Humanitext Reader

斯特拉波 · 地理学 §6.2.4#2

阿雷图萨泉与阿尔斐俄斯河神话的驳斥

第 186 段,共 577 段 · 希腊语

内容简介

斯特拉波考察了阿尔斐俄斯河从伯罗奔尼撒半岛流经海底到达叙拉古阿雷图萨泉的传说,通过地理和物理学论据论证了其不可能发生,并对其他类似的河流神话进行了批判与整理,最后提及了该岛港口的规模以及奥古斯都在当地进行的城市重建。

§6.2.4#2μυθεύουσι δὲ τὸν Ἀλφειὸν εἶναι τοῦτον, ἀρχόμενον μὲν ἐκ τῆς Πελοποννήσου, διὰ δὲ τοῦ πελάγους ὑπὸ γῆς τὸ ῥεῖθρον ἔχοντα μέχρι πρὸς τὴν Ἀρέθουσαν, εἶτʼ ἐκδιδόντα ἐνθένδε πάλιν εἰς τὴν θάλατταν.
人们传说这[泉水]就是阿尔斐俄斯河,它源于伯罗奔尼撒,在海下通过地底保持其水流直至阿雷图萨,然后从那里再次注入海中。
τεκμηριοῦνται δὲ τοιούτοις τισί· καὶ γὰρ φιάλην τινὰ ἐκπεσοῦσαν εἰς τὸν ποταμὸν ἐνόμισαν ἐν Ὀλυμπίᾳ δεῦρο ἀνενεχθῆναι εἰς τὴν κρήνην, καὶ θολοῦσθαι ἀπὸ τῶν ἐν Ὀλυμπίᾳ βουθυσιῶν.
他们用这类证据来证明这一点:因为他们相信,在奥林匹亚落入河中的某个杯子被带到了这里的泉水中,并且泉水因奥林匹亚献祭公牛而变得混浊。
ὅ τε Πίνδαρος ἐπακολουθῶν τούτοις εἴρηκε τάδε " ἄμπνευμα σεμνὸν Ἀλφεοῦ, κλεινᾶν Συρακοσσᾶν θάλος, Ὀρτυγία.
平达也遵循这些传说说道: “阿尔斐俄斯庄严的呼吸之地,著名的叙拉古之幼芽,奥尔蒂吉亚啊。
" συναποφαίνεται δὲ τῷ Πινδάρῳ ταὐτὰ καὶ Τίμαιος ὁ συγγραφεύς.
” 历史学家蒂迈欧也与平达一致地表明了相同的观点。
εἰ μὲν οὖν πρὸ τοῦ συνάψαι τῇ θαλάττῃ κατέπιπτεν ὁ Ἀλφειὸς εἴς τι βάραθρον, ἦν τις ἂν πιθανότης ἐντεῦθεν διήκειν κατὰ γῆς ῥεῖθρον μέχρι τῆς Σικελίας ἀμιγὲς τῇ θαλάττῃ διασῶζον τὸ πότιμον ὕδωρ· ἐπειδὴ δὲ τὸ τοῦ ποταμοῦ στόμα φανερόν ἐστιν εἰς τὴν θάλατταν ἐκδιδόν, ἐγγὺς δὲ μηδὲν ἐν τῷ πόρῳ τῆς θαλάττης φαινόμενον στόμα τὸ καταπῖνον τὸ ῥεῦμα τοῦ ποταμοῦ, καίπερ οὐδʼ οὕτως ἂν συμμείναι γλυκύ, παντάπασιν ἀμήχανόν ἐστι.
因此,如果阿尔斐俄斯河在汇入大海之前落入某个深渊,那么它的水流从那里通过地底一直延伸到西西里,并保持其可饮用的淡水不与海水混合,这或许还有些可信度;但既然该河的河口显然是注入大海的,且在海路中(附近)看不见任何吞噬河水的吸入孔——尽管即使如此,水也不可能保持甘甜——所以这完全是不可能的。
τό τε γὰρ τῆς Ἀρεθούσης ὕδωρ ἀντιμαρτυρεῖ πότιμον ὄν· τό τε διὰ τοσούτου πόρου συμμένειν τὸ ῥεῦμα τοῦ ποταμοῦ μὴ διαχεόμενον τῇ θαλάττῃ, μέχρι ἂν εἰς τὸ πεπλασμένον ῥεῖθρον ἐμπέσῃ, παντελῶς μυθῶδες.
因为阿雷图萨的水本身因其是可饮用的而提供了反证;而河水在如此长的距离中保持凝聚而不被海水冲散,直到流入虚构的水道,这完全是神话般的绘空事。
μόλις γὰρ ἐπὶ τοῦ Ῥοδανοῦ τοῦτο πιστεύομεν, ᾧ συμμένει τὸ ῥεῦμα διὰ λίμνης ἰόν, ὁρατὴν σῶζον τὴν ῥύσιν· ἀλλʼ ἐκεῖ μὲν καὶ βραχὺ διάστημα καὶ οὐ κυμαινούσης τῆς λίμνης, ἐνταῦθα δέ, ὅπου χειμῶνες ἐξαίσιοι καὶ κλυδασμοί, πιθανότητος οὐδεμιᾶς οἰκεῖος ὁ λόγος.
因为我们对于罗讷河尚且勉强相信这一点(其水流在穿过湖泊时保持凝聚,维持着肉眼可见的流动),但那里的距离既短,湖水也不波涛汹涌,而在这里,有着异常的暴风雨和巨浪,这种说法毫无可信度。
ἐπιτείνει δὲ τὸ ψεῦδος ἡ φιάλη παρατεθεῖσα· οὐδὲ γὰρ αὐτὴ ῥεύματι εὐπειθής, οὐχ ὅτι τῷ τοσούτῳ τε καὶ διὰ τοιούτων πόρων φερομένῳ.
而关于那只被提出来的杯子的故事更增添了虚假性;因为杯子本身就不易随水流移动,更不用说被如此巨大且通过如此海路运送的水流带走了。
φέρονται δʼ ὑπὸ γῆς ποταμοὶ πολλοὶ καὶ πολλαχοῦ τῆς γῆς, ἀλλʼ οὐκ ἐπὶ τοσοῦτον διάστημα· εἰ δὲ τοῦτο δυνατόν, τά γε προειρημένα ἀδύνατα καὶ τῷ περὶ τοῦ Ἰνάχου μύθῳ παραπλήσια· " ῥεῖ γὰρ ἀπʼ ἄκρας Πίνδου " φησὶν ὁ Σοφοκλῆς " Λάκμου τʼ ἀπὸ Περραιβῶν εἰς Ἀμφιλόχους καὶ Ἀκαρνᾶνας, μίσγει δʼ ὕδασιν τοῖς Ἀχελώου.
确实有许多河流在地球上的许多地方流经地下,但绝没有这么长的距离;而即使这是可能的,上述说法也是不可能的,且与关于伊纳科斯河的神话非常相似: “因为它流自平多斯的顶峰,” 索福克勒斯说, “并流自佩赖比人土地上的拉克摩斯,进入阿姆菲洛基亚人和阿卡纳尼亚人的土地,并与阿克洛俄斯河的水相汇。
" καὶ ὑποβὰς " ἔνθενδʼ ἐς Ἄργος διὰ κῦμα τεμὼν ἥκει δῆμον τὸν Λυρκείου.
” 接着他又说: “从此劈波斩浪前往阿耳戈斯,来到了吕耳刻翁的领地。
" βελτίων δʼ Ἑκαταῖος, ὅς φησι τὸν ἐν τοῖς Ἀμφιλόχοις Ἴναχον ἐκ τοῦ Λακμοῦ ῥέοντα, ἐξ οὗ καὶ ὁ Αἴας ῥεῖ, ἕτερον εἶναι τοῦ Ἀργολικοῦ, ὠνομάσθαι δʼ ὑπὸ Ἀμφιλόχου τοῦ καὶ τὴν πόλιν Ἄργος Ἀμφιλοχικὸν καλέσαντος· τοῦτον μὲν οὖν οὗτός φησιν εἰς τὸν Ἀχελῶον ἐκβάλλειν, τὸν δὲ Αἴαντα εἰς Ἀπολλωνίαν πρὸς δύσιν ῥεῖν.
” 但赫卡泰欧斯的说法更好,他说阿姆菲洛基亚人那里的伊纳科斯河发源于拉克摩斯山(埃阿斯河也发源于此),与阿耳戈利斯地区的河流不同,它是被阿姆菲洛科斯命名的,此人也将该城命名为阿姆菲洛基亚的阿耳戈斯;他说,这条河注入阿克洛俄斯河,而埃阿斯河则向西流向阿波罗尼亚。
ἑκατέρωθεν δὲ τῆς νήσου λιμήν ἐστι μέγας, ὧν ὁ μείζων καὶ ὀγδοήκοντα σταδίων ἐστί.
在岛屿的两侧各有一个大港口,其中较大的一个周长达八十斯塔德。
ταύτην δὲ τὴν πόλιν ἀνέλαβεν ὁ Καῖσαρ καὶ τὴν Κατάνην, ὡς δʼ αὕτως Κεντόριπα συμβαλομένην πολλὰ πρὸς τὴν Πομπηίου κατάλυσιν.
凯撒重建了这座城市和卡塔奈,同样也重建了肯图里帕,因为它在推翻庞培的斗争中做出了巨大贡献。
κεῖται δʼ ὑπὲρ Κατάνης τὰ Κεντόριπα συνάπτοντα τοῖς Αἰτναίοις ὄρεσι καὶ τῷ Συμαίθῳ ποταμῷ ῥέοντι εἰς τὴν Καταναίαν.
肯图里帕位于卡塔奈上方,紧邻埃特纳山脉和流入卡塔奈地区的叙迈索斯河。

词汇与语法注释

  1. §6.2.4#2τὸν Ἀλφειὸν εἶναι τοῦτον — 这是一个双格不定式(ACI)结构,其中“τὸν Ἀλφειόν”是不定式“εἶναι”的逻辑主语。指示代词“τοῦτον”指代前句中出现的阿雷图萨泉或其形成的“河流(ποταμόν)”,用作不定式的表语(宾格补足语)。
  2. §6.2.4#2ἦν τις ἂν πιθανότης — 这是条件从句“εἰ ... κατέπιπτεν”(直陈式过去未完成时)的主句(归结句)。此处由“ἄν”连同直陈式过去未完成时“ἦν”构成与过去(或现在)事实相反的虚拟条件句(反事实假设)。
  3. §6.2.4#2οὐχ ὅτι — 这是一个惯用短语(等同于“μὴ ὅτι”),意为“更不用说”或“遑论”,用在否定句后,引入一个更困难、更不可能发生的情况。
  4. §6.2.4#2ὑποβὰς — 这是一个不定过去时主动分词,在文学引用中作惯用语,意为“(在文本中)往下一点”、“在稍后部分”,表明省略了中间的部分诗行,从其后的段落继续引用。

引用这一段

斯特拉波, 地理学 §6.2.4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.2.4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。