Humanitext Reader

ストラボン · 地理誌 §6.1.12-6.1.13

クロトンとシバリスの創建と興亡

181 / 577 箇所 · ギリシア語

要旨

クロトンとシバリスの創建伝説や地理的・自然の特長を記述し、クロトンの体育の隆盛やアスリートのミロンに関する逸話、またシバリスの興亡とトゥリオイへの変遷について語る。

§6.1.12πρώτη δʼ ἐστὶ Κρότων ἐν ἑκατὸν καὶ πεντήκοντα σταδίοις ἀπὸ τοῦ Λακινίου καὶ ποταμὸς Αἴσαρος καὶ λιμὴν καὶ ἄλλος ποταμὸς Νέαιθος, ᾧ τὴν ἐπωνυμίαν γενέσθαι φασὶν ἀπὸ τοῦ συμβεβηκότος.
最初の都市はクロトンであり、ラキニオンから150スタディオンの距離にあり、アイサロス川、港、そしてもう一つの川ネアイトスがある。 このネアイトスの名の由来は、ある出来事から生じたと人々は言っている。
καταχθέντας γάρ τινας τῶν ἀπὸ τοῦ Ἰλιακοῦ στόλου πλανηθέντων Ἀχαιῶν ἐκβῆναι λέγουσιν ἐπὶ τὴν κατάσκεψιν τῶν χωρίων, τὰς δὲ συμπλεούσας αὐτοῖς Τρῳάδας καταμαθούσας ἔρημα ἀνδρῶν τὰ πλοῖα ἐμπρῆσαι βαρυνομένας τὸν πλοῦν, ὥστʼ ἀναγκασθῆναι μένειν ἐκείνους, ἅμα καὶ τὴν γῆν σπουδαίαν ὁρῶντας·
すなわち、トロイアの船団から迷い出たアカイア人のうちの一部の人々が、漂着して土地の偵察のために上陸したところ、彼らと同乗していたトロイアの女たちが、船が男たちのいないもぬけの殻であることを知り、航海に疲れ果てていたために船に火を放ち、その結果、男たちは土地が肥沃であるのを目にしたことも相まって、そこにとどまらざるを得なくなった。
εὐθὺς δὲ καὶ ἄλλων πλειόνων εἰσαφικνουμένων καὶ ζηλούντων ἐκείνους κατὰ τὸ ὁμόφυλον, πολλὰς κατοικίας γενέσθαι, ὧν αἱ πλείους ὁμώνυμοι τῶν ποταμῶν ἐγένοντο.
そしてすぐに同族であることから彼らを羨んで、さらに多くの人々が到着して多くの居住地が形成され、その大部分は川と同名になったと言われている。
φησὶ δʼ Ἀντίοχος, τοῦ θεοῦ χρήσαντος Ἀχαιοῖς Κρότωνα κτίζειν, ἀπελθεῖν Μύσκελλον κατασκεψόμενον τὸν τόπον, ἰδόντα δʼ ἐκτισμένην ἤδη Σύβαριν ποταμῷ τῷ πλησίον ὁμώνυμον κρῖναι ταύτην ἀμείνω·
アンティオコスが言うには、神がアカイア人たちにクロトンを創建せよとの神託を下したとき、ミュスケロスがその場所を偵察するために出発したが、近くの川と同名のシバリスがすでに創建されているのを見て、こちらのほうが良いと判断した。
ἐπανερέσθαι δʼ οὖν ἀπιόντα τὸν θεὸν εἰ λῷον εἴη ταύτην ἀντʼ ἐκείνης κτίζειν, τὸν δὲ ἀνειπεῖν (ἐτύγχανε δὲ ὑπόκυφος ὢν ὁ Μύσκελλος) " Μύσκελλε βραχύνωτε, παρὲκ θεὸν ἄλλο ματεύων κλάσματα θηρεύεις·
そこで彼は立ち去るにあたって、あの都市の代わりにこちらを創建する方がより良いかどうかを再び神に尋ねたが、神は次のように答えた(ミュスケロスはたまたま背中が少し曲がっていたのである)。 「背の曲がったミュスケロスよ、神の意に反して他のものを求めるとは、お前はパン屑を漁っているのだ。
δῶρον δʼ ὅ τι δῷ τις ἐπαινεῖν. " ἐπανελθόντα δὲ κτίσαι τὸν Κρότωνα συμπράξαντος καὶ Ἀρχίου τοῦ τὰς Συρακούσσας οἰκίσαντος, προσπλεύσαντος κατὰ τύχην ἡνίκα ὥρμητο ἐπὶ τὸν τῶν Συρακουσσῶν οἰκισμόν.
与えられたいかなる贈り物をも喜んで受け入れよ」そこで彼は戻り、シラクサを創建したアルキアスの協力も得て、クロトンを創建した。 アルキアスは、シラクサの創建に向けて出発した際、たまたまそこへ船で立ち寄ったのであった。
ᾤκουν δὲ Ἰάπυγες τὸν Κρότωνα πρότερον, ὡς Ἔφορός φησι.
エポロスが言うには、以前はイアピュゲス人がクロトンに住んでいた。
δοκεῖ δʼ ἡ πόλις τά τε πολέμια ἀσκῆσαι καὶ τὰ περὶ τὴν ἄθλησιν·
この都市は軍事的な事柄と体育に関する事柄の両方を鍛練したと思われる。
ἐν μιᾷ γοῦν Ὀλυμπιάδι οἱ τῶν ἄλλων προτερήσαντες τῷ σταδίῳ ἑπτὰ ἄνδρες ἅπαντες ὑπῆρξαν Κροτωνιᾶται, ὥστʼ εἰκότως εἰρῆσθαι δοκεῖ διότι Κροτωνιατῶν ὁ ἔσχατος πρῶτος ἦν τῶν ἄλλων Ἑλλήνων·
実際、あるオリンピア競技会において、スタディオン競走で他者に先んじた7人の男たちは全員クロトン人であった。 したがって、「クロトン人のうちの最後の者でも、他のギリシア人のうちの最初の者であった」と言われたのももっともであると思われる。
καὶ τὴν παροιμίαν δὲ ὑγιέστερον Κρότωνος λέγουσαν ἐντεῦθεν εἰρῆσθαί φασιν, ὡς τοῦ τόπου πρὸς ὑγίειαν καὶ εὐεξίαν ἔχοντός τι φορόν.
また、「クロトンよりも健康だ」という諺もここから言われるようになったと言われている。 その土地が健康と良好な体調をもたらす傾向を備えているからである。
πλείστους οὖν Ὀλυμπιονίκας ἔσχε, καίπερ οὐ πολὺν χρόνον οἰκηθεῖσα διὰ τὸν φθόρον τῶν ἐπὶ Σάγρᾳ πεσόντων ἀνδρῶν τοσούτων τὸ πλῆθος·
したがって、この都市は最も多くのオリンピア優勝者を輩出した。 サグラス川での戦いで倒れた非常に多くの男たちの死のゆえに、長くは存続しなかったにもかかわらずである。
προσέλαβε δὲ τῇ δόξῃ καὶ τὸ τῶν Πυθαγορείων πλῆθος καὶ Μίλων, ἐπιφανέστατος μὲν τῶν ἀθλητῶν γεγονὼς ὁμιλητὴς δὲ Πυθαγόρου διατρίψαντος ἐν τῇ πόλει πολὺν χρόνον.
さらに、ピタゴラス学派の人々の多さと、アスリートの中で最も有名であり、この都市に長く滞在したピタゴラスの弟子でもあったミロンが、その名声を高めた。
φασὶ δʼ ἐν τῷ συσσιτίῳ ποτὲ τῶν φιλοσόφων πονήσαντος στύλου τὸν Μίλωνα ὑποδύοντα σῶσαι ἅπαντας, ὑποσπάσαι δὲ καὶ ἑαυτόν·
人々が言うには、かつて哲学者たちの共同食事の場で柱がきしみ始めたとき、ミロンがその下に潜り込んで支え、全員を救い、自分自身をもそこから引き抜いたという。
τῇ δʼ αὐτῇ ῥώμῃ πεποιθότα εἰκὸς καὶ τὴν ἱστορουμένην ὑπό τινων εὑρέσθαι καταστροφὴν τοῦ βίου.
彼が同じ怪力を過信したことが、一部の人々によって語られている彼の生涯の最期をもたらしたということは、十分にありそうなことである。
λέγεται γοῦν ὁδοιπορῶν ποτε διʼ ὕλης βαθείας παραβῆναι τὴν ὁδὸν ἐπὶ πλέον, εἶθʼ εὑρὼν ξύλον μέγα ἐσφηνωμένον, ἐμβαλὼν χεῖρας ἅμα καὶ πόδας εἰς τὴν διάστασιν βιάζεσθαι πρὸς τὸ διαστῆσαι τελέως·
実際、彼がかつて深い森を歩いていたとき、道を大きく外れてしまい、その後、くさびが打ち込まれた大きな木を見つけ、その裂け目に手と足の両方を突っ込んで、完全に引き裂こうと力を尽くしたと言われている。
τοσοῦτον δʼ ἴσχυσε μόνον ὥστʼ ἐκπεσεῖν τοὺς σφῆνας·
しかし、彼の力はくさびを脱落させるに留まった。
εἶτʼ εὐθὺς ἐπισυμπεσεῖν τὰ μέρη τοῦ ξύλου, ἀποληφθέντα δʼ αὐτὸν ἐν τῇ τοιαύτῃ πάγῃ θηρόβρωτον γενέσθαι.
すると、すぐに木の両側が再び合わさり、彼はそのような罠に囚われて、野獣の餌食になったのである。
§6.1.13ἐφεξῆς δʼ ἐστὶν διακοσίοις σταδίοις Ἀχαιῶν κτίσμα ἡ Σύβαρις δυεῖν ποταμῶν μεταξύ, Κράθιδος καὶ Συβάριδος·
その隣には、200スタディオンの距離に、アカイア人の創建であるシバリスがあり、クラティス川とシバリス川という2つの川の間にある。
οἰκιστὴς δʼ αὐτῆς ὁ Ἶς Ἑλικεύς.
その創建者はヘリケ出身のイスである。
τοσοῦτον δʼ εὐτυχίᾳ διήνεγκεν ἡ πόλις αὕτη τὸ παλαιὸν ὥστε τεττάρων μὲν ἐθνῶν τῶν πλησίον ἐπῆρξε, πέντε δὲ καὶ εἴκοσι πόλεις ὑπηκόους ἔσχε, τριάκοντα δὲ μυριάσιν ἀνδρῶν ἐπὶ Κροτωνιάτας ἐστράτευσεν, πεντήκοντα δὲ σταδίων κύκλον συνεπλήρουν οἰκοῦντες ἐπὶ τῷ Κράθιδι.
かつてこの都市は繁栄において非常に際立っていたため、近隣の4つの民族を支配し、25の都市を属国とし、30万人の軍勢でクロトン人に対して遠征を行い、クラティス川のほとりに住む住民たちは周囲50スタディオンの輪を満たしていた。
ὑπὸ μέντοι τρυφῆς καὶ ὕβρεως ἅπασαν τὴν εὐδαιμονίαν ἀφῃρέθησαν ὑπὸ Κροτωνιατῶν ἐν ἡμέραις ἑβδομήκοντα·
しかしながら、奢侈と傲慢さのゆえに、彼らはわずか70日のうちに、クロトン人によってすべての繁栄を奪われた。
ἑλόντες γὰρ τὴν πόλιν ἐπήγαγον τὸν ποταμὸν καὶ κατέκλυσαν.
というのも、クロトン人は都市を占領すると、川を引き入れてそれを水没させたからである。
ὕστερον δʼ οἱ περιγενόμενοι συνελθόντες ἐπῴκουν ὀλίγοι·
後に、生き残った少数の人々が集まって再び住み着いたが、時が経つと、彼らもまたアテナイ人や他のギリシア人によって滅ぼされた。
χρόνῳ δὲ καὶ οὗτοι διεφθάρησαν ὑπὸ Ἀθηναίων καὶ ἄλλων Ἑλλήνων, οἳ συνοικήσοντες μὲν ἐκείνοις ἀφίκοντο, καταφρονήσαντες δὲ αὐτῶν τοὺς μὲν διεχειρίσαντο τὴν δὲ πόλιν εἰς ἕτερον τόπον μετέθηκαν πλησίον καὶ Θουρίους προσηγόρευσαν ἀπὸ κρήνης ὁμωνύμου.
彼らは最初、生き残りたちと共同で居住するためにやって来たが、彼らを軽蔑して一部の人々を殺害し、都市を近くの別の場所に移転させ、同名の泉にちなんでトゥリオイと名付けたのである。
ὁ μὲν οὖν Σύβαρις τοὺς πίνοντας ἵππους ἀπʼ αὐτοῦ πτυρτικοὺς ποιεῖ·
さて、シバリス川はそこから水を飲む馬たちを臆病にする。
διὸ καὶ τὰς ἀγέλας ἀπείργουσιν ἀπʼ αὐτοῦ·
そのため人々は馬の群れをその川から遠ざけている。
ὁ δὲ Κρᾶθις τοὺς ἀνθρώπους ξανθοτριχεῖν καὶ λευκοτριχεῖν ποιεῖ λουομένους καὶ ἄλλα πολλὰ πάθη ἰᾶται.
他方、クラティス川は、そこで水浴びをする人々の髪を金髪や白髪にし、また他の多くの病を癒やす。
Θούριοι δʼ εὐτυχήσαντες πολὺν χρόνον ὑπὸ Λευκανῶν ἠνδραποδίσθησαν, Ταραντίνων δʼ ἀφελομένων ἐκείνους ἐπὶ Ῥωμαίους κατέφυγον.
トゥリオイの人々は長い間繁栄したが、レウカニア人によって奴隷にされ、タラス人が彼らを奪い返したのち、ローマ人に助けを求めた。
οἱ δὲ πέμψαντες συνοίκους ὀλιγανδροῦσι μετωνόμασαν Κωπιὰς τὴν πόλιν.
ローマ人は植民者を送り込み、人口が減少していたその都市をコピアエと改名した。

語釈・文法注

  1. 6.1.12καταχθέντας ... ἐκβῆναι λέγουσιν — 主動詞であるλέγουσιν(人々は〜と言う)に導かれた対格不定詞(A.c.I.)構文。不定詞ἐκβῆναιの意味上の主語は対格のτινας ... Ἀχαιῶν(アカイア人のうちのある人々)であり、その前にかかる分詞καταχθέντας(船を陸に寄せた、漂着した)もそれと性・数・格が一致している。
  2. 6.1.12παρὲκ θεὸν — 前置詞παρὲκ(〜に反して、〜を外れて)が対格であるθεὸνを支配し、「神(の神託、意思)を無視して/反して」の意味を構成している。アポロン神がすでにクロトンの創建を命じたにもかかわらず、シバリスの地を好んでそこを創建しようとしたミュスケロスの態度を指す神託の一節である。
  3. 6.1.13συνεπλήρουν οἰκοῦντες — 主語である「都市(単数)」から、そこに「居住する人々(複数)」へと意味上の主語が移行したこと(意味的一致、constructio ad sensum)を示す。そのため動詞が三人称複数(συνεπλήρουν)となり、分詞も複数主格(οἰκοῦντες)として合致している。
  4. 6.1.13ἀφῃρέθησαν — 動詞ἀφαιρέω(奪う)は能動態において「二重対格(人から物を奪う)」をとるが、受動態になることで、奪われる側(人・集団)が主語となって三人称複数(ἀφῃρέθησαν)で表され、奪われる対象であるἅπασαν τὴν εὐδαιμονίανが対格のまま保持されている構文である。

この箇所を引用する

ストラボン, 地理誌 §6.1.12-6.1.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.1.12-6.1.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。