§6.2.4#2μυθεύουσι δὲ τὸν Ἀλφειὸν εἶναι τοῦτον, ἀρχόμενον μὲν ἐκ τῆς Πελοποννήσου, διὰ δὲ τοῦ πελάγους ὑπὸ γῆς τὸ ῥεῖθρον ἔχοντα μέχρι πρὸς τὴν Ἀρέθουσαν, εἶτʼ ἐκδιδόντα ἐνθένδε πάλιν εἰς τὴν θάλατταν.
人々はこの[アレトゥサ]がアルペイオス川であると伝説で語っており、ペロポネソスに源を発し、海を通って地下にその流れを維持してアレトゥサにまで達し、そこから再び海へと流れ出ると言う。
τεκμηριοῦνται δὲ τοιούτοις τισί·
彼らは次のような証拠によってそれを証明しようとする。
καὶ γὰρ φιάλην τινὰ ἐκπεσοῦσαν εἰς τὸν ποταμὸν ἐνόμισαν ἐν Ὀλυμπίᾳ δεῦρο ἀνενεχθῆναι εἰς τὴν κρήνην, καὶ θολοῦσθαι ἀπὸ τῶν ἐν Ὀλυμπίᾳ βουθυσιῶν.
すなわち、オリンピアで川に落ちたある杯が、ここの泉に運ばれて戻ってきたと信じられており、またオリンピアでの牛の犠牲によって[泉が]濁るということである。
ὅ τε Πίνδαρος ἐπακολουθῶν τούτοις εἴρηκε τάδε
"
ἄμπνευμα σεμνὸν Ἀλφεοῦ,
κλεινᾶν Συρακοσσᾶν θάλος, Ὀρτυγία.
ピンダロスもこれらに従って次のように言っている。 "アルペイオスの厳かなる息吹の場所、名高きシュラクサイの若枝、オルテュギアよ。
"
συναποφαίνεται δὲ τῷ Πινδάρῳ ταὐτὰ καὶ Τίμαιος ὁ συγγραφεύς.
"歴史家ティマイオスもまた、ピンダロスと同じ見解を共に表明している。
εἰ μὲν οὖν πρὸ τοῦ συνάψαι τῇ θαλάττῃ κατέπιπτεν ὁ Ἀλφειὸς εἴς τι βάραθρον, ἦν τις ἂν πιθανότης ἐντεῦθεν διήκειν κατὰ γῆς ῥεῖθρον μέχρι τῆς Σικελίας ἀμιγὲς τῇ θαλάττῃ διασῶζον τὸ πότιμον ὕδωρ·
もし仮に、海に合流する前にアルペイオス川がどこかの深淵に流れ落ちていたならば、そこから地下の流れを通じて、海と混ざることなく真水を保ったままシケリアまで達するということも、いくらかの信憑性があったかもしれない。
ἐπειδὴ δὲ τὸ τοῦ ποταμοῦ στόμα φανερόν ἐστιν εἰς τὴν θάλατταν ἐκδιδόν, ἐγγὺς δὲ μηδὲν ἐν τῷ πόρῳ τῆς θαλάττης φαινόμενον στόμα τὸ καταπῖνον τὸ ῥεῦμα τοῦ ποταμοῦ, καίπερ οὐδʼ οὕτως ἂν συμμείναι γλυκύ, παντάπασιν ἀμήχανόν ἐστι.
しかし、その川の河口が海に流れ出ていることが明白であり、また(海路の)近くに川の流れを飲み込むような吸い込み口が全く見えない以上、――たとえそのようになっても真水のまま残るはずはないのだが――この説は完全に不可能である。
τό τε γὰρ τῆς Ἀρεθούσης ὕδωρ ἀντιμαρτυρεῖ πότιμον ὄν· τό τε διὰ τοσούτου πόρου συμμένειν τὸ ῥεῦμα τοῦ ποταμοῦ μὴ διαχεόμενον τῇ θαλάττῃ, μέχρι ἂν εἰς τὸ πεπλασμένον ῥεῖθρον ἐμπέσῃ, παντελῶς μυθῶδες.
アレトゥサの水自体が飲料水であることでこれに反証しているし、これほど長い距離を通じて、川の流れが海に拡散することなく維持され、作り事の水路へと流れ込むなどということは、完全に神話的な絵空事である。
μόλις γὰρ ἐπὶ τοῦ Ῥοδανοῦ τοῦτο πιστεύομεν, ᾧ συμμένει τὸ ῥεῦμα διὰ λίμνης ἰόν, ὁρατὴν σῶζον τὴν ῥύσιν·
というのも、我々はローヌ川についてすらこれを信じるのがやっとだからである。
ἀλλʼ ἐκεῖ μὲν καὶ βραχὺ διάστημα καὶ οὐ κυμαινούσης τῆς λίμνης, ἐνταῦθα δέ, ὅπου χειμῶνες ἐξαίσιοι καὶ κλυδασμοί, πιθανότητος οὐδεμιᾶς οἰκεῖος ὁ λόγος.
ローヌ川は湖を通過する間、その流れを維持し、目に見える流れを保っているのだが、あちらでは距離も短く、湖も波立っていないのに対し、こちらでは異常な嵐や大波がある場所であり、この説には何の説得力もない。
ἐπιτείνει δὲ τὸ ψεῦδος ἡ φιάλη παρατεθεῖσα·
持ち出された杯の話は、その嘘をさらに際立たせる。
οὐδὲ γὰρ αὐτὴ ῥεύματι εὐπειθής, οὐχ ὅτι τῷ τοσούτῳ τε καὶ διὰ τοιούτων πόρων φερομένῳ.
なぜなら、杯それ自体が流れに乗りやすいものではないし、ましてやこれほど巨大で、このような海路を通って運ばれる流れに乗るはずがないからである。
φέρονται δʼ ὑπὸ γῆς ποταμοὶ πολλοὶ καὶ πολλαχοῦ τῆς γῆς, ἀλλʼ οὐκ ἐπὶ τοσοῦτον διάστημα·
確かに多くの川が地球の多くの場所で地下を流れているが、これほど大きな距離ではない。
εἰ δὲ τοῦτο δυνατόν, τά γε προειρημένα ἀδύνατα καὶ τῷ περὶ τοῦ Ἰνάχου μύθῳ παραπλήσια·
仮にこれが可能だとしても、先述のことは不可能であり、イナコス川に関する神話に酷似している。
"
ῥεῖ γὰρ ἀπʼ ἄκρας Πίνδου
"
φησὶν ὁ Σοφοκλῆς
"
Λάκμου τʼ ἀπὸ Περραιβῶν
εἰς Ἀμφιλόχους καὶ Ἀκαρνᾶνας,
μίσγει δʼ ὕδασιν τοῖς Ἀχελώου.
"なぜなら、ピンドスの頂から、 "とソポクレスは言う、 "そしてペライボイ人の地ラクモスから、アンピロコイ人とアカルナニア人の地へと流れ、アケロオス川の水と混ざり合う。
"
καὶ ὑποβὰς
"
ἔνθενδʼ ἐς Ἄργος διὰ κῦμα τεμὼν
ἥκει δῆμον τὸν Λυρκείου.
"そして少し後で、 "そこからアルゴスへと波を切り開いて進み、リュルケイオスの人々の地へと至る。
"
βελτίων δʼ Ἑκαταῖος, ὅς φησι τὸν ἐν τοῖς Ἀμφιλόχοις Ἴναχον ἐκ τοῦ Λακμοῦ ῥέοντα, ἐξ οὗ καὶ ὁ Αἴας ῥεῖ, ἕτερον εἶναι τοῦ Ἀργολικοῦ, ὠνομάσθαι δʼ ὑπὸ Ἀμφιλόχου τοῦ καὶ τὴν πόλιν Ἄργος Ἀμφιλοχικὸν καλέσαντος·
"しかしヘカタイオスの方がより優れており、彼は、アンピロコイ人の地にあるイナコス川は(そこからアイアース川も流れている)ラクモス山から流れており、アルゴリス地方のイナコス川とは別のものであって、その都市をアンピロキアのアルゴスと呼んだアンピロコスによって名付けられたのだと言っている。
τοῦτον μὲν οὖν οὗτός φησιν εἰς τὸν Ἀχελῶον ἐκβάλλειν, τὸν δὲ Αἴαντα εἰς Ἀπολλωνίαν πρὸς δύσιν ῥεῖν.
そこで、この川はアケロオス川へと流れ込み、アイアース川は西の方アポロニアへと流れている、と彼は言っている。
ἑκατέρωθεν δὲ τῆς νήσου λιμήν ἐστι μέγας, ὧν ὁ μείζων καὶ ὀγδοήκοντα σταδίων ἐστί.
島の両側には大きな港があり、そのうち大きい方は八十スタディオンの周囲がある。
ταύτην δὲ τὴν πόλιν ἀνέλαβεν ὁ Καῖσαρ καὶ τὴν Κατάνην, ὡς δʼ αὕτως Κεντόριπα συμβαλομένην πολλὰ πρὸς τὴν Πομπηίου κατάλυσιν.
カイサル(アウグストゥス)はこの都市とカタネを再建し、同様に、ポンペイウスの打倒に大きく貢献したケントリパをも再建した。
κεῖται δʼ ὑπὲρ Κατάνης τὰ Κεντόριπα συνάπτοντα τοῖς Αἰτναίοις ὄρεσι καὶ τῷ Συμαίθῳ ποταμῷ ῥέοντι εἰς τὴν Καταναίαν.
ケントリパはカタネの上方に位置し、エトナ山脈およびカタネ地方へと流れるシュマイトス川に隣接している。