Humanitext Reader

斯特拉波 · 地理学 §6.2.1

西西里岛的三角形轮廓与三个海角

第 183 段,共 577 段 · 希腊语

内容简介

描述了西西里岛的三角形轮廓及其三个定义性的海角,并用英里和斯塔德详细列出了各沿海地点之间的距离。同时,几何分析了该岛的方位,并批判性地评估了波塞多尼奥斯和阿尔特米多鲁斯的地理测量数据。

§6.2.1ἔστι δʼ ἡ Σικελία τρίγωνος τῷ σχήματι, καὶ διὰ τοῦτο Τρινακρία μὲν πρότερον, Θρινακία δʼ ὕστερον προσηγορεύθη μετονομασθεῖσα εὐφωνότερον.
西西里岛的轮廓呈三角形,因此早先被称为特里纳克里亚(Trinacria),后来为了读音更加悦耳,改名为特里纳基亚(Thrinacia)。
τὸ δὲ σχῆμα διορίζουσι τρεῖς ἄκραι, Πελωριὰς μὲν ἡ πρὸς τὴν Καῖνυν καὶ τὴν στυλίδα τὴν Ῥηγίνων ποιοῦσα τὸν πορθμόν, Πάχυνος δὲ ἡ ἐκκειμένη πρὸς ἕω καὶ τῷ Σικελικῷ κλυζομένη πελάγει, βλέπουσα πρὸς τὴν Πελοπόννησον καὶ τὸν ἐπὶ Κρήτης πόρον· τρίτη δʼ ἐστὶν ἡ προσεχὴς τῇ Λιβύῃ βλέπουσα πρὸς ταύτην ἅμα καὶ τὴν χειμερινὴν δύσιν, Λιλύβαιον.
定义这一轮廓的是三个海角:第一个是佩洛里亚斯,它与凯尼斯以及雷吉翁人的圆柱相对,形成了海峡;第二个是向东延伸的帕奇诺斯,它被西西里海所环绕,朝向伯罗奔尼撒和前往克里特的航道;第三个是邻近利比亚的莉莉拜乌姆,它同时朝向利比亚和冬至日落的方向(西南西)。
τῶν δὲ πλευρῶν, ἃς ἀφορίζουσιν αἱ τρεῖς ἄκραι, δύο μέν εἰσι κοῖλαι μετρίως, ἡ δὲ τρίτη κυρτή, ἡ ἀπὸ τοῦ Λιλυβαίου καθήκουσα πρὸς τὴν Πελωριάδα, ἥπερ μεγίστη ἐστί, σταδίων χιλίων καὶ ἑπτακοσίων, ὡς Ποσειδώνιος εἴρηκε προσθεὶς καὶ εἴκοσι.
在这三个海角所界定的边中,有两条边呈适度凹陷,而第三条边呈凸状——即从莉莉拜乌姆延伸到佩洛里亚斯的边,这条边是最长的,正如波塞多尼奥斯所说,为一千七百二十斯塔德。
τῶν δʼ ἄλλων ἡ ἐπὶ Πάχυνον ἀπὸ τοῦ Λιλυβαίου μείζων τῆς ἑτέρας· ἐλαχίστη δὲ ἡ τῷ πορθμῷ καὶ τῇ Ἰταλίᾳ προσεχής, ἡ ἀπὸ τῆς Πελωριάδος ἐπὶ τὸν Πάχυνον, σταδίων ὅσον χιλίων καὶ ἑκατὸν καὶ τριάκοντα.
在其余的边中,从莉莉拜乌姆到帕奇诺斯的边比另一条边长;而最短的边是邻近海峡和意大利的边,即从佩洛里亚斯到帕奇诺斯的边,约有一千一百三十斯塔德。
τὸν δὲ περίπλουν ὁ Ποσειδώνιος σταδίων τετταρακοσίων ἐπὶ τοῖς τετρακισχιλίοις ἀποφαίνει.
波塞多尼奥斯指出,绕岛航行的距离为四千四百斯塔德。
ἐν δὲ τῇ χωρογραφίᾳ μείζω λέγεται τὰ διαστήματα κατὰ μέρος διῃρημένα μιλιασμῷ· ἐκ μὲν Πελωριάδος εἰς Μύλας εἴκοσι πέντε· τοσαῦτα δὲ καὶ ἐκ Μυλῶν εἰς Τυνδαρίδα· εἶτα εἰς Ἀγάθυρνον τριάκοντα καὶ τὰ ἴσα εἰς Ἄλαισαν καὶ πάλιν ἴσα εἰς Κεφαλοίδιον· ταῦτα μὲν πολίχνια· εἰς δʼ Ἱμέραν ποταμὸν δεκαοκτὼ διὰ μέσης ῥέοντα τῆς Σικελίας· εἶτʼ εἰς Πάνορμον τριάκοντα πέντε· δύο δὲ καὶ τριάκοντα εἰς τὸ τῶν Αἰγεσταίων ἐμπόριον· λοιπὰ δὲ εἰς Λιλύβαιον τριάκοντα ὀκτώ.
但在《地理图志》中,以英里为单位分别计算的各部分距离则更大:从佩洛里亚斯到米莱为二十五英里;从米莱到廷达里斯也是相同距离;然后到阿加蒂诺斯为三十英里,到阿莱萨也是相同距离,再到凯法洛伊迪翁也是相同距离,这些都是小城镇;到流经西西里中部的希梅拉斯河为十八英里;然后到巴诺尔穆斯为三十五英里;到埃杰斯塔人的商埠为三十二英里;余下的到莉莉拜乌姆为三十八英里。
ἐντεῦθεν δὲ κάμψαντι ἐπὶ τὸ συνεχὲς πλευρὸν εἰς μὲν τὸ Ἡράκλειον ἑβδομήκοντα πέντε, ἐπὶ δὲ τὸ Ἀκραγαντίνων ἐμπόριον εἴκοσι, καὶ ἄλλα εἴκοσιν εἰς Καμάριναν· εἶτʼ ἐπὶ Πάχυνον πεντήκοντα.
从那里转入相邻的一边,到赫拉克莱翁为七十五英里,到阿克拉加斯人的商埠为二十英里,再到卡马里纳为二十英里;然后到帕奇诺斯为五十英里。
ἔνθεν πάλιν κατὰ τὸ τρίτον πλευρὸν εἰς μὲν Συρακούσσας τριάκοντα ἕξ, εἰς δὲ Κατάνην ἑξήκοντα· εἶτʼ εἰς Ταυρομένιον τριάκοντα τρία· εἶτʼ εἰς Μεσσήνην τριάκοντα.
再从那里沿着第三边,到叙拉古为三十六英里,到卡塔奈为六十英里;然后到陶罗梅尼翁为三十三英里;再到梅塞内为三十英里。
πεζῇ δὲ ἐκ μὲν Παχύνου εἰς Πελωριάδα ἑκατὸν ἑξήκοντα ὀκτώ, ἐκ δὲ Μεσσήνης εἰς Λιλύβαιον τῇ Ὀυαλερίᾳ ὁδῷ τριάκοντα πέντε.
陆路方面,从帕奇诺斯到佩洛里亚斯为一百六y十八英里,而从梅塞内通过瓦莱里亚大道到莉莉拜乌姆为三十五英里。
ἔνιοι δʼ ἁπλούστερον εἰρήκασιν, ὥσπερ Ἔφορος, τὸν περίπλουν ἡμερῶν καὶ νυκτῶν πέντε.
有些人说得更为简单,如埃福罗斯,认为绕岛航行需要五天五夜。
Ποσειδώνιος δὲ τοῖς κλίμασιν ἀφορίζων τὴν νῆσον πρὸς ἄρκτον μὲν τὴν Πελωριάδα, πρὸς νότον δὲ Λιλύβαιον, πρὸς ἕω δὲ τὸν Πάχυνον τίθησιν.
波塞多尼奥斯根据天文方位来界定该岛,将佩洛里亚斯置于北方,莉莉拜乌姆置于南方,帕奇诺斯置于东方。
ἀνάγκη δέ, τῶν κλιμάτων ἐν παραλληλογράμμῳ σχήματι διαστελλομένων, τὰ ἐγγραφόμενα τρίγωνα καὶ μάλιστα ὅσα σκαληνὰ καὶ ὧν οὐδεμία πλευρὰ τῶν τοῦ παραλληλογράμμου ἐφαρμόττει, ἀναρμόστως ἔχειν πρὸς τὰ κλίματα διὰ τὴν λόξωσιν.
然而,由于这些方位是以平行四边形的形式划分的,那么内接的三角形,尤其是那些不等边三角形且没有一条边与平行四边形的边重合的三角形,必然会因为倾斜而与这些方位不相协调。
ὅμως δʼ οὖν ἐν τοῖς τῆς Σικελίας τῇ Ἰταλίᾳ πρὸς νότον κειμένης ἡ Πελωριὰς ἀρκτικωτάτη λέγοιτʼ ἂν καλῶς τῶν τριῶν γωνιῶν, ὥσθʼ ἡ ἐπιζευγνυμένη ἀπʼ αὐτῆς ἐπὶ τὸν Πάχυνον, ἐκκεῖσθαι πρὸς ἕω ἔφαμεν, ἅμα πρὸς ἄρκτον βλέπουσα ποιήσει τὴν πλευρὰν τὴν πρὸς τὸν πορθμόν.
但尽管如此,由于西西里岛位于意大利以南,佩洛里亚斯确实可以被称为三个角中最偏北的一个,因此从它到帕奇诺斯(我们曾说它向东延伸)所连成的线,在朝向北方的同时,构成了面对海峡的一边。
δεῖ δʼ ἐπιστροφὴν μικρὰν λαμβάνειν ἐπὶ χειμερινὰς ἀνατολάς· οὕτω γὰρ ἡ ᾐὼν παρακλίνει προϊοῦσιν ἀπὸ τῆς Κατάνης ἐπὶ τὰς Συρακούσσας καὶ τὸν Πάχυνον.
不过,必须向冬至日出方向(东南东)作微小的调整;因为从卡塔奈前往叙拉古和帕奇诺斯时,海岸线就是这样倾斜的。
δίαρμα δʼ ἐστὶν ἀπὸ τοῦ Παχύνου πρὸς τὸ στόμα τοῦ Ἀλφειοῦ στάδιοι τετρακισχίλιοι.
从帕奇诺斯到阿尔菲奥斯河口的跨海距离为四千斯塔德。
Ἀρτεμίδωρος δʼ ἀπὸ τοῦ Παχύνου φήσας ἐπὶ Ταίναρον εἶναι τετρακισχιλίους καὶ ἑξακοσίους, ἀπὸ δʼ Ἀλφειοῦ ἐπὶ Παμισὸν χιλίους ἑκατὸν τριάκοντα, παρασχεῖν ἂν δοκεῖ μοι λόγον μὴ οὐχ ὁμολογούμενα λέγῃ τῷ φήσαντι τετρακισχιλίους εἶναι τοὺς ἐπὶ τὸν Ἀλφειὸν ἀπὸ τοῦ Παχύνου.
阿尔特米多鲁斯说,从帕奇诺斯到泰纳隆为四千六百斯塔德,从阿尔菲奥斯河到帕米索斯河为一千一百三十斯塔德,这在我看来,似乎有理由让人怀疑他所说的是否与那些声称从帕奇诺斯到阿尔菲奥斯河为四千斯塔德的人相一致。
ἡ δʼ ἀπὸ Παχύνου πρὸς Λιλύβαιον (ἑσπεριώτερον δὲ τῆς Πελωριάδος ἐστὶν) ἱκανῶς ἂν καὐτὴ λοξοῖτο ἀπὸ τοῦ μεσημβρινοῦ σημείου πρὸς τὴν ἑσπέραν, βλέποι δὲ ἂν ἅμα πρός τε τὴν ἕω καὶ πρὸς τὸν νότον, τῇ μὲν ὑπὸ τοῦ Σικελικοῦ πελάγους κλυζομένη, τῇ δʼ ὑπὸ τοῦ Λιβυκοῦ τοῦ πρὸς τὰς Σύρτεις διήκοντος ἀπὸ τῆς Καρχηδονίας.
从帕奇诺斯到莉莉拜乌姆(它比佩洛里亚斯更偏西)的这一边本身也会从子午线点向西充分倾斜,并同时朝向东方和南方,它一方面被西西里海冲刷,另一方面被从迦太基延伸到锡尔特的利比亚海冲刷。
ἔστι δὲ καὶ ἀπὸ Λιλυβαίου τοὐλάχιστον δίαρμα ἐπὶ Λιβύην χίλιοι καὶ πεντακόσιοι περὶ Καρχηδόνα· καθʼ ὃ δὴ λέγεταί τις τῶν ὀξυδορκούντων ἀπό τινος σκοπῆς ἀπαγγέλλειν τὸν ἀριθμὸν τῶν ἀναγομένων ἐκ Καρχηδόνος σκαφῶν τοῖς ἐν Λιλυβαίῳ.
从莉莉拜乌姆到迦太基附近的利比亚,最短的跨海距离为一千五百斯塔德;据说,确实曾有一个视力极佳的人,从某个瞭望台上向莉莉拜乌姆的人报告从迦太基出航的船只数量。
ἀπὸ δὲ τοῦ Λιλυβαίου τὴν ἐπὶ Πελωριάδα πλευρὰν ἀνάγκη λοξοῦσθαι πρὸς ἕω καὶ βλέπειν πρὸς τὸ μεταξὺ τῆς ἑσπέρας καὶ τῆς ἄρκτου, πρὸς ἄρκτον μὲν ἔχουσαν τὴν Ἰταλίαν πρὸς δύσιν δὲ τὸ Τυρρηνικὸν πέλαγος καὶ τὰς Αἰόλου νήσους.
从莉莉拜乌姆到佩洛里亚斯的这一边,必然向东倾斜,并朝向西与北之间的方向,北方有意大利,西方则是第勒尼安海和埃奥洛斯群岛。

词汇与语法注释

  1. 6.2.1τῶν δὲ πλευρῶν, ἃς ἀφορίζουσιν αἱ τρεῖς ἄκραι, δύο μέν εἰσι κοῖλαι μετρίως — 句首的属格名词短语 τῶν δὲ πλευρῶν 起到了话题属格或部分属格的作用,在主句拆分为主格主语 δύο μέν(一方面是两条边)和 ἡ δὲ τρίτη(另一方面是第三条边)之前限定了整体。它的作用类似于悬空属格。
  2. 6.2.1ἀνάγκη δέ, τῶν κλιμάτων ἐν παραλληλογράμμῳ σχήματι διαστελλομένων, τὰ ἐγγραφόμενα τρίγωνα... ἀναρμόστως ἔχειν — 由无人称形容词 ἀνάγκη[是必然的]支配对格与不定式从句(τὰ ἐγγραφόμενα τρίγωνα... ἀναρμόστως ἔχειν)作为其主语。其中嵌套了一个属格独立结构(τῶν κλιμάτων... διαστελλομένων),使得整体句法结构较为复杂。
  3. 6.2.1παρασχεῖν ἂν δοκεῖ μοι λόγον μὴ οὐχ ὁμολογούμενα λέγῃ — 带有可能性 ἄν 的不定式 παρασχεῖν 依附于动词 δοκεῖ。由 μὴ οὐχ 引导的虚拟式从句承接主句中“提供理由/根据”(παρασχεῖν λόγον)这一具有疑虑或担忧含义的表达,表示一种否定的担忧(即担心他所说的内容可能不一致)。

引用这一段

斯特拉波, 地理学 §6.2.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.2.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。