Humanitext Reader

ストラボン · 地理誌 §6.1.6

レギオンの創建と地名由来および変遷

178 / 577 箇所 · ギリシア語

要旨

レギオンのカルキス人とメッセニア人による創建の経緯と、その地名の由来(地震によるシケリアの分裂説とラテン語由来説)、さらには同都市の歴史的変遷とアウグストゥスによる復興が語られる。

§6.1.6κτίσμα δʼ ἐστὶ τὸ Ῥήγιον Χαλκιδέων, οὓς κατὰ χρησμὸν δεκατευθέντας τῷ Ἀπόλλωνι διʼ ἀφορίαν ὕστερον ἐκ Δελφῶν ἀποικῆσαι δεῦρό φασι παραλαβόντας καὶ ἄλλους τῶν οἴκοθεν·
レギオンはカルキス人の創建であり、彼らは飢饉のために神託に従ってアポロンに十分の一の人間として捧げられ、のちにデルポイから故郷の他の人々をも伴ってここへと植民したと言われている。
ὡς δʼ Ἀντίοχός φησι, Ζαγκλαῖοι μετεπέμψαντο τοὺς Χαλκιδέας καὶ οἰκιστὴν Ἀντίμνηστον συνέστησαν ἐκείνων.
しかしアンティオコスが言うには、ザンクレ人がカルキス人たちを招き、彼らのためにアンティムネストスを創建者として立てたという。
ἦσαν δὲ τῆς ἀποικίας καὶ οἱ Μεσσηνίων φυγάδες τῶν ἐν Πελοποννήσῳ καταστασιασθέντες ὑπὸ τῶν μὴ βουλομένων δοῦναι δίκας ὑπὲρ τῆς φθορᾶς τῶν παρθένων τῆς ἐν Λίμναις γενομένης τοῖς Λακεδαιμονίοις, ἃς καὶ αὐτὰς ἐβιάσαντο πεμφθείσας ἐπὶ τὴν ἱερουργίαν, καὶ τοὺς ἐπιβοηθοῦντας ἀπέκτειναν.
また、この植民地には、ペロポネソスにおいて党争で敗れたメッセニア人の亡命者たちも加わっていたが、彼らはリムナイでラケダイモン人の乙女たちに対して行われた凌辱について、賠償を支払うことを拒んだ者たちによって圧倒された人々であった。 彼女たちは祭祀のために送り出されたのであったが、彼らはその乙女たちをも暴行し、助けに来た人々を殺害したのである。
παραχωρήσαντες οὖν εἰς Μάκιστον οἱ φυγάδες πέμπουσιν εἰς θεοῦ, μεμφόμενοι τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν εἰ τοιούτων τυγχάνοιεν ἀνθʼ ὧν ἐτιμώρουν αὐτοῖς, καὶ πυνθανόμενοι πῶς ἂν σωθεῖεν ἀπολωλότες.
そこでマキストスへと退いた亡命者たちは、アポロンとアルテミスに対して、神々のために復讐した見返りとしてなぜ自分たちがこのような目に遭わねばならないのかと不満を述べつつ、滅びかけている自分たちがどのようにすれば救われるかを尋ねるために神託所へ使者を送った。
ὁ δʼ Ἀπόλλων ἐκέλευσε στέλλεσθαι μετὰ Χαλκιδέων εἰς τὸ Ῥήγιον καὶ τῇ ἀδελφῇ αὐτοῦ χάριν ἔχειν·
するとアポロンは、カルキス人たちとともにレギオンへと出発し、彼の姉妹に感謝するようにと命じた。
οὐ γὰρ ἀπολωλέναι αὐτοὺς ἀλλὰ σεσῶσθαι μέλλοντάς γε δὴ μὴ συναφανισθήσεσθαι τῇ πατρίδι ἁλωσομένῃ μικρὸν ὕστερον ὑπὸ Σπαρτιατῶν·
なぜなら彼らは滅びたのではなく救われたのであり、少しのちになってスパルタ人によって占領されるであろう祖国とともに消え去らずに済むからである、と。
οἱ δʼ ὑπήκουσαν.
そして彼らはこれに従った。
διόπερ οἱ τῶν Ῥηγίνων ἡγεμόνες μέχρι Ἀναξίλα τοῦ Μεσσηνίων γένους ἀεὶ καθίσταντο.
このため、レギオンの指導者たちは、アナキシラスに至るまで常にメッセニアの家系から任命された。
Ἀντίοχος δὲ τὸ παλαιὸν ἅπαντα τὸν τόπον τοῦτον οἰκῆσαί φησι Σικελοὺς καὶ Μόργητας, διᾶραι δʼ εἰς τὴν Σικελίαν ὕστερον ἐκβληθέντας ὑπὸ τῶν Οἰνωτρῶν.
一方、アンティオコスによれば、古くはこの場所全体にシケリア人とモルゲス人が住んでいたが、のちにオイノトリア人によって追い払われ、シケリア島へと渡ったという。
φασὶ δέ τινες καὶ τὸ Μοργάντιον ἐντεῦθεν τὴν προσηγορίαν ἀπὸ τῶν Μοργήτων ἔχειν.
また、一部の人々は、モルガンティオンという地名もこのモルゲス人に由来してここから名付けられたと言っている。
ἴσχυσε δὲ μέγιστον ἡ τῶν Ῥηγίνων πόλις καὶ περιοικίδας ἔσχε συχνάς, ἐπιτείχισμά τε ὑπῆρξεν ἀεὶ τῇ νήσῳ καὶ πάλαι καὶ νεωστὶ ἐφʼ ἡμῶν, ἡνίκα Σέξτος Πομπήιος ἀπέστησε τὴν Σικελίαν.
レギオンの都市は極めて強大となり、数多くの周辺都市を従え、また古代においても、最近の我々の時代、セクストス・ポンペイウスがシケリアを反逆させたときにおいても、あの島に対する防衛拠点であり続けた。
ὠνομάσθη δὲ Ῥήγιον εἴθʼ, ὥς φησιν Αἰσχύλος, διὰ τὸ συμβὰν πάθος τῇ χώρᾳ ταύτῃ· ἀπορραγῆναι γὰρ ἀπὸ τῆς ἠπείρου τὴν Σικελίαν ὑπὸ σεισμῶν ἄλλοι τε κἀκεῖνος εἴρηκεν " ἀφʼ οὗ δὴ Ῥήγιον κικλήσκεται. " τεκμαίρονται δʼ ἀπὸ τῶν περὶ τὴν Αἴτνην συμπτωμάτων καὶ τῶν κατʼ ἄλλα μέρη τῆς Σικελίας καὶ τῶν κατὰ Λιπάραν καὶ τὰς περὶ αὐτὴν νήσους, ἔτι δὲ τῶν κατὰ τὰς Πιθηκούσσας καὶ τὴν προσεχῆ περαίαν ἅπασαν οὐκ ἀπεικὸς ὑπάρχειν καὶ τοῦτο συμβῆναι. νυνὶ μὲν οὖν ἀνεῳγμένων τῶν στομάτων, διʼ ὧν τὸ πῦρ ἀναφυσᾶται καὶ μύδροι καὶ ὕδατα ἐκπίπτει, σπάνιόν τι σείεσθαί φασι τὴν περὶ τὸν πορθμὸν γῆν, τότε δὲ πάντων ἐμπεφραγμένων τῶν εἰς τὴν ἐπιφάνειαν πόρων, ὑπὸ γῆς σμυχόμενον τὸ πῦρ καὶ τὸ πνεῦμα σεισμοὺς ἀπειργάζετο σφοδρούς, μοχλευόμενοι δʼ οἱ τόποι πρὸς τὴν βίαν τῶν ἀνέμων ὑπεῖξάν ποτε καὶ ἀναρραγέντες ἐδέξαντο τὴν ἑκατέρωθεν θάλατταν καὶ ταύτην καὶ τὴν μεταξὺ τῶν ἄλλων τῶν ταύτῃ νήσων. καὶ γὰρ ἡ Προχύτη καὶ Πιθηκοῦσσαι ἀποσπάσματα τῆς ἠπείρου καὶ αἱ Καπρίαι καὶ ἡ Λευκωσία καὶ Σειρῆνες καὶ αἱ Οἰνωτρίδες. αἱ δὲ καὶ ἐκ τοῦ πελάγους ἀνέδυσαν, καθάπερ καὶ νῦν πολλαχοῦ συμβαίνει· τὰς μὲν γὰρ πελαγίας ἐκ βυθοῦ μᾶλλον ἀνενεχθῆναι πιθανόν, τὰς δὲ προκειμένας τῶν ἀκρωτηρίων καὶ πορθμῷ διῃρημένας ἐντεῦθεν ἀπερρωγέναι δοκεῖν εὐλογώτερον. πλὴν εἴτε διὰ ταῦτα τοὔνομα τῇ πόλει γέγονεν, εἴτε διὰ τὴν ἐπιφάνειαν τῆς πόλεως ὡς ἂν βασίλειον τῇ Λατίνῃ φωνῇ προσαγορευσάντων Σαυνιτῶν διὰ τὸ τοὺς ἀρχηγέτας αὐτῶν κοινωνῆσαι Ῥωμαίοις τῆς πολιτείας καὶ ἐπὶ πολὺ χρήσασθαι τῇ Λατίνῃ διαλέκτῳ, πάρεστι σκοπεῖν, ὁποτέρως ἔχει τἀληθές.
そして、レギオンと名付けられたのは、アイスキュロスが言うようにこの地域に起こった災厄によるものか(というのも、地震によってシケリアが大陸から引き裂かれたのだと、他の人々も彼も言っているからである、「それゆえにこそレギオンと呼ばれる」と)、あるいは、都市の際立った顕著さのゆえに、サウニテスたちが、自分たちの指導者がローマ人と市民権を共有し、長きにわたってラテン語を使用していたことから、ラテン語の言葉で王宮のようであるとしてそう名付けたのか、どちらが真実であるかを考察することは委ねられている。
ἐπιφανῆ δʼ οὖν πόλιν οὖσαν καὶ πολλὰς μὲν πόλεις οἰκίσασαν πολλοὺς δʼ ἄνδρας παρασχομένην ἀξίους λόγου, τοὺς μὲν κατὰ πολιτικὴν ἀρετὴν τοὺς δὲ κατὰ παιδείαν, κατασκάψαι Διονύσιον αἰτιασάμενον, ὅτι αἰτησαμένῳ κόρην πρὸς γάμον τὴν τοῦ δημίου θυγατέρα προὔτειναν·
ともあれ、名高い都市であり、多くの都市を創建し、政治的徳において、また教養において、特筆すべき多くの人々を輩出したこの都市を、ディオニュシオスが徹底的に破壊した。 彼は、自分が結婚のために娘を求めたとき、彼らが処刑人の娘を差し出してきたという理由で難癖をつけたのである。
ὁ δʼ υἱὸς αὐτοῦ μέρος τι τοῦ κτίσματος ἀναλαβὼν Φοιβίαν ἐκάλεσεν.
しかし、彼の息子がその都市の一部を再建し、ポイビアと呼んだ。
ἐπὶ Πύρρου δʼ ἡ τῶν Καμπανῶν φρουρὰ παρασπονδηθέντας διέφθειρε τοὺς πλείστους·
ピュロスの時代には、カンパニア人の守備隊が協定を破って住民の大部分を虐殺した。
μικρὸν δὲ πρὸ τῶν Μαρσικῶν καὶ σεισμοὶ κατήρειψαν πολὺ τῆς κατοικίας.
また、マルシ人の戦争の少し前には、地震がその居住区の多くを倒壊させた。
Πομπήιον δʼ ἐκβαλὼν τῆς Σικελίας ὁ Σεβαστὸς Καῖσαρ ὁρῶν λιπανδροῦσαν τὴν πόλιν συνοίκους ἔδωκεν αὐτῇ τῶν ἐκ τοῦ στόλου τινάς, καὶ νῦν ἱκανῶς εὐανδρεῖ.
ポンペイウスをシケリアから追い払った尊厳者カエサルは、都市の人口が減少しているのを見て、自身の艦隊の者たちの何割かをそこへ共同入植者として与え、現在では十分に人口に恵まれている。

語釈・文法注

  1. §6.1.6οὓς κατὰ χρησμὸν δεκατευθέντας τῷ Ἀπόλλωνι διʼ ἀφορίαν ὕστερον ἐκ Δελφῶν ἀποικῆσαι δεῦρό φασι — 関係代名詞の対格 οὓς が不定詞 ἀποικῆσαι の意味上の主語であり、全体として主動詞 φασί の対格不定詞(対格と不定詞)構文を形成している。分詞 δεκατευθέντας は οὓς に係り、その経緯を説明する。
  2. §6.1.6εἰ τοιούτων τυγχάνοιεν ἀνθʼ ὧν ἐτιμώρουν αὐτοῖς — εἰ は間接疑問を導く接続詞で、不満や疑問の内容を表す。ἀνθʼ ὧν は ἀντὶ τούτων ἃ... の関係詞縮約。動詞 ἐτιμώρουν は与格 αὐτοῖς を伴って「彼ら(神々)のために復讐する/援助する」を意味する。
  3. ¦p.354¦ἀπορραγῆναι γὰρ ἀπὸ τῆς ἠπείρου τὴν Σικελίαν ὑπὸ σεισμῶν ἄλλοι τε κἀκεῖνος εἴρηκεν — 主動詞 εἴρηκεν の目的語として、τὴν Σικελίαν を主語対格とする対格不定詞 ἀπορραγῆναι が導かれている。主語の ἄλλοι τε κἀκεῖνος は複数だが、動詞は最も近い κἀκεῖνος に一致して単数形をとる。
  4. ¦p.355¦προσαγορευσάντων Σαυνιτῶν — 選択的理由を表す εἴτε... εἴτε... の名詞節構造において、二つ目の理由の中に「サウニテスたちが名付けたので」という属格独立(分詞構文)が挿入され、論理的因果関係を補足している。

この箇所を引用する

ストラボン, 地理誌 §6.1.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.1.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。