§6.1.9τοῦ δὲ Ἅληκος ποταμοῦ τοῦ διορίζοντος τὴν Ῥηγίνην ἀπὸ τῆς Λοκρίδος βαθεῖαν φάραγγα διεξιόντος ἴδιόν τι συμβαίνει τὸ περὶ τοὺς τέττιγας· οἱ μὲν γὰρ ἐν τῇ τῶν Λοκρῶν περαίᾳ φθέγγονται, τοῖς δʼ ἀφώνοις εἶναι συμβαίνει·
此外,划分雷吉翁领土与洛克里斯地区的哈莱克斯河穿过一条深邃的峡谷,关于蝉发生了一件奇特的事情:在洛克里人对岸的蝉会鸣叫,而另一侧(雷吉翁侧)的蝉却不叫。
τὸ δʼ αἴτιον εἰκάζουσιν ὅτι τοῖς μὲν παλίνσκιόν ἐστι τὸ χωρίον ὥστʼ ἐνδρόσους ὄντας μὴ διαστέλλειν τοὺς ὑμένας, τοὺς δʼ ἡλιαζομένους ξηροὺς καὶ κερατώδεις ἔχειν ὥστʼ ἀπʼ αὐτῶν εὐφυῶς ἐκπέμπεσθαι τὸν φθόγγον.
人们推测其原因在于,对前者而言,该地区处于背阴处,因此蝉被露水打湿,无法伸缩其膜,而后者(洛克里侧的蝉)在阳光照射下,其膜干燥且呈角质状,因而声音能轻易地从中发出。
ἐδείκνυτο δʼ ἀνδριὰς ἐν Λοκροῖς Εὐνόμου τοῦ κιθαρῳδοῦ τέττιγα ἐπὶ τὴν κιθάραν καθήμενον ἔχων.
在洛克里曾展示有一尊基塔拉琴演奏家埃乌诺莫斯的雕像,上面有一只蝉落在他的基塔拉琴上。
φησὶ δὲ Τίμαιος Πυθίοις ποτὲ ἀγωνιζομένους τοῦτόν τε καὶ Ἀρίστωνα Ῥηγῖνον ἐρίσαι περὶ τοῦ κλήρου· τὸν μὲν δὴ Ἀρίστωνα δεῖσθαι τῶν Δελφῶν ἑαυτῷ συμπράττειν· ἱεροὺς γὰρ εἶναι τοῦ θεοῦ τοὺς προγόνους αὐτοῦ καὶ τὴν ἀποικίαν ἐνθένδε ἐστάλθαι· τοῦ δʼ Εὐνόμου φήσαντος ἀρχὴν μηδὲ μετεῖναι ἐκείνοις τῶν περὶ φωνὴν ἀγωνισμάτων, παρʼ οἷς καὶ οἱ τέττιγες εἶεν ἄφωνοι τὰ εὐφθογγότατα τῶν ζῴων, ὅμως εὐδοκιμεῖν μηδὲν ἧττον τὸν Ἀρίστωνα καὶ ἐν ἐλπίδι τὴν νίκην ἔχειν, νικῆσαι μέντοι τὸν Εὔνομον καὶ ἀναθεῖναι τὴν λεχθεῖσαν εἰκόνα ἐν τῇ πατρίδι, ἐπειδὴ κατὰ τὸν ἀγῶνα μιᾶς τῶν χορδῶν ῥαγείσης ἐπιστὰς τέττιξ ἐκπληρώσειε τὸν φθόγγον.
蒂迈斯说,此人与雷吉翁的阿里斯顿曾因皮托竞技会的出场顺序发生争执;阿里斯顿请求德尔斐人协助他,因为他的祖先对神而言是神圣的,且殖民队是从这里派出的;尽管埃乌诺莫斯说,在蝉这种声音最美妙的生物都失声的地方,那里的人根本没有资格参加关于声音的竞技,然而阿里斯顿依然同样受到器重并抱有获胜的希望,但最终还是埃乌诺莫斯获胜,并在他的祖国献纳了上述雕像,因为在竞技过程中,当他的一根琴弦断裂时,一只蝉落在了上面并补足了声音。
τὴν δʼ ὑπὲρ τῶν πόλεων τούτων μεσόγαιαν Βρέττιοι κατέχουσι· καὶ πόλις ἐνταῦθα Μαμέρτιον καὶ ὁ δρυμὸς ὁ φέρων τὴν ἀρίστην πίτταν τὴν Βρεττίαν, ὃν Σίλαν καλοῦσιν, εὔδενδρός τε καὶ εὔυδρος, μῆκος ἑπτακοσίων σταδίων.
这些城市内陆的土地由布雷蒂人占领;这里有马梅尔蒂翁城,以及产出最优质布雷蒂松脂的森林,人们称之为西拉,该森林树木茂盛、水源充足,长达七百斯塔德。
§6.1.10μετὰ δὲ Λοκροὺς Σάγρα, ὃν θηλυκῶς ὀνομάζουσιν, ἐφʼ οὗ βωμοὶ Διοσκούρων, περὶ οὓς Λοκροὶ μύριοι μετὰ Ῥηγίνων πρὸς δεκατρεῖς μυριάδας Κροτωνιατῶν συμβαλόντες ἐνίκησαν· ἀφʼ οὗ τὴν παροιμίαν πρὸς τοὺς ἀπιστοῦντας ἐκπεσεῖν φασιν
ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ.
在洛克里之后是萨格拉斯河(人们用女性阴性词来命名它),河畔有迪奥斯库里的祭坛,在其周围,一万名洛克里人与雷吉翁人一起,与十三万克罗托内人交战并取得了胜利;据说,针对不相信的人由此产生了一句谚语:“比萨格拉斯河上的事还要真实。
προσμεμυθεύκασι δʼ ἔνιοι καὶ διότι αὐθημερὸν τοῦ ἀγῶνος ἐνεστῶτος Ὀλυμπίασιν ἀπαγγελθείη τοῖς ἐκεῖ τὸ συμβάν, καὶ εὑρεθείη τὸ τάχος τῆς ἀγγελίας ἀληθές.
”有些人还编造传说称,在竞技(战斗)进行的当天,在奥林匹亚的人们就得到了这一事件的通知,并且发现这一消息的速度是真实的。
ταύτην δὲ τὴν συμφορὰν αἰτίαν τοῖς Κροτωνιάταις φασὶ τοῦ μὴ πολὺν ἔτι συμμεῖναι χρόνον διὰ τὸ πλῆθος τῶν τότε πεσόντων ἀνδρῶν.
人们说,这次灾难是克罗托内人在此后无法长久维持繁荣的原因,因为当时有大量的男子战死。
μετὰ δὲ τὴν Σάγραν Ἀχαιῶν κτίσμα Καυλωνία, πρότερον δʼ Αὐλωνία λεγομένη διὰ τὸν προκείμενον αὐλῶνα.
在萨格拉斯河之后是卡乌洛尼亚,它是阿卡亚人的定居地,此前因其前方的山谷而被称为阿乌洛尼亚。
ἔστι δʼ ἔρημος· οἱ γὰρ ἔχοντες εἰς Σικελίαν ὑπὸ τῶν βαρβάρων ἐξέπεσον καὶ τὴν ἐκεῖ Καυλωνίαν ἔκτισαν.
但如今它已成荒墟;因为占领该地的人被蛮族驱逐到西西里,并在那里建立了卡乌洛尼亚。
μετὰ δὲ ταύτην Σκυλλήτιον ἄποικος Ἀθηναίων τῶν μετὰ Μενεσθέως (νῦν δὲ Σκυλάκιον καλεῖται), Κροτωνιατῶν δʼ ἐχόντων Διονύσιος Λοκροῖς προσώρισεν.
在此之后是斯屈莱蒂翁,它是随同梅内斯特乌斯的人民所建的雅典殖民地(现在被称为斯屈拉基翁),在克罗托内人占领该地时,狄奥尼修斯将其划归给洛克里人。
ἀπὸ δὲ τῆς πόλεως καὶ ὁ κόλπος Σκυλλητικὸς ὠνόμασται, ποιῶν τὸν εἰρημένον ἰσθμὸν πρὸς τὸν Ἱππωνιάτην κόλπον.
该湾也因该城而命名为斯屈莱蒂奥斯湾,与希波尼亚特斯湾共同形成了前述的地峡。
ἐπεχείρησε δʼ ὁ Διονύσιος καὶ διατειχίζειν τὸν ἰσθμὸν στρατεύσας ἐπὶ Λευκανούς, λόγῳ μὲν ὡς ἀσφάλειαν παρέξων ἀπὸ τῶν ἐκτὸς βαρβάρων τοῖς ἐντὸς ἰσθμοῦ, τὸ δʼ ἀληθὲς λῦσαι τὴν πρὸς ἀλλήλους κοινωνίαν τῶν Ἑλλήνων βουλόμενος, ὥστʼ ἄρχειν ἀδεῶς τῶν ἐντός· ἀλλʼ ἐκώλυσαν οἱ ἐκτὸς εἰσελθόντες.
狄奥尼修斯在向卢卡尼亚人宣战时,曾企图修筑城墙阻断该地峡,名义上是为了防范地峡外的蛮族,保障地峡内居民的安全,但实际上是想切断希腊人之间的相互交往,以便能毫无顾虑地统治内陆的人民;但地峡外的人侵入并阻止了这一行动。
§6.1.11μετὰ δὲ τὸ Σκυλλήτιον ἡ Κροτωνιᾶτις χώρα καὶ τῶν Ἰαπύγων ἄκραι τρεῖς.
在斯屈莱蒂翁之后是克罗托内人的土地和伊阿庇吉斯人的三个岬角。
μετὰ δὲ ταύτας τὸ Λακίνιον Ἥρας ἱερόν, πλούσιόν ποτε ὑπάρξαν καὶ πολλῶν ἀναθημάτων μεστόν.
在这些之后是拉基尼翁的赫拉神庙,它曾非常富庶,装满了许多献纳品。
τὰ διάρματα δʼ οὐκ εὐκρινῶς λέγεται· πλὴν ὥς γε ἐπὶ τὸ πολὺ σταδίους ἀπὸ πορθμοῦ μέχρι Λακινίου Πολύβιος ἀποδίδωσι χιλίους καὶ τριακοσίους, ἐντεῦθεν δὲ καὶ δίαρμα εἰς ἄκραν Ἰαπυγίαν ἑπτακοσίους.
但渡海距离并没有被清楚地说明;不过,波利比乌斯通常认为,从海峡到拉基尼翁有一千三百斯塔德,从此地到伊阿庇亚角的渡海距离为七百斯塔德。
τοῦτο μὲν οὖν στόμα λέγουσι τοῦ Ταραντίνου κόλπου.
因此,人们称这里为塔拉斯湾的湾口。
αὐτὸς δʼ ὁ κόλπος ἔχει περίπλουν ἀξιόλογον μιλίων διακοσίων τετταράκοντα, ὡς ὁ χωρογράφος φησί τριακοσίων ὀγδοήκοντα ἀζώνῳ, Ἀρτεμίδωρος· τοσούτοις δὲ καὶ λείπων τοῦ πλάτους τοῦ στόματος τοῦ κόλπου.
这一海湾本身,据地理志作者说,拥有两百四十英里的显著周航距离,而据阿尔特米多罗斯说,在无带的情况下为三百八于英里,且湾口宽度也短缺相同的数值。
βλέπει δὲ πρὸς ἀνατολὰς χειμερινάς, ἀρχὴ δʼ αὐτοῦ τὸ Λακίνιον· κάμψαντι γὰρ εὐθὺς αἱ τῶν Ἀχαιῶν πόλεις ἦσαν, αἳ νῦν οὐκ εἰσὶ πλὴν τῆς Ταραντίνων.
该湾面向冬至的日出方向,其起点为拉基尼翁;因为对于绕过该岬角的人来说,立刻就会遇到阿卡亚人的城市,这些城市如今除了塔拉斯人的城市之外均已不存在。
ἀλλὰ διὰ τὴν δόξαν τινῶν ἄξιον καὶ ἐπὶ πλέον αὐτῶν μνησθῆναι.
但由于其中一些城市的名声,值得对其进行更详细的提及。