Humanitext Reader

ストラボン · 地理誌 §6.1.14-6.1.15

メタポンティオンなどの諸都市とオイノトリア地誌の結び

182 / 577 箇所 · ギリシア語

要旨

ラガリア、ヘラクレア、シリス、メタポンティオンなどの諸都市の創建をめぐる神話や歴史、およびタラス人との衝突を叙述し、オイノトリアの地誌を終えて島々の記述へ移行する計画を提示する。

§6.1.14μετὰ δὲ Θουρίους Λαγαρία φρούριον, Ἐπειοῦ καὶ Φωκέων κτίσμα, ὅθεν καὶ ὁ Λαγαριτανὸς οἶνος, γλυκὺς καὶ ἁπαλὸς καὶ παρὰ τοῖς ἰατροῖς σφόδρα εὐδοκιμῶν·
トゥリオイの次には、エペイオスとフォキス人の創建であるラガリア砦があり、そこから甘口で口当たりが良く、医師たちの間で非常に定評のあるラガリアワインが産出する。
καὶ ὁ Θουρῖνος δὲ τῶν ἐν ὀνόματι οἴνων ἐστίν.
また、トゥリオイワインも名高いワインの一つである。
εἶθʼ Ἡράκλεια πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης, καὶ ποταμοὶ δύο πλωτοὶ Ἄκιρις καὶ Σῖρις, ἐφʼ οὗ πόλις ἦν ὁμώνυμος Τρωική·
次には、海の上方に少し位置するヘラクレア市があり、アキリス川とシリス川という二つの可航河川がある。 シリス川のほとりには同名のトロイア人の都市があった。
χρόνῳ δὲ τῆς Ἡρακλείας ἐντεῦθεν οἰκισθείσης ὑπὸ Ταραντίνων, ἐπίνειον αὕτη τῶν Ἡρακλεωτῶν ὑπῆρξε.
後に、そこからタラス人によってヘラクレアが創建されたとき、この都市はヘラクレア人の港となった。
διεῖχε δʼ Ἡρακλείας μὲν τέτταρας καὶ εἴκοσι σταδίους, Θουρίων δὲ περὶ τριακοσίους τριάκοντα.
この港はヘラクレアから24スタディオン、トゥリオイからは約330スタディオンの距離にあった。
τῆς δὲ τῶν Τρώων κατοικίας τεκμήριον ποιοῦνται τὸ τῆς Ἀθηνᾶς τῆς Ἰλιάδος ξόανον ἱδρυμένον αὐτόθι, ὅπερ καταμῦσαι μυθεύουσιν ἀποσπωμένων τῶν ἱκετῶν ὑπὸ Ἰώνων τῶν ἑλόντων τὴν πόλιν·
トロイア人の居住地の証拠として、人々はそこに安置されているイリオスのアテナの木像を挙げており、その像は、都市を占領したイオニア人によって嘆願者たちが引き離されたとき、目を閉じたという神話が語られている。
τούτους γὰρ ἐπελθεῖν οἰκήτορας φεύγοντας τὴν Λυδῶν ἀρχήν, καὶ βίᾳ λαβεῖν τὴν πόλιν Χώνων οὖσαν, καλέσαι δὲ αὐτὴν Πολίειον·
というのも、イオニア人はリュディア人の支配を避けて入植者としてやって来て、コネス人のものであったこの都市を武力で奪い、ポリエイオンと名付けたからである。
δείκνυσθαι δὲ καὶ νῦν καταμῦον τὸ ξόανον.
そして、現在でもその木像が目を閉じているのが示されているという。
ἰταμὸν μὲν οὖν καὶ τὸ οὕτω μυθεύειν, ὥστε μὴ καταμῦσαι ἀναινόμενον, καθάπερ καὶ ἐν Ἰλίῳ ἀποστραφῆναι κατὰ τὸν Κασάνδρας βιασμόν, ἀλλὰ καὶ καταμῦον δείκνυσθαι·
しかし、このように目を閉じ、あたかもイリオンにおいてカッサンドラの凌辱の際に背を向けたように(拒絶して)目を閉じないだけでなく、目を閉じている状態で示されると神話化することは、無謀である。
πολὺ δὲ ἰταμώτερον τὸ τοσαῦτα ποιεῖν ἐξ Ἰλίου κεκομισμένα ξόανα, ὅσα φασὶν οἱ συγγραφεῖς·
さらに、歴史家たちが言うように、イリオンから運ばれたとされるこれほど多くの木像を作り出すことは、はるかに無謀である。
καὶ γὰρ ἐν Ῥώμῃ καὶ ἐν Λαουινίῳ καὶ ἐν Λουκερίᾳ καὶ ἐν Σειρίτιδι Ἰλιὰς Ἀθηνᾶ καλεῖται ὡς ἐκεῖθεν κομισθεῖσα.
なぜなら、ローマにおいても、ラウイニウムにおいても、ルケリアにおいても、またセイリティスにおいても、アテナ像はそこから運ばれたものとして「イリオスのアテナ」と呼ばれているからである。
καὶ τὸ τῶν Τρῳάδων δὲ τόλμημα περιφέρεται πολλαχοῦ καὶ ἄπιστον φαίνεται καίπερ δυνατὸν ὄν.
また、トロイアの女たちの大胆な試みも至る所で語られており、可能ではあるが信じがたいように思われる。
τινὲς δὲ καὶ Ῥοδίων κτίσμα φασὶ καὶ Σειρῖτιν καὶ τὴν ἐπὶ τοῦ Τράεντος Σύβαριν.
一部の人々は、シリスも、トラエイス川のほとりのシバリスも、ロドス人の創建であると言っている。
φησὶ δʼ Ἀντίοχος τοὺς Ταραντίνους Θουρίοις καὶ Κλεανδρίδᾳ τῷ στρατηγῷ φυγάδι ἐκ Λακεδαίμονος πολεμοῦντας περὶ τῆς Σειρίτιδος συμβῆναι, καὶ συνοικῆσαι μὲν κοινῇ, τὴν δʼ ἀποικίαν κριθῆναι Ταραντίνων, Ἡράκλειαν δʼ ὕστερον κληθῆναι μεταβαλοῦσαν καὶ τοὔνομα καὶ τὸν τόπον.
アンティオコスが言うには、タラス人は、ラケデモンからの亡命将軍クレアンドリダスとともにシリス地方を巡ってトゥリオイ人と戦っていたが、講和に達し、共同で入植することになった。 しかし、その植民都市はタラス人のものであると決定され、後にヘラクレアと呼ばれ、名前も場所も変更されたという。
§6.1.15ἑξῆς δʼ ἐστὶ Μεταπόντιον, εἰς ἣν ἀπὸ τοῦ ἐπινείου τῆς Ἡρακλείας εἰσὶ στάδιοι τετταράκοντα πρὸς τοῖς ἑκατόν.
その次にはメタポンティオンがあり、ヘラクレアの港からここまでは140スタディオンである。
Πυλίων δὲ λέγεται κτίσμα τῶν ἐξ Ἰλίου πλευσάντων μετὰ Νέστορος, οὓς οὕτως ἀπὸ γεωργίας εὐτυχῆσαί φασιν ὥστε θέρος χρυσοῦν ἐν Δελφοῖς ἀναθεῖναι.
これはネストルとともにイリオンから航海したピュロス人たちの創建と言われており、彼らは農業によって非常に繁栄したため、デルポイに「黄金の収穫」を奉納したと言われている。
σημεῖον δὲ ποιοῦνται τῆς κτίσεως τὸν τῶν Νηλειδῶν ἐναγισμόν·
彼らは創建の証拠として、ネレウス子孫たちへの追悼の犠牲を挙げている。
ἠφανίσθη δʼ ὑπὸ Σαυνιτῶν.
しかし、この都市はサムニウム人によって滅ぼされた。
Ἀντίοχος δέ φησιν ἐκλειφθέντα τὸν τόπον ἐποικῆσαι τῶν Ἀχαιῶν τινας μεταπεμφθέντας ὑπὸ τῶν ἐν Συβάρει Ἀχαιῶν, μεταπεμφθῆναι δὲ κατὰ μῖσος τὸ πρὸς Ταραντίνους τῶν Ἀχαιῶν τῶν ἐκπεσόντων ἐκ τῆς Λακωνικῆς, ἵνα μὴ Ταραντῖνοι γειτνιῶντες ἐπιπηδήσαιεν τῷ τόπῳ.
アンティオコスが言うには、見捨てられたこの土地に、シバリスのアカイア人によって招かれた別のアカイア人たちが再入植したが、彼らが招かれたのは、ラコニカから追放されたアカイア人たちのタラス人に対する憎しみのためであり、隣接するタラス人がこの地を急襲するのを防ぐためであった。
δυεῖν δʼ οὐσῶν πόλεων, τοῦ Μεταποντίου ἐγγυτέρω τοῦ Τάραντος, πεισθῆναι τοὺς ἀφιγμένους ὑπὸ τῶν Συβαριτῶν τὸ Μεταπόντιον κατασχεῖν·
二つの都市のうち、メタポンティオンがタラスにより近かったため、到着した人々は、シバリス人によってメタポンティオンを占拠するよう説得された。
τοῦτο μὲν γὰρ ἔχοντας ἕξειν καὶ τὴν Σειρῖτιν, εἰ δʼ ἐπὶ τὴν Σειρῖτιν τράποιντο, προσθήσειν τοῖς Ταραντίνοις τὸ Μεταπόντιον ἐν πλευραῖς οὖσι.
というのも、これを保持していればシリス地方をも手に入れることになるが、もし彼らがシリス地方に向かえば、側面に位置するタラス人にメタポンティオンを引き渡すことになるからである。
πολεμοῦντας δʼ ὕστερον πρὸς τοὺς Ταραντίνους καὶ τοὺς ὑπερκειμένους Οἰνωτροὺς ἐπὶ μέρει διαλυθῆναι τῆς γῆς, ὅπερ γενέσθαι τῆς τότε Ἰταλίας ὅριον καὶ τῆς Ἰαπυγίας.
後に彼らはタラス人や背後に位置するオイノトリア人と戦い、土地の一部を分け合うことで講和した。 これが当時のイタリアとイアピュギアの境界となった。
ἐνταῦθα δὲ καὶ τὸν Μετάποντον μυθεύουσι καὶ τὴν Μελανίππην τὴν δεσμῶτιν καὶ τὸν ἐξ αὐτῆς Βοιωτόν.
また、ここではメタポントス、囚われのメラニッペ、そして彼女から生まれたボイオトスの神話も語られている。
δοκεῖ δʼ Ἀντίοχος τὴν πόλιν Μεταπόντιον εἰρῆσθαι πρότερον Μέταβον, παρωνομάσθαι δʼ ὕστερον· τήν τε Μελανίππην οὐ πρὸς τοῦτον ἀλλὰ πρὸς Δῖον κομισθῆναι ἐλέγχειν ἡρῷον τοῦ Μετάβου καὶ Ἄσιον τὸν ποιητὴν φήσαντα ὅτι τὸν Βοιωτὸν " Δίου ἐνὶ μεγάροις τέκεν εὐειδὴς Μελανίππη " ὡς πρὸς ἐκεῖνον ἀχθεῖσαν τὴν Μελανίππην, οὐ πρὸς Μέταβον.
アンティオコスは、この都市は以前はメタボスと呼ばれ、後に改名されたと考えており、メラニッペが彼のもとにではなくディオスのもとに連れて行かれたことを、メタボスの祠や、詩人アシオスが「美しいメラニッペは、ディオスの宮廷でボイオトスを産んだ」と述べていることから証明している。 これは、メラニッペがメタボスではなく、ディオスのもとに連れて行かれたことを示すものである。
οἰκιστὴς δὲ τοῦ Μεταποντίου Δαύλιος ὁ Κρίσης τύραννος γεγένηται τῆς περὶ Δελφούς, ὥς φησιν Ἔφορος.
エポロスが言うには、メタポンティオンの創建者はデルポイ近郊のクリサの支配者ダウリオスである。
ἔστι δέ τις καὶ οὗτος λόγος ὡς ὁ πεμφθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἐπὶ τὸν συνοικισμὸν Λεύκιππος εἴη, χρησάμενος δὲ παρὰ τῶν Ταραντίνων τὸν τόπον εἰς ἡμέραν καὶ νύκτα μὴ ἀποδοίη, μεθʼ ἡμέραν μὲν λέγων πρὸς τοὺς ἀπαιτοῦντας ὅτι καὶ εἰς τὴν ἐφεξῆς νύκτα αἰτήσαιτο καὶ λάβοι, νύκτωρ δʼ ὅτι καὶ πρὸς τὴν ἑξῆς ἡμέραν.
また、アカイア人から共同入植のために送られたロイキッポスが、タラス人からその場所を1日と1夜の期限で借りたが返さず、昼間は返還を求める人々に対して、次の夜の分も求めて借りたのだと言い、夜には、次の昼の分もそうしたのだと言って返さなかったという話もある。
ἐφεξῆς δʼ ἐστὶν ὁ Τάρας καὶ ἡ Ἰαπυγία, περὶ ὧν ἐροῦμεν, ὅταν πρότερον τὰς προκειμένας τῆς Ἰταλίας νήσους περιοδεύσωμεν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν·
その次にはタラスとイアピュギアがあり、これらについては、最初の計画に従って、まずイタリアの前に横たわる島々を巡った後に論じることにする。
ἀεὶ γὰρ τοῖς ἔθνεσιν ἑκάστοις τὰς γειτνιώσας προσκαταλέγοντες νήσους καὶ νῦν, ἐπειδὴ μέχρι τέλους ἐπεληλύθαμεν τὴν Οἰνωτρίαν, ἥνπερ καὶ Ἰταλίαν μόνην ὠνόμαζον οἱ πρότερον, δίκαιοί ἐσμεν φυλάξαι τὴν αὐτὴν τάξιν, ἐπελθόντες τὴν Σικελίαν καὶ τὰς περὶ αὐτὴν νήσους.
なぜなら、常に各民族に隣接する島々を併せて数え上げてきたのであり、今や、以前の人々が唯一イタリアと呼んでいたオイノトリアを最後まで巡り終えたのであるから、同じ順序を守ってシケリアとその周辺の島々へと進むのが正当だからである。

語釈・文法注

  1. 6.1.14ὥστε μὴ καταμῦσαι ἀναινόμενον — ὥστε μὴ は著者の批判的な語気を表しており、単に神話の像が(不快感のあまり)目を閉じるという出来事にとどまらず、現在もなお目を閉じたままで人々に見せられているという神話伝承の不条理さを強調している。
  2. 6.1.15δυεῖν δʼ οὐσῶν πόλεων — メタポンティオンとシリスという二つの都市が存在したという背景状況を示す属格独立構文。これは、続く不定詞句 πεισθῆναι の論理的前置条件を構成している。
  3. 6.1.15δίκαιοί ἐσμεν φυλάξαι — δίκαιός εἰμι +不定詞は、「当然〜すべきである」「〜するのが正当である」という意味を表す人称構文であり、非人称構文である δίκαιόν ἐστιν +対格不定詞に相当する慣用表現である。

この箇所を引用する

ストラボン, 地理誌 §6.1.14-6.1.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.1.14-6.1.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。