§6.1.9τοῦ δὲ Ἅληκος ποταμοῦ τοῦ διορίζοντος τὴν Ῥηγίνην ἀπὸ τῆς Λοκρίδος βαθεῖαν φάραγγα διεξιόντος ἴδιόν τι συμβαίνει τὸ περὶ τοὺς τέττιγας·
また、レギオン領とロクリス地方を分けるハレクス川が深い峡谷を流れているが、セミに関して奇妙なことが起こる。
οἱ μὲν γὰρ ἐν τῇ τῶν Λοκρῶν περαίᾳ φθέγγονται, τοῖς δʼ ἀφώνοις εἶναι συμβαίνει·
というのも、ロクリス側の対岸にいるセミは鳴くが、他方(レギオン側)のセミは鳴かないのである。
τὸ δʼ αἴτιον εἰκάζουσιν ὅτι τοῖς μὲν παλίνσκιόν ἐστι τὸ χωρίον ὥστʼ ἐνδρόσους ὄντας μὴ διαστέλλειν τοὺς ὑμένας, τοὺς δʼ ἡλιαζομένους ξηροὺς καὶ κερατώδεις ἔχειν ὥστʼ ἀπʼ αὐτῶν εὐφυῶς ἐκπέμπεσθαι τὸν φθόγγον.
その原因として人々が推測するのは、一方にとってはその地域が日陰になっており、そのため露に濡れたセミたちがその膜を伸縮させないのに対し、他方は日光を浴びて乾燥し角質化しているため、そこから容易に音が発せられるということである。
ἐδείκνυτο δʼ ἀνδριὰς ἐν Λοκροῖς Εὐνόμου τοῦ κιθαρῳδοῦ τέττιγα ἐπὶ τὴν κιθάραν καθήμενον ἔχων.
ロクロイには、キタラ奏者エウノモスの彫像が示されており、それはキタラの上にセミがとまっている姿をしていた。
φησὶ δὲ Τίμαιος Πυθίοις ποτὲ ἀγωνιζομένους τοῦτόν τε καὶ Ἀρίστωνα Ῥηγῖνον ἐρίσαι περὶ τοῦ κλήρου·
ティマイオスが言うには、かつてピュティア競技会で競っていたこの男とレギオンのアリストンが、演奏順をめぐって争った。
τὸν μὲν δὴ Ἀρίστωνα δεῖσθαι τῶν Δελφῶν ἑαυτῷ συμπράττειν·
アリストンはデルポイの人々に自分を助けてくれるよう頼んだ。
ἱεροὺς γὰρ εἶναι τοῦ θεοῦ τοὺς προγόνους αὐτοῦ καὶ τὴν ἀποικίαν ἐνθένδε ἐστάλθαι·
というのも、彼の先祖は神に捧げられた聖なる者たちであり、彼らの植民団はここから送り出されたからである。
τοῦ δʼ Εὐνόμου φήσαντος ἀρχὴν μηδὲ μετεῖναι ἐκείνοις τῶν περὶ φωνὴν ἀγωνισμάτων, παρʼ οἷς καὶ οἱ τέττιγες εἶεν ἄφωνοι τὰ εὐφθογγότατα τῶν ζῴων, ὅμως εὐδοκιμεῖν μηδὲν ἧττον τὸν Ἀρίστωνα καὶ ἐν ἐλπίδι τὴν νίκην ἔχειν, νικῆσαι μέντοι τὸν Εὔνομον καὶ ἀναθεῖναι τὴν λεχθεῖσαν εἰκόνα ἐν τῇ πατρίδι, ἐπειδὴ κατὰ τὸν ἀγῶνα μιᾶς τῶν χορδῶν ῥαγείσης ἐπιστὰς τέττιξ ἐκπληρώσειε τὸν φθόγγον.
しかしエウノモスが、セミという最も美しい声を持つ動物さえ鳴かないような地に住む者たちには、そもそも声に関する競技に参加する資格すらないと言ったにもかかわらず、それにもかかわらずアリストンは劣らず好評を博し、勝利の望みを抱いていた。 しかしながら、エウノモスが勝利し、故郷に前述の彫像を奉納した。 なぜなら、競技中に弦の一本が切れたとき、セミがとまってその音を満たしたからである。
τὴν δʼ ὑπὲρ τῶν πόλεων τούτων μεσόγαιαν Βρέττιοι κατέχουσι·
これらの都市の内陸はブレッティ人が領有している。
καὶ πόλις ἐνταῦθα Μαμέρτιον καὶ ὁ δρυμὸς ὁ φέρων τὴν ἀρίστην πίτταν τὴν Βρεττίαν, ὃν Σίλαν καλοῦσιν, εὔδενδρός τε καὶ εὔυδρος, μῆκος ἑπτακοσίων σταδίων.
そこにはマメルティオンという都市があり、またブレッティ地方の最良のピッチを産出する森林があり、それはシラと呼ばれ、木々が茂り水源が豊かで、長さは700スタディオンである。
§6.1.10μετὰ δὲ Λοκροὺς Σάγρα, ὃν θηλυκῶς ὀνομάζουσιν, ἐφʼ οὗ βωμοὶ Διοσκούρων, περὶ οὓς Λοκροὶ μύριοι μετὰ Ῥηγίνων πρὸς δεκατρεῖς μυριάδας Κροτωνιατῶν συμβαλόντες ἐνίκησαν·
ロクロイの次にはサグラス川があり、この川の名は女性名詞として呼ばれる。 その川のほとりにはディオスクロイの祭壇があり、その周辺で、1万人のロクリス人がレギオン人と共に、13万人のクロトン人と交戦して勝利した。
ἀφʼ οὗ τὴν παροιμίαν πρὸς τοὺς ἀπιστοῦντας ἐκπεσεῖν φασιν
ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ.
このことから、信じようとしない人々に対して「サグラス川での出来事よりも真実だ」という諺が生まれたと言われている。
προσμεμυθεύκασι δʼ ἔνιοι καὶ διότι αὐθημερὸν τοῦ ἀγῶνος ἐνεστῶτος Ὀλυμπίασιν ἀπαγγελθείη τοῖς ἐκεῖ τὸ συμβάν, καὶ εὑρεθείη τὸ τάχος τῆς ἀγγελίας ἀληθές.
ある人々はさらに、戦いが行われていたまさにその日に、オリンピアにいた人々にこの出来事が告げられ、その知らせの迅速さが真実であることが分かったという伝説を付け加えている。
ταύτην δὲ τὴν συμφορὰν αἰτίαν τοῖς Κροτωνιάταις φασὶ τοῦ μὴ πολὺν ἔτι συμμεῖναι χρόνον διὰ τὸ πλῆθος τῶν τότε πεσόντων ἀνδρῶν.
この敗北が、当時倒れた多くの男たちのために、クロトン人がその後長くは存続できなかった原因であると言われている。
μετὰ δὲ τὴν Σάγραν Ἀχαιῶν κτίσμα Καυλωνία, πρότερον δʼ Αὐλωνία λεγομένη διὰ τὸν προκείμενον αὐλῶνα.
サグラス川の次には、アカイア人の創建であるカウロニアがあり、前方に横たわる谷のゆえに、以前はアウロニアと呼ばれていた。
ἔστι δʼ ἔρημος·
しかし今は廃墟となっている。
οἱ γὰρ ἔχοντες εἰς Σικελίαν ὑπὸ τῶν βαρβάρων ἐξέπεσον καὶ τὴν ἐκεῖ Καυλωνίαν ἔκτισαν.
というのも、そこを占有していた人々が異民族によってシケリアへと追い出され、あちらのカウロニアを創建したからである。
μετὰ δὲ ταύτην Σκυλλήτιον ἄποικος Ἀθηναίων τῶν μετὰ Μενεσθέως (νῦν δὲ Σκυλάκιον καλεῖται), Κροτωνιατῶν δʼ ἐχόντων Διονύσιος Λοκροῖς προσώρισεν.
この次のスキュレティオンは、メネステウスに伴われたアテナイ人の植民市(現在はスキュラキオンと呼ばれる)であるが、クロトン人がこれを領有していたところを、ディオニュシオスがロクリス人に割譲した。
ἀπὸ δὲ τῆς πόλεως καὶ ὁ κόλπος Σκυλλητικὸς ὠνόμασται, ποιῶν τὸν εἰρημένον ἰσθμὸν πρὸς τὸν Ἱππωνιάτην κόλπον.
この都市からスキュレティオス湾も名付けられ、それがヒッポニアテス湾との間に前述の地峡を形成している。
ἐπεχείρησε δʼ ὁ Διονύσιος καὶ διατειχίζειν τὸν ἰσθμὸν στρατεύσας ἐπὶ Λευκανούς, λόγῳ μὲν ὡς ἀσφάλειαν παρέξων ἀπὸ τῶν ἐκτὸς βαρβάρων τοῖς ἐντὸς ἰσθμοῦ, τὸ δʼ ἀληθὲς λῦσαι τὴν πρὸς ἀλλήλους κοινωνίαν τῶν Ἑλλήνων βουλόμενος, ὥστʼ ἄρχειν ἀδεῶς τῶν ἐντός·
ディオニュシオスはまた、レウカニア人に対して遠征した際にこの地峡に壁を築いて仕切ろうと企てた。 名目的には、地峡の内側にいる人々に外側の異民族からの安全を提供するためであったが、実際にはギリシア人同士のつながりを断ち切り、内側の人々を憂いなく支配したかったからである。
ἀλλʼ ἐκώλυσαν οἱ ἐκτὸς εἰσελθόντες.
しかし、地峡の外側の人々が侵入してきて、それを阻止した。
§6.1.11μετὰ δὲ τὸ Σκυλλήτιον ἡ Κροτωνιᾶτις χώρα καὶ τῶν Ἰαπύγων ἄκραι τρεῖς.
スキュレティオンの次にはクロトン領があり、イアピュゲスの3つの岬がある。
μετὰ δὲ ταύτας τὸ Λακίνιον Ἥρας ἱερόν, πλούσιόν ποτε ὑπάρξαν καὶ πολλῶν ἀναθημάτων μεστόν.
これらに続いて、かつては富裕で多くの奉納物で満ちていたヘラの神殿があるラキニオン岬がある。
τὰ διάρματα δʼ οὐκ εὐκρινῶς λέγεται·
渡海距離は明確には語られていない。
πλὴν ὥς γε ἐπὶ τὸ πολὺ σταδίους ἀπὸ πορθμοῦ μέχρι Λακινίου Πολύβιος ἀποδίδωσι χιλίους καὶ τριακοσίους, ἐντεῦθεν δὲ καὶ δίαρμα εἰς ἄκραν Ἰαπυγίαν ἑπτακοσίους.
ただし、概してポリュビオスは、海峡からラキニオンまでを1300スタディオンとし、そこからイアピュギア岬までの渡海距離を700スタディオンとしている。
τοῦτο μὲν οὖν στόμα λέγουσι τοῦ Ταραντίνου κόλπου.
さて、人々はこれをタラス湾の入り口と呼んでいる。
αὐτὸς δʼ ὁ κόλπος ἔχει περίπλουν ἀξιόλογον μιλίων διακοσίων τετταράκοντα, ὡς ὁ χωρογράφος φησί τριακοσίων ὀγδοήκοντα ἀζώνῳ, Ἀρτεμίδωρος· τοσούτοις δὲ καὶ λείπων τοῦ πλάτους τοῦ στόματος τοῦ κόλπου.
この湾自体、地理誌作者によれば240マイルという注目べき周航距離を持ち、アルテミドロスによれば、アゾノスなしで380マイルであり、また湾口の幅も同じだけ不足している。
βλέπει δὲ πρὸς ἀνατολὰς χειμερινάς, ἀρχὴ δʼ αὐτοῦ τὸ Λακίνιον·
この湾は冬の日の出の方向を向いており、その始まりはラキニオンである。
κάμψαντι γὰρ εὐθὺς αἱ τῶν Ἀχαιῶν πόλεις ἦσαν, αἳ νῦν οὐκ εἰσὶ πλὴν τῆς Ταραντίνων.
というのも、この岬を回るとすぐにアカイア人の都市群があったからである。 それらは、タラスの人々の都市を除いて、現在は存在しない。
ἀλλὰ διὰ τὴν δόξαν τινῶν ἄξιον καὶ ἐπὶ πλέον αὐτῶν μνησθῆναι.
しかし、一部の都市の名声ゆえに、それらについてより詳しく言及する価値がある。