσματά ἐστι· Πάνορμος δὲ καὶ Ῥωμαίων ἔχει κατοικίαν.
因为哈莱萨、廷达里斯、埃杰斯塔人的贸易港口和凯法洛伊迪斯都是城镇;而帕诺尔莫斯也有罗马人的定居点。
τὴν δὲ Αἰγεσταίαν κτισθῆναί φασιν ὑπὸ τῶν μετὰ Φιλοκτήτου διαβάντων εἰς τὴν Κροτωνιᾶτιν, καθάπερ ἐν τοῖς Ἰταλικοῖς εἴρηται, παρʼ αὐτοῦ σταλέντων εἰς τὴν Σικελίαν μετὰ Αἰγέστου τοῦ Τρωός.
据说,埃杰斯塔地区是由那些与菲洛克特特斯一起渡海前往克罗托内地区的人建立的,正如在关于意大利的书中所说,他们是由他派遣,与特洛伊人埃杰斯托斯一起前往西西里的。
οἰκεῖται δὲ καὶ ὁ Ἔρυξ λόφος ὑψηλός, ἱερὸν ἔχων Ἀφροδίτης τιμώμενον διαφερόντως ἱεροδούλων γυναικῶν πλῆρες τὸ παλαιόν, ἃς ἀνέθεσαν κατʼ εὐχὴν οἵ τʼ ἐκ τῆς Σικελίας καὶ ἔξωθεν πολλοί· νυνὶ δʼ ὥσπερ αὐτὴ ἡ κατοικία λειπανδρεῖ καὶ τῶν ἱερῶν σωμάτων ἐκλέλοιπε τὸ πλῆθος.
埃里克斯这座高山也有人居住,山上有一座格外受人尊敬的阿佛洛狄忒神庙,在古代,神庙里充满了女庙奴,这是西西里岛内外的许多人根据誓愿所奉献的;但现在,正如这个定居点本身人口稀少一样,神圣身体的数量也已消失。
ἀφίδρυμα δʼ ἐστὶ καὶ ἐν Ῥώμῃ τῆς θεοῦ ταύτης τὸ πρὸ τῆς πύλης τῆς Κολλίνης ἱερὸν Ἀφροδίτης Ἐρυκίνης λεγόμενον, ἔχον καὶ νεὼν καὶ στοὰν περικειμένην ἀξιόλογον.
在罗马也有这位女神的复制像,即科利纳门前被称为埃里克斯阿佛洛狄忒的神庙,它既有一座庙宇,又有一个值得注意的周围柱廊。
§6.2.6ἐν δὲ τῇ μεσογαίᾳ τὴν μὲν Ἔνναν, ἐν ᾗ τὸ ἱερὸν τῆς Δήμητρος, ἔχουσιν ὀλίγοι, κειμένην ἐπὶ λόφῳ, περιειλημμένην πλατέσιν ὀροπεδίοις ἀροσίμοις πᾶσιν.
在内陆地区,拥有德墨忒尔神庙的恩纳,坐落在山丘上,周围环绕着宽阔且皆可耕作的高原,如今只有少数人占有。
ἐκάκωσαν δʼ αὐτὴν μάλιστα ἐμπολιορκηθέντες οἱ περὶ Εὔνουν δραπέται καὶ μόλις ἐξαιρεθέντες ὑπὸ Ῥωμαίων· ἔπαθον δὲ τὰ αὐτὰ ταῦτα καὶ Καταναῖοι καὶ Ταυρομενῖται καὶ ἄλλοι πλείους.
那些在欧努斯领导下的逃亡奴隶对这里的破坏最为严重,他们曾在此被围困,并最终艰难地被罗马人消灭;卡塔奈人、陶罗梅尼乌姆人以及其他许多人也遭受了同样的灾难。
ἡ δʼ ἄλλη κατοικία καὶ τῆς μεσογαίας ποιμένων ἡ πλείστη γεγένηται· οὔτε γὰρ Ἱμέραν ἔτι συνοικουμένην ἴσμεν οὔτε Γέλαν οὔτε Καλλίπολιν οὔτε Σελινοῦντα οὔτʼ Εὔβοιαν οὔτʼ ἄλλας πλείους, ὧν τὴν μὲν Ἱμέραν οἱ ἐν Μυλαῖς ἔκτισαν Ζαγκλαῖοι, Καλλίπολιν δὲ Νάξιοι, Σελινοῦντα δὲ οἱ αὐτόθι Μεγαρεῖς, Εὔβοιαν δὲ οἱ Λεοντῖνοι.
内陆的其他定居点,甚至大部分地区,已成为牧民的领地;因为我们不再知道希梅拉、盖拉、卡利波利斯、塞利努斯、欧波亚以及其他许多城市是否仍有人居住。 在这些城市中,希梅拉是由在米莱的赞克勒人建立的,卡利波利斯由纳克索斯人建立,塞利努斯由当地的麦加拉人建立,欧波亚由莱昂蒂尼人建立。
κεκάκωται δὲ καὶ ἡ Λεοντίνη πᾶσα, Ναξίων οὖσα καὶ αὐτὴ τῶν αὐτόθι· τῶν μὲν γὰρ ἀτυχημάτων ἐκοινώνησαν ἀεὶ τοῖς Συρακουσσίοις, τῶν δʼ εὐτυχημάτων οὐκ ἀεί.
整个莱昂蒂尼地区也已荒废,它本身也属于当地的纳克索斯人;因为他们总是与叙拉古人共患难,却不总是共富贵。
καὶ τῶν βαρβαρικῶν δʼ ἐξελείφθησαν πολλαί, καθάπερ οἱ Καμικοὶ τὸ Κωκάλου βασίλειον, παρʼ ᾧ Μίνως δολοφονηθῆναι λέγεται.
许多野蛮人的城市也被放弃了,例如卡米科伊,这是科卡洛斯的王宫,据说米诺斯曾在此被谋杀。
τὴν οὖν ἐρημίαν κατανοήσαντες Ῥωμαῖοι κατακτησάμενοι τά τε ὄρη καὶ τῶν πεδίων τὰ πλεῖστα ἱπποφορβοῖς καὶ βουκόλοις καὶ ποιμέσι παρέδοσαν· ὑφʼ ὧν πολλάκις εἰς κινδύνους κατέστη μεγάλους ἡ νῆσος, τὸ μὲν πρῶτον ἐπὶ λῃστείας τρεπομένων σποράδην τῶν νομέων, εἶτα καὶ κατὰ πλήθη συνισταμένων καὶ πορθούντων τὰς κατοικίας, καθάπερ ἡνίκα οἱ περὶ Εὔνουν τὴν Ἔνναν κατέσχον.
因此,罗马人注意到了这种荒凉,占领了山脉和大部分平原,并将它们交给了牧马人、牧牛人和牧羊人;该岛经常因他们而陷入巨大的危险中,起初是因为牧人们零星地转向抢劫,后来他们又成群结队地聚集起来掠夺定居点,就像欧努斯一伙占领恩纳时那样。
νεωστὶ δʼ ἐφʼ ἡμῶν εἰς τὴν Ῥώμην ἀνεπέμφθη Σέλουρός τις, Αἴτνης υἱὸς λεγόμενος, στρατιᾶς ἀφηγησάμενος καὶ λεηλασίαις πυκναῖς καταδεδραμηκὼς τὰ κύκλῳ τῆς Αἴτνης πολὺν χρόνον, ὃν ἐν τῇ ἀγορᾷ μονομάχων ἀγῶνος συνεστῶτος εἴδομεν διασπασθέντα ὑπὸ θηρίων· ἐπὶ πήγματος γάρ τινος ὑψηλοῦ τεθεὶς ὡς ἂν ἐπὶ τῆς Αἴτνης, διαλυθέντος αἰφνιδίως καὶ συμπεσόντος κατηνέχθη καὶ αὐτὸς εἰς γαλεάγρας θηρίων εὐδιαλύτους ἐπίτηδες παρεσκευασμένας ὑπὸ τῷ πήγματι.
最近,在我们的时代,一个名叫塞鲁罗斯的人被送往罗马,他曾率领一支军队,在很长一段时间内频繁袭击艾特纳周围地区;我们曾在广场上看到他,当时正在进行角斗士比赛,他被野兽撕成碎片;因为他被安置在一个高高的脚手架上,仿佛在艾特纳山上,脚手架突然坍塌并塌陷,他自己也掉进了野兽的笼子里,这些笼子是故意在脚手架下方建造的、易于打开的。